521
κόλασιν. Τοῦτο δὲ γίνεται, ὅταν τινὲς τὰς οἰκείας προλήψεις παρὰ τὰ ταῖς Γραφαῖς δοκοῦντα κρατύνωσιν. Ἐνόμισαν καὶ οἱ παρὰ Κορινθίοις τελειότητος εἶναι τὸ πάντων ἀδιαφόρως ἀπογεύεσθαι, καὶ τῶν κεκωλυμένων· ἀλλ' ὅμως οὐκ ἦν τελειότητος τοῦτο, ἀλλὰ καὶ ἐσχάτης παρανομίας. ∆ιὰ τοῦτο καὶ σφοδρῶς αὐτοῖς ὁ Παῦλος ἐπιτιμᾷ, καὶ τῆς ἐσχάτης ἔλεγεν ὑπευθύνους εἶναι δίκης. Ἕτεροι πάλιν εὐλαβείας εἶναι νομίζουσι τὸ κομᾷν τὰς κεφαλάς. Καὶ τοῦτο δὲ τῶν κεκωλυμένων ἐστὶ, καὶ πολλὴν ἔχον τὴν αἰσχύνην. Πάλιν ἕτεροι τὸ λυπεῖσθαι ἐπὶ τοῖς ἁμαρτήμασιν ἀμέτρως ὡς κερδαλέον διώκουσιν· ἀλλὰ καὶ αὐτὸ μεθοδείας διαβολικῆς, καὶ ἐδήλωσεν ὁ Ἰούδας· ἐντεῦθεν γοῦν καὶ ἀπήγξατο. ∆ιὰ τοῦτο καὶ Παῦλος ὑπὲρ τοῦ πεπορνευκότος ἐδεδοίκει, μή τι τοιοῦτον πάθῃ, καὶ παρῄνει Κορινθίοις ταχέως αὐτὸν ἐξαρπάσαι, Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Εἶτα δεικνὺς ὅτι τὸ τοιοῦτον τῆς ἐνέδρας ἐστὶ τῆς ἐκείνου, φησί· Μήπως πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν, ὅτι μετὰ δόλου πολλοῦ προσβάλλει, φησίν. Ἐπεὶ εἰ μετὰ παῤῥησίας καὶ φανερῶς ἐπολέμει, εὔκολος ἦν καὶ ῥᾳδία ἡ νίκη· μᾶλλον δὲ καὶ νῦν, ἐὰν νήφωμεν, εὔκολος ἔσται. Καὶ γὰρ πρὸς ἑκάστην τῶν ὁδῶν τούτων καθώπλισεν ἡμᾶς ὁ Θεός. Πείθων γὰρ μηδὲ τῶν μικρῶν τούτων καταφρονεῖν, ἄκουσον τί παραινεῖ λέγων· Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν· καὶ, Ὁ ὀφθαλμοῖς ἀκολάστοις ἰδὼν, μοιχός ἐστιν ἀπηρτισμένος. Καὶ τοὺς γελῶντας ταλανίζει, καὶ πανταχοῦ τὰς ἀρχὰς καὶ τὰ σπέρματα ἀναιρεῖ τῶν κακῶν, καὶ περὶ ἀργοῦ ῥήματός φησι διδόναι λόγον. ∆ιὰ τοῦτο καὶ ὁ Ἰὼβ καὶ τὰς ἐννοίας τῶν παίδων ἐθεράπευεν. Ὑπὲρ δὲ τοῦ μὴ ἀπογινώσκειν φησὶ, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· καὶ, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ ῥήματα καὶ παραδείγματα κεῖται ἐν τῇ Γραφῇ. Πρὸς 58.769 δὲ τὸ σχήματι εὐλαβείας μὴ ἀπόλλυσθαι, ἄκουσον Παύλου λέγοντος· Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτ' οὖν εἰδότες, πάσαις ἐπιτειχίζωμεν ταῖς ὁδοῖς ταῖς παρατρεπούσαις τοὺς ῥᾳθύμους τὴν ἀπὸ τῶν Γραφῶν σύνεσιν. Μηδὲ λέγε· Τί γάρ ἐστιν, ἐὰν ἴδω γυναῖκα καλὴν περιέργως; Ἂν γὰρ τὴν ἐν καρδίᾳ μοιχείαν ἐργάσῃ, ταχέως καὶ τὴν ἐν σαρκὶ τολμήσεις. Μὴ εἴπῃς· Τί γάρ ἐστι, ἐὰν τὸν πένητα τοῦτον παραδράμω; Ἂν γὰρ τοῦτον παρέλθῃς, καὶ τὸν ἕτερον· ἂν ἐκεῖνον, καὶ τὸν ἄλλον. Μηδ' αὖ πάλιν· Τί γὰρ, ἐὰν ἐπιθυμήσω τῶν τοῦ πλησίον; Τοῦτο γὰρ, τοῦτο ἐποίησε τὸν Ἀχαὰβ ἀπολέσθαι, καίτοι τιμὴν κατέβαλεν, ἀλλὰ 58.770 παρὰ ἄκοντος ἔλαβεν. Οὐ γὰρ βιαζόμενον δεῖ ὠνεῖσθαι, ἀλλὰ πείθοντα. Εἰ δὲ ὁ τὴν προσήκουσαν τιμὴν καταβαλὼν, οὕτως ἐκολάζετο, ἐπειδὴ παρὰ ἄκοντος ἔλαβεν· ὁ μηδὲ τοῦτο ποιῶν, καὶ παρὰ ἄκοντος ἁρπάζων, καὶ ταῦτα ἐν τῇ χάριτι πολιτευόμενος, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ἵν' οὖν μὴ κολαζώμεθα, βίας ἁπάσης καὶ ἁρπαγῆς ἑαυτοὺς καθαροὺς διατηροῦντες, καὶ μετὰ τῶν ἁμαρτημάτων καὶ τὰς ἀρχὰς αὐτῶν φυλαττόμενοι, μετὰ πολλῆς τῆς σπουδῆς ἐπιμελώμεθα ἀρετῆς· οὕτω γὰρ καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.769 ΟΜΙΛΙΑ ΠΖʹ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην· καὶ πλέ ξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον
αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.