531
ῥήματα ἀκαθαρτότερα. ∆ιὸ παρακαλῶ μεταβαλεῖν τὴν πονηρὰν ταύτην συνήθειαν, ἵνα μύρου ἡ ἐκκλησία πνέῃ. Νῦν δὲ θυμιάματα μὲν αἰσθητὰ ἀποτιθέμεθα ἐν αὐτῇ, τὴν δὲ νοητὴν ἀκαθαρσίαν οὐ πολλὴν ποιούμεθα σπουδὴν ὥστε ἐκκαθαίρειν καὶ ἀπελαύνειν. Τί οὖν τὸ ὄφελος; Οὐδὲ γὰρ οὕτως αἰσχύνομεν τὴν ἐκκλησίαν κόπρον εἰσάγοντες, ὡς αἰσχύνομεν αὐτὴν τοιαῦτα πρὸς ἀλλήλους φθεγγόμενοι, περὶ κερδῶν, περὶ 58.782 ἐμπορίας, περὶ καπηλείας, περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς ὄντων, δέον ἀγγέλων ἐνταῦθα εἶναι χοροὺς, καὶ οὐρανὸν τὴν ἐκκλησίαν ποιεῖν, καὶ μηδὲν ἕτερον ἢ εὐχὰς ἐκτενεῖς καὶ σιγὴν μετὰ ἀκροάσεως εἰδέναι. Τοῦτο δὲ κἂν ἐκ τοῦ νῦν ποιῶμεν, ἵνα καὶ τὸν βίον ἐκκαθάρωμεν τὸν ἡμέτερον, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.781.10 ΟΜΙΛΙΑ ΠΘʹ. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες· Κύριε,
ἐμνήσθημεν ὅτι ἐκεῖ νος ὁ πλάνος εἶπεν ἔτι ζῶν, ὅτι Μετὰ τρεῖς ἡ μέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόν τες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν·
καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. αʹ. Πανταχοῦ ἡ πλάνη ἑαυτῇ περιπίπτει, καὶ τῇ ἀληθείᾳ ἄκουσα συνηγορεῖ.
Σκόπει δέ. Ἔδει πιστευθῆναι, ὅτι ἀπέθανε, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη· καὶ ταῦτα πάντα διὰ τῶν ἐχθρῶν γίνεται. Ὅρα γοῦν τὰ ῥήματα ταῦτα τούτοις μαρτυροῦντα ἅπασιν. Ἐμνήσθημεν, φησὶν, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· οὐκοῦν ἐτελεύτησεν· ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν σφραγισθῆναι τὸν τάφον· οὐκοῦν ἐτάφη· μήποτε ἔλθωσιν οἱ μαθηταὶ αὐτοῦ, καὶ κλέψωσιν αὐτόν. Οὐκοῦν ὁ τάφος ἐὰν σφραγισθῇ, οὐκ ἔσται τις κακουργία. Οὐ γὰρ οὖν. Οὐκοῦν ἀναντίῤῥητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως, δι' ὧν ὑμεῖς προετείνατε, γέγονεν. Ἐπειδὴ γὰρ ἐσφραγίσθη, οὐδεμία γέγονε κακουργία. Εἰ δὲ οὐδεμία γέγονε κακουργία, εὕρηται δὲ ὁ τάφος κενὸς, δῆλον ὅτι ἀνέστη σαφῶς καὶ ἀναντιῤῥήτως. Εἶδες πῶς καὶ ἄκοντες συναγωνίζονται τῇ τῆς ἀληθείας ἀποδείξει; Σὺ δέ μοι σκόπει τῶν μαθητῶν τὸ φιλάληθες· πῶς τῶν λεγομένων παρὰ τῶν ἐχθρῶν οὐδὲν ἀποκρύπτονται, κἂν ἐπονείδιστα λέγωσιν. Ἰδοὺ γοῦν καὶ πλάνον καλοῦσι, καὶ οὐ σιγῶσιν αὐτὸ οὗτοι. Ταῦτα δὲ καὶ τὴν ἐκείνων δείκνυσιν ὠμότητα, ὅτι οὐδὲ τῷ θανάτῳ τὴν ὀργὴν ἀφῆκαν· καὶ τούτων τὸν ἁπλοῦν καὶ φιλαληθῆ τρόπον. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, ποῦ εἶπεν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι; Οὐ γὰρ εὕροι τις ἂν οὕτω σαφῶς εἰρημένον, ἀλλ' ἢ τὸ τοῦ Ἰωνᾶ παράδειγμα. Ὥστε ᾔδεσαν τὰ λεγόμενα, καὶ ἑκόντες ἐκακούργουν. Τί οὖν ὁ Πιλάτος; Ἔχετε κουστωδίαν, ἀσφαλίσασθε ὡς οἴδατε. Καὶ ἠσφαλίσαντο σφραγίσαντες τὸν τάφον μετὰ τῆς κουστωδίας. Οὐκ ἀφίησι τοὺς στρατιώτας μόνους σφραγίσαι· ἅτε γὰρ μαθὼν τὰ περὶ αὐτοῦ, οὐκέτι συμπράττειν αὐτοῖς ἤθελεν. Ἀλλ' ὑπὲρ ἀπαλλαγῆς αὐτῶν καὶ τοῦτο ἀνέχεται, καί φησιν· Ὑμεῖς ὡς βούλεσθε σφραγίσατε, ἵνα μὴ ἑτέρους ἔχητε αἰτιᾶσθαι. Εἰ γὰρ μόνοι οἱ στρατιῶται ἐσφραγίσαντο, ἠδύναντο λέγειν, (εἰ καὶ ἀπίθανα καὶ ψευδῆ τὰ λεγόμενα· ἀλλ' ὅμως ὡς ἐν τοῖς ἄλλοις ἀναισχύντουν, οὕτω καὶ ἐν τούτῳ λέ 58.782 γειν εἶχον,) ὅτι οἱ στρατιῶται τὸ σῶμα δόντες κλαπῆναι, παρέσχον τοῖς μαθηταῖς τὸν περὶ τῆς ἀναστάσεως πλάσαι λόγον· νῦν δὲ αὐτοὶ ἀσφαλισάμενοι, οὐδὲ τοῦτο λέγειν δύνανται. Εἶδες πῶς σπουδάζουσιν ὑπὲρ τῆς ἀληθείας ἄκοντες; Καὶ γὰρ αὐτοὶ προσῆλθον, αὐτοὶ ᾔτησαν, αὐτοὶ ἐσφράγισαν μετὰ τῆς κουστωδίας, ὥστε ἀλλήλων εἶναι κατήγοροι καὶ ἔλεγχοι. Καίτοι πότε ἂν ἔκλεψαν; Τῷ σαββάτῳ; Καὶ πῶς; οὐδὲ