520
δέον θρηνῆσαι, ὡς οὐδὲν ἐργασάμενος διετέθη. Πάλιν ἐκέλευσε τὰ κατὰ τοὺς Ἀμαληκίτας ὁ Θεός· ὁ δὲ καὶ ταῦτα παρέβη. Ἐντεῦθεν εἰς τὰ κατὰ τὸν ∆αυῒδ ἐξέβη τολμήματα, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ὀλισθαίνων οὐκ ἔστη, ἕως εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον ἐλθὼν ἐνέβαλεν ἑαυτόν. Οὕτω καὶ ἐπὶ τοῦ Κάϊν· οὐκ εὐθέως παρώρμησεν ἀνελεῖν τὸν ἀδελφὸν, ἐπεὶ οὐκ ἂν ἔπεισεν· ἀλλὰ πρῶτον αὐτὸν παρασκευάζει τὰ φαυλότερα προσενεγκεῖν, λέγων· Οὐδὲν τοῦτό ἐστιν ἁμάρτημα· δεύτερον, φθόνον καὶ βασκανίαν ἀνῆψεν, Οὐδὲν οὐδὲ παρὰ τοῦτο, λέγων· τρίτον, ἀνελεῖν ἔπεισε καὶ ἀρνήσασθαι τὴν μιαιφονίαν· καὶ οὐ πρότερον ἀπέστη, ἕως τὸν κολοφῶνα ἐπέθηκε τῶν κακῶν. ∆ιὸ χρὴ τὰς ἀρχὰς ἀνακρούεσθαι. Μάλιστα μὲν γὰρ εἰ καὶ ἐφ' ἑαυτῶν τὰ πρῶτα ἁμαρτήματα εἱστήκει, οὐδὲ οὕτω καταφρονεῖν ἐχρῆν τῶν πρώτων πλημμελημάτων· νυνὶ δὲ καὶ ἐπὶ μεῖζον ἄνεισιν, ὅταν ἀμελῇ ἡ διάνοια. ∆ιὸ χρὴ πάντα ποιεῖν, ὥστε τὰς ἀρχὰς αὐτῶν ἀναιρεῖν. Μὴ γὰρ δὴ πρὸς τὴν φύσιν ἴδῃς τοῦ ἁμαρτήματος, ὅτι μικρὰ, ἀλλ' ὅτι μεγάλου γίνεται ῥίζα ἀμελουμένη. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσαύτης δεῖται σπουδῆς τὰ μεγάλα ἁμαρτήματα, ὡς τὰ μικρὰ καὶ εὐτελῆ. Ἐκεῖνα μὲν γὰρ αὐτὴ ἡ φύσις τῆς ἁμαρτίας ἀποστρέφεσθαι παρασκευάζει· τὰ δὲ μικρὰ αὐτῷ τούτῳ εἰς ῥᾳθυμίαν ἐμβάλλει, καὶ οὐκ ἀφίησι γενναίως διαναστῆναι πρὸς τὴν αὐτῶν ἀναίρεσιν. ∆ιὸ καὶ ταχέως γίνεται μεγάλα, καθευδόντων ἡμῶν. Τοῦτο καὶ ἐν τοῖς σώμασι συμβαῖνον ἴδοι τις ἄν. Οὕτω καὶ ἐπὶ τοῦ Ἰούδα τὸ μέγα τοῦτο ἐτέχθη κακόν. Εἰ γὰρ μὴ ἔδοξεν αὐτῷ μικρὸν εἶναι τὸ κλέπτειν τῶν πενήτων τὰ χρήματα, οὐκ ἂν εἰς ταύτην ἐξηνέχθη τὴν προδοσίαν. Εἰ μὴ μικρὸν ἔδοξεν εἶναι τοῖς Ἰουδαίοις τὸ ὑπὸ κενοδοξίας ἁλίσκεσθαι, οὐκ ἂν ἐξώλισθον εἰς τὸ Χριστοκτόνοι γενέσθαι. Καὶ πάντα δὲ τὰ κακὰ ἐκ τούτου ἴδοι τις ἂν γινόμενα. Οὐδεὶς γὰρ ταχέως καὶ ἀθρόον ἐπὶ τὴν κακίαν ἐκπηδᾷ. Ἔχει γὰρ, ἔχει τινὰ αἰσχύνην ἐγκειμένην ἡμῖν ἡ ψυχὴ, καὶ τὴν πρὸς τὰ καλὰ αἰδῶ, καὶ ἀθρόον οὐκ ἂν τοσοῦτον ἀναισχυντήσειεν, ὡς ὑφ' ἓν ἅπαντα ῥῖψαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν ἀπόλλυται, ὅταν ἀμελῇ. Οὕτω καὶ εἰδωλολατρεία εἰσῆλθεν, τῶν ἀνθρώπων ὑπὲρ μέτρον τιμωμένων, καὶ τῶν ζώντων καὶ τῶν παρελθόντων οὕτω καὶ ξόανα προσεκυνήθη· οὕτω καὶ πορνεία ἐκράτησε, καὶ τὰ ἄλλα κακά. Σκόπει δέ. Ἐγέλασέ τις ἀκαίρως· ἐνεκάλεσεν ἕτερος· ἄλλος ἐξέλυσε τὸν φόβον εἰπὼν, Οὐδὲν παρὰ τοῦτο. Τί γάρ ἐστι τὸ γελᾷν; τί γὰρ παρὰ τοῦτο γένοιτ' ἄν; Ἀπὸ τούτου εὐτραπελία ἐτέχθη, ἐντεῦθεν αἰσχρολογία, εἶτα πρᾶξις αἰσχρά. Πάλιν ἕτερος ἐγκαλούμενος ἐπὶ τῷ διαβάλλειν τὸν πλησίον καὶ λοιδορεῖσθαι καὶ κακηγορεῖν, κατεφρόνησεν εἰπών· Οὐδέν ἐστι τὸ κακῶς λέγειν. Ἀπὸ τούτου μῖσος ἔτεκεν ἄφατον, ἔχθραν ἄσπονδον, λοιδορίας ἀπείρους· ἀπὸ τῶν λοιδοριῶν πληγάς· ἀπὸ τῶν πληγῶν φόνον πολλάκις. δʹ. Ἀπὸ μὲν οὖν τῶν μικρῶν οὕτω τὰ μεγάλα εἰσάγει ὁ πονηρὸς δαίμων ἐκεῖνος· ἀπὸ δὲ τῶν μεγάλων τὸ ἀπο 58.768 γινώσκειν, ἄλλην ταύτην μέθοδον οὐκ ἐλάττονα τῆς προτέρας εὑρών. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν, ὡς τὸ ἀπογινώσκειν ἀπόλλυσιν. Ὁ μὲν γὰρ πλημμελήσας, ἂν νήφῃ, ταχέως μετανοήσας διορθοῦται τὸ γεγενημένον· ὁ δὲ ἀπαγορεύσας καὶ μὴ μετανοῶν, διὰ τοῦτο ἐκπίπτει τῆς διορθώσεως ταύτης, οὐκ ἐπιτιθεὶς τὰ ἀπὸ τῆς μετανοίας φάρμακα. Ἔχει καὶ τρίτην ἐνέδραν χαλεπήν· οἶον ὅταν εὐλαβείας σχῆμα περιθῇ τῷ ἁμαρτήματι. Καὶ ποῦ τοσοῦτον ἴσχυσεν ὁ διάβολος, φησὶν, ὥστε μέχρι τούτων ἀπατῆσαι; Ἄκουε, καὶ φυλάττου αὐτοῦ τὰ νοήματα. Προσέταξεν ὁ Χριστὸς διὰ Παύλου γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι, καὶ μὴ ἀποστερεῖν ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου· ἀλλά τινες ἔρωτι δῆθεν ἐγκρατείας ἀποστᾶσαι τῶν ἰδίων ἀνδρῶν, ὡς εὐλαβές τι ποιοῦσαι, ὤθησαν αὐτοὺς ἐπὶ μοιχείαν. Ἐννόησον οὖν ἡλίκον κακὸν, πόνον τοσοῦτον ὑπομενούσας, ὡς τὰ μέγιστα ἠδικηκυίας ἐγκαλεῖσθαι, καὶ τὴν ἐσχάτην τίνειν δίκην, καὶ εἰς βάραθρον ἀπωλείας τοὺς συνοικοῦντας ὠθεῖν. Ἕτεροι πάλιν νόμῳ νηστείας ἀπεχόμενοι σιτίων, κατὰ μικρὸν προῆλθον ἐπὶ τὸ βδελύττεσθαι ταῦτα· ὃ καὶ αὐτὸ μεγίστην φέρει τὴν