529
πειρασμοῖς τὸν Ἰησοῦν. Ἐκεῖναι μὲν γὰρ καὶ εἰς τελευτήσαντα τοσαῦτα ἀνάλωσαν, καὶ τὰς ψυχὰς ἐξέδωκαν· ἡμεῖς δὲ (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ) οὐδὲ πεινῶντα τρέφομεν, οὐδὲ γυμνὸν περιβάλλομεν, ἀλλ' ὁρῶντες αὐτὸν προσαιτοῦντα παρατρέχομεν. Καίτοιγε εἰ αὐτὸν ἐκεῖνον εἴδετε, τὰ ὑπάρχοντα ἂν ἕκαστος ἐκένωσεν. Ἀλλὰ καὶ νῦν ὁ αὐτός ἐστιν. Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐγώ εἰμι. Τίνος οὖν ἕνεκεν οὐ πάντα κενοῖς; Καὶ γὰρ καὶ νῦν ἀκούεις λέγοντος, ὅτι Ἐμοὶ ποιεῖς· καὶ οὐδὲν τὸ μέσον, ἄν τε τούτῳ, ἄν τε ἐκείνῳ δῷς· οὐδὲν ἔλαττον ἔχεις τούτων τῶν γυναικῶν τῶν τότε τρεφουσῶν αὐτὸν, ἀλλὰ καὶ πολλῷ πλέον. Ἀλλὰ μὴ θορυβηθῆτε. Οὐ γάρ ἐστιν ἴσον αὐτὸν κυρίως φαινόμενον θρέψαι, ὃ καὶ λιθίνην ἱκανὸν ἦν ἐπισπάσασθαι ψυχὴν, καὶ διὰ τὴν ἀπόφασιν αὐτοῦ μόνην τὸν πένητα, τὸν ἀνάπηρον, τὸν συγκεκυφότα θεραπεῦσαι. Ἐκεῖ μὲν γὰρ ἡ ὄψις καὶ τὸ ἀξίωμα τοῦ φαινομένου μερίζεται πρὸς σὲ τὸ γινόμενον· ἐνταῦθα δὲ ὁλόκληρον σὸν τῆς φιλανθρωπίας τὸ βραβεῖόν ἐστι· καὶ μείζονος τῆς περὶ αὐτὸν αἰδοῦς τὸ δεῖγμα, ὅταν διὰ τὴν ἀπόφασιν αὐτοῦ μόνην τὸν ὁμόδουλον οὕτω θεραπεύων ἀναπαύσῃς ἐν πᾶσιν. Ἀνάπαυε τοίνυν, πιστεύων αὐτῷ τῷ λαμβάνοντι καὶ λέγοντι, ὅτι Ἐμοὶ δίδως. Εἰ γὰρ μὴ αὐτῷ ἐδίδως, οὐκ ἄν σε βασιλείας ἠξίωσεν. Εἰ μὴ αὐτὸν ἀπεστρέφου, οὐκ ἂν εἰς γέενναν ἔπεμψεν, εἰ τὸν τυχόντα παρίδοις· ἀλλ' ἐπειδὴ αὐτός ἐστιν ὁ καταφρονούμενος, διὰ τοῦτο μέγα τὸ ἔγκλημα. Οὕτω καὶ Παῦλος αὐτὸν ἐδίωκε, τοὺς αὐτοῦ διώκων· διὸ καὶ ἔλεγε, Τί με διώκεις; Οὕτω τοίνυν διακεώμεθα, ὡς αὐτῷ τῷ Χριστῷ παρέχοντες, ὅταν παρέχωμεν. Καὶ γὰρ τὰ ῥήματα αὐτοῦ τῆς ὄψεως ἡμῶν πιστότερα. Ἐπειδὰν οὖν ἴδῃς πένητα, ἀναμνήσθητι τῶν ῥημάτων, δι' ὧν ἐδήλου, ὅτι εἴη ὁ τρεφόμενος. Εἰ γὰρ καὶ τὸ φαινόμενον οὐκ ἔστι 58.779 Χριστὸς, ἀλλ' ἐν τῷ τούτου σχήματι αὐτὸς λαμβάνει καὶ προσαιτεῖ. Ἀλλ' αἰσχύνῃ ἀκούων ὅτι ὁ Χριστὸς προσαιτεῖ; Αἰσχύνθητι μᾶλλον, ὅταν προσαιτοῦντι μὴ δῷς. Τοῦτο γὰρ αἰσχύνη, τοῦτο τιμωρία καὶ κόλασις. Τὸ μὲν γὰρ προσαιτεῖν αὐτὸν, τῆς αὐτοῦ ἀγαθότητος· διὸ καὶ ἐγκαλλωπίζεσθαι ἡμᾶς αὐτῷ χρή· τὸ δὲ μὴ δοῦναι τῆς σῆς ὠμότητος, Εἰ δὲ οὐ πιστεύεις νῦν, ὅτι πένητα πιστὸν παρατρέχων, αὐτὸν παρατρέχεις, πιστεύσεις τότε, ὅταν εἰς μέσον σε παραγαγὼν λέγῃ, Ἐφ' ὅσον οὐκ ἐποιήσατε τούτοις, οὐδὲ ἐμοὶ ἐποιήσατε. Ἀλλὰ μὴ γένοιτο ἡμᾶς οὕτως αὐτὸ μαθεῖν, ἀλλὰ πιστεύσαντας νῦν, καὶ καρπὸν ποιήσαντας, τῆς μακαριωτάτης ἐκείνης ἀκοῦσαι φωνῆς, τῆς εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγούσης. Ἀλλ' ἴσως ἐρεῖ τις· Καθ' ἑκάστην ἡμέραν περὶ ἐλεημοσύνης διαλέγῃ καὶ φιλανθρωπίας ἡμῖν. Οὐδὲ παύσομαι τοῦτο λέγων. Εἰ μὲν γὰρ κατώρθωτο ὑμῖν τοῦτο, μάλιστα μὲν οὐδὲ τότε ἀποστῆναι ἐχρῆν, ὥστε μὴ ποιῆσαι ῥᾳθυμοτέρους· πλὴν ἀλλ' εἰ μὲν κατώρθωτο, καὶ μικρὸν ἐνέδωκα ἄν· εἰ δὲ οὐδὲ εἰς τὸ μέσον ἐφθάσατε, μὴ πρὸς ἐμὲ ταῦτα, ἀλλὰ πρὸς ἑαυτοὺς λέγετε. Καὶ γὰρ ταὐτὸν ποιεῖς ἐγκαλῶν, ὥσπερ ἂν εἰ παιδίον τὸ ἄλφα στοιχεῖον ἀκοῦον πολλάκις, καὶ μὴ μανθάνον, ἐγκαλοίη τῷ διδασκάλῳ, ὅτι συνεχῶς ὑπὲρ τούτου καὶ διηνεκῶς αὐτὸ ὑπομιμνήσκει. Τίς γὰρ ἀπὸ τῶν λόγων τούτων γέγονεν εὐκολώτερος πρὸς ἐλεημοσύνην; τίς τὰ χρήματα ἔῤῥιψε; τίς τὸ ἥμισυ τῆς οὐσίας; τίς τὸ τρίτον; Οὐδείς. Πῶς οὖν οὐκ ἄτοπον, μὴ μανθανόντων ὑμῶν, ἡμᾶς κελεύειν ἀποστῆναι τοῦ διδάσκειν; Τοὐναντίον μὲν οὖν ἔδει ποιεῖν· εἰ καὶ ἡμεῖς ἐβουλόμεθα ἀποστῆναι, ὑμᾶς κατέχειν καὶ λέγειν· Οὐδέπω ταῦτα μεμαθήκαμεν, καὶ πῶς ἀπέστητε ὑπομιμνήσκοντες; Εἴ τινι συνέβη τὸν ὀφθαλμὸν παθεῖν, ἐγὼ δὲ ἰατρὸς ἐτύγχανον, εἶτα περιπλάσας καὶ διαχρίσας, καὶ τὴν ἄλλην προσαγαγὼν ἐπιμέλειαν, μηδὲν ὤνησα μέγα, καὶ ἀπέστην, οὐκ ἂν ἐλθὼν ἐπὶ τὰς τοῦ ἐργαστηρίου θύρας κατεβόησεν ἂν, ῥᾳθυμίαν πολλὴν ἐγκαλῶν, ὅτι τῆς νόσου μενούσης αὐτὸς ἀνεχώρησα· καὶ εἰ πρὸς ταῦτα ἐγκαλούμενος εἶπον, ὅτι Κατέπλασα, ὅτι ∆ιέχρισα, ἆρα ἂν ἠνέσχετο; Οὐδαμῶς, ἀλλ' εὐθέως ἂν εἶπε· Καὶ τί τὸ ὄφελος, ὅτι ἔτι ἀλγῶ; Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Τί δὲ, εἰ χεῖρα ναρκῶσαν καὶ συνεσταλμένην πολλάκις καταιονήσας οὐκ ἴσχυσα μαλάξαι; ἆρα οὐκ ἂν τὸ αὐτὸ