530
ἤκουσα; Καὶ νῦν χεῖρα συνεσταλμένην καὶ ξηρανθεῖσαν περικλύζομεν· καὶ διὰ τοῦτο, ἕως ἂν αὐτὴν ἐκτείνωμεν τέλεον, οὐκ ἀποστησόμεθα. Εἴθε καὶ ὑμεῖς μηδὲν ἕτερον διελέγεσθε, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ ἀγορᾶς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν νυκτὶ, καὶ ὄναρ. Εἰ γὰρ ταῦτα μεθ' ἡμέραν ἐμεριμνῶμεν ἀεὶ, καὶ ὄναρ ἂν ἐν τούτοις ἦμεν. δʹ. Τί λέγεις; Περὶ ἐλεημοσύνης ἀεὶ διαλέγομαι; Ἐβουλόμην καὶ αὐτὸς μὴ πολλὴν εἶναί μοι χρείαν ταύτης πρὸς ὑμᾶς τῆς συμβουλῆς, ἀλλὰ διαλέγεσθαι περὶ μάχης τῆς πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς· ἀλλὰ μηδέπω ὑγιαίνοντας πῶς ἄν τις καθοπλίσειε; Πῶς ἂν εἰς παράταξιν ἐξαγάγοι, ἔτι τραύματα ἔχοντας καὶ ὠτειλάς; Ὡς εἴγε ὑγιαίνοντας εἶδον καθαρῶς, ἐπὶ τὴν παράταξιν ὑμᾶς ἐξήγαγον ἂν ἐκείνην, καὶ εἴ 58.780 δετε ἂν τῇ τοῦ Χριστοῦ χάριτι μυρίους βαλλομένους νεκροὺς, καὶ φερομένας αὐτῶν ἐπαλλήλους τὰς κεφαλάς. Ἐν γοῦν ἑτέροις βιβλίοις πολλοὶ περὶ τούτων ἡμῖν εἴρηνται λόγοι· ἀλλ' οὐδὲ οὕτω δυνάμεθα καθαρῶς ἐπὶ τῇ νίκῃ πανηγυρίζειν, διὰ τὴν τῶν πολλῶν ὀλιγωρίαν. Ὅταν γὰρ αὐτοὺς μυριάκις νικήσωμεν τοῖς δόγμασιν, ὀνειδίζουσιν ἡμῖν τὸν βίον τὸν τῶν πολλῶν τῶν παρ' ἡμῖν συλλεγομένων, τὰ τραύματα, τὰ νοσήματα τὰ κατὰ ψυχήν. Πῶς οὖν ὑμᾶς θαῤῥοῦντες ἐπὶ τῆς παρατάξεως δείξομεν, ὅταν καὶ ἡμῖν ἐπηρεάζητε, εὐθέως βαλλόμενοι παρὰ τῶν πολεμίων καὶ κωμῳδούμενοι; Τοῦ μὲν γὰρ ἡ χεὶρ ἀλγεῖ, καὶ ἔστι συνεσταλμένη πρὸς διάδοσιν. Πῶς οὖν ἀσπίδα κατασχεῖν ὁ τοιοῦτος καὶ προβαλέσθαι δυνήσεται, καὶ μὴ τρωθῆναι τοῖς τῆς ὠμότητος σκώμμασιν; Ἑτέροις σκάζουσιν οἱ πόδες, ὅσοι εἰς θέατρα ἀναβαίνουσι, καὶ τὰ τῶν πορνευομένων γυναικῶν καταγώγια. Πῶς οὖν οὗτοι ἐν τῇ μάχῃ δυνήσονται στῆναι, καὶ μὴ βληθῆναι τοῖς τῆς ἀσελγείας ἐγκλήμασιν; Ἄλλος τοὺς ὀφθαλμοὺς ἀλγεῖ καὶ πεπήρωται οὐκ ὀρθὰ βλέπων, ἀλλὰ ἀσελγείας γέμων, καὶ γυναικῶν σωφροσύνῃ προσβάλλων, καὶ γάμους διορύττων. Πῶς οὖν οὗτος πρὸς τοὺς πολεμίους ἀντιβλέψαι δυνήσεται, καὶ σεῖσαι δόρυ, καὶ βέλος ἀφεῖναι, πάντοθεν κεντούμενος σκώμμασιν; Ἔστιν ἰδεῖν καὶ γαστέρα ἀλγοῦντας πολλοὺς τῶν ὑδεριώντων οὐκ ἔλαττον, ὅταν ὑπὸ γαστριμαργίας καὶ μέθης κατέχωνται. Πῶς οὖν τούτους μεθύοντας εἰς πόλεμον ἐξαγαγεῖν δυνήσομαι; Ἑτέρου τὸ στόμα ἐστὶ σεσηπός· τοιοῦτοι γὰρ οἱ ἀκρόχολοι καὶ λοίδοροι καὶ βλάσφημοι. Πῶς οὖν οὗτος ἀλαλάξει ποτὲ ἐν μάχῃ, καὶ μέγα τι καὶ γενναῖον ἐργάσεται, μέθην καὶ οὗτος ἑτέραν μεθύων, καὶ πολὺν παρέχων τοῖς πολεμίοις τὸν γέλωτα; ∆ιὰ τοῦτο καθ' ἑκάστην ἡμέραν περίειμι τουτὶ τὸ στρατόπεδον, τὰ τραύματα θεραπεύων ταῦτα, τὰ ἕλκη διορθούμενος. Ἐὰν δὲ ἀνανήψητέ ποτε, καὶ ἐπιτήδειοι γένησθε καὶ ἑτέρους βάλλειν, καὶ ταῦτα ὑμᾶς διδάξω τὰ τακτικὰ, καὶ παιδεύσω ταῦτα μεταχειρίζεσθαι τὰ ὅπλα· μᾶλλον δὲ καὶ αὐτὰ ἔργα ὑμῖν ὅπλα ἔσται, καὶ πάντες εὐθέως ὑποκύψουσιν, ἂν ἐλεήμονες, ἂν ἐπιεικεῖς, ἂν ἥμεροι καὶ ἀνεξίκακοι γένησθε, ἂν τὴν ἄλλην ἀρετὴν ἅπασαν ἐπιδείξησθε. Εἰ δέ τινες ἀντιλέγοιεν, τότε καὶ τὰ παρ' ἑαυτῶν προσθήσομεν, ὑμᾶς εἰς μέσον φέροντες· ὡς νῦν γε καὶ ἐγκοπτόμεθα, τό γε ὑμέτερον μέρος, ἐν τῷ δρόμῳ τούτῳ. Σκόπει δέ. Λέγομεν ὅτι μεγάλα εἰργάσατο ὁ Χριστὸς, ἀγγέλους ἀντὶ ἀνθρώπων ποιήσας· εἶτα ἀπαιτούμενοι εὐθύνας, καὶ κελευόμενοι ἐκ τῆς ἀγέλης ταύτης παρασχεῖν τὴν ἀπόδειξιν, ἐπιστομιζόμεθα. ∆έδοικα γὰρ, μὴ ἀντὶ ἀγγέλων, ὥσπερ ἀπὸ συφεῶνος χοίρους ἐξαγάγω, καὶ ἵππους θηλυμανεῖς. Οἶδα ὅτι ἀλγεῖτε, ἀλλ' οὐ κατὰ πάντων ὑμῶν ταῦτα εἴρηται, ἀλλὰ κατὰ τῶν ὑπευθύνων· μᾶλλον δὲ οὐδὲ κατ' ἐκείνων, ἐὰν νήφωσιν, ἀλλ' ὑπὲρ ἐκείνων. Ὡς νῦν γε πάντα ἀπόλωλε καὶ διέφθαρται· καὶ ἡ ἐκκλησία βοοστασίου οὐδὲν διενήνοχε, καὶ ἐπαύλεως ὄνων καὶ καμήλων· καὶ περιέρχομαι πρόβατον ἐπιζητῶν, καὶ οὐ δύναμαι ἰδεῖν. Οὕτω πάντες λακτίζουσι, καθάπερ ἵπποι καὶ ὄνοι τινὲς ἄγριοι, καὶ κόπρου πολλῆς τὰ ἐνταῦθα πληροῦσι· τοιαῦται γὰρ αὐτῶν αἱ διαλέξεις. Καὶ εἴγε ἦν ἰδεῖν τὰ καθ' ἑκάστην σύν 58.781 αξιν λεγόμενα ὑπὸ ἀνδρῶν, ὑπὸ γυναικῶν, εἶδες ἂν τῆς κόπρου ἐκείνης τὰ