532
γὰρ ἐξῆν προελθεῖν. Εἰ δὲ καὶ τὸν νόμον παρέβαινον, πῶς ἂν ἐτόλμησαν οἱ οὕτω δειλοὶ προελθεῖν; Πῶς δὲ καὶ πεῖσαι τὸν ὄχλον ἠδύναντο; τί λέγοντες; τί ποιοῦντες; ποίᾳ δὲ προθυμίᾳ στῆναι εἶχον ὑπὲρ τοῦ νεκροῦ; τίνα δὲ προσδοκῶντες ἀντίδοσιν; ποίαν ἀμοιβήν; Ἔτι ζῶντα καὶ μόνον κατασχεθέντα ἰδόντες ἔφυγον· καὶ μετὰ τὴν τελευτὴν ὑπὲρ αὐτοῦ παῤῥησιάζεσθαι ἔμελλον, εἰ μὴ ἀνέστη; Καὶ πῶς ἂν ἔχοιεν ταῦτα λόγον; Ὅτι γὰρ οὔτ' ἂν ἠβουλήθησαν, οὔτ' ἂν ἠδυνήθησαν πλάσαι ἀνάστασιν μὴ γενομένην, δῆλον ἐκεῖθεν. Πολλὰ περὶ ἀναστάσεως αὐτοῖς διελέχθη, καὶ συνεχῶς ἔλεγεν, ὡς καὶ αὐτοὶ οὗτοι εἰρήκασιν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Εἰ τοίνυν οὐκ ἀνέστη, εὔδηλον ὡς ἀπατηθέντες οὗτοι, καὶ πρὸς ὁλόκληρον ἔθνος δι' αὐτὸν ἐκπολεμωθέντες, καὶ ἄοικοι καὶ ἀπόλιδες γενόμενοι, ἀπεστράφησαν ἂν αὐτὸν, καὶ οὐκ ἂν ἠβουλήθησαν τοιαύτην αὐτῷ περιθεῖναι δόξαν, ἅτε ἠπατημένοι, καὶ εἰς τοὺς ἐσχάτους δι' αὐτὸν ἐμπεσόντες κινδύνους. Ὅτι δὲ οὐδ' ἂν ἠδυνήθησαν, εἰ μὴ ἦν ἀληθὴς ἡ ἀνάστασις, πλάσαι αὐτὴν, τοῦτο οὐδὲ λόγου δεῖται. Τίνι γὰρ ἐθάῤῥουν; τῇ δεινότητι τῶν λόγων; Ἀλλὰ πάντων ἦσαν ἀμαθέστεροι. Ἀλλὰ τῇ περιουσίᾳ τῶν χρημάτων; Ἀλλ' οὐδὲ ῥάβδον, οὐδὲ ὑποδήματα εἶχον. Ἀλλὰ τῇ περιφανείᾳ τοῦ γένους; Ἀλλ' εὐτελεῖς ἦσαν, καὶ ἐξ εὐτελῶν. Ἀλλὰ τῷ μεγέθει τῆς πατρίδος; Ἀλλ' ἀπὸ χωρίων ἦσαν ἀσήμων. Ἀλλὰ τῷ πλήθει τῷ ἑαυτῶν; Ἀλλὰ τῶν ἕνδεκα οὐκ ἦσαν πλείους, καὶ αὐτοὶ δὲ διεσπάρησαν. Ἀλλὰ ταῖς ἐπαγγελίαις τοῦ διδασκάλου; Ποίαις; Εἰ γὰρ μὴ ἀνέστη, οὐδὲ ἐκεῖναι ἤμελλον εἶναι αὐτοῖς πισταί. Πῶς δ' ἂν ἤνεγκαν δῆμον μαινόμενον; Εἰ γὰρ ὁ κορυφαῖος αὐτῶν θυρωροῦ ῥῆμα οὐκ ἤνεγκε γυναικὸς, καὶ οἱ λοιποὶ δὲ πάντες δεδεμένον ἰδόντες διεσπάρησαν· πῶς ἂν ἐνενόησαν εἰς τὰ πέρατα τῆς οἰκουμένης δραμεῖν, καὶ φυτεῦσαι πεπλασμένον ἀναστάσεως λόγον; Εἰ γὰρ ὁ μὲν πρὸς γυναικὸς ἀπειλὴν οὐκ ἔστη, οἱ δὲ οὐδὲ πρὸς δεσμῶν ὄψιν. πῶς ἠδύναντο πρὸς βασιλέας καὶ ἄρχοντας καὶ δήμους ἵστασθαι, ὅπου 58.783 ξίφη καὶ τήγανα καὶ κάμινοι καὶ μυρίοι καθ' ἡμέραν θάνατοι, εἰ μὴ τῆς τοῦ ἀναστάντος δυνάμεως καὶ ῥοπῆς ἀπέλαυσαν; Τοιαῦτα σημεῖα γέγονε καὶ τοσαῦτα, καὶ οὐδὲν τούτων ᾐδέσθησαν Ἰουδαῖοι, ἀλλ' ἐσταύρωσαν τὸν πεποιηκότα· καὶ τούτοις ἔμελλον ἁπλῶς λέγουσι πείθεσθαι περὶ ἀναστάσεως; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλ' ἡ τοῦ ἀναστάντος ἰσχὺς ταῦτα εἰργάσατο. βʹ. Σκόπει δέ μοι τὴν κακουργίαν αὐτῶν τὴν καταγέλαστον. Ἐμνήσθημεν, φησὶν, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Καὶ εἰ πλάνος ἦν, καὶ ψευδῆ ἐκόμπαζε, τί δεδοίκατε καὶ περιτρέχετε, καὶ τοσαύτῃ κέχρησθε σπουδῇ; ∆εδοίκαμεν, φησὶ, μήποτε κλέψωσιν αὐτὸν οἱ μαθηταὶ, καὶ ἀπατήσωσι τοὺς πολλούς. Καίτοιγε ἀπεδείχθη τοῦτο οὐκ ἔχον λόγον καθόλου. Ἀλλ' ὅμως ἡ κακία φιλόνεικον καὶ ἀναιδὲς, καὶ τοῖς ἀλογίστοις ἐπιχειρεῖ. Καὶ μέχρι τριῶν ἡμερῶν κελεύουσιν ἀσφαλισθῆναι, ὡς ὑπὲρ δογμάτων μαχόμενοι, καὶ βουλόμενοι δεῖξαι καὶ πρὸ τούτου πλάνον ὄντα, καὶ μέχρι τοῦ τάφου τὴν κακίαν ἐκτείνουσι. ∆ιά τοι τοῦτο τάχιον ἀνέστη, ἵνα μὴ λέγωσιν, ὅτι ἐψεύσατο, καὶ ἐκλάπη. Τοῦτο μὲν γὰρ ἔγκλημα οὐκ εἶχε, τὸ θᾶττον ἀναστῆναι· τὸ δὲ βράδιον, ὑποψίας ἔγεμε. Καὶ γὰρ εἰ μὴ τότε ἀνέστη, καθημένων αὐτῶν αὐτόθι καὶ φυλαττόντων, ἀλλ' ἀναχωρησάντων μετὰ τὴν τριήμερον, εἶχόν τι λέγειν καὶ ἀντιλέγειν, εἰ καὶ ἀνοήτως. ∆ιὰ τοῦτο τοίνυν προέφθασεν. Ἔδει γὰρ παρακαθημένων αὐτῶν καὶ φυλαττόντων, γενέσθαι τὴν ἀνάστασιν. Οὐκοῦν καὶ εἴσω τῶν τριῶν ἡμερῶν ἔδει γενέσθαι· ὡς εἴγε παρελθουσῶν αὐτῶν καὶ ἀναχωρησάντων ἐγένετο, ὕποπτον τὸ πρᾶγμα ἔμελλεν εἶναι. ∆ιὸ καὶ σφραγίσαι συνεχώρησεν, ὡς ἠβούλοντο, καὶ στρατιῶται παρεκάθηντο. Καὶ οὐκ ἔμελεν αὐτοῖς ἐν σαββάτῳ ταῦτα ποιοῦσι, καὶ ἐργαζομένοις, ἀλλὰ πρὸς ἓν μόνον ἑώρων, τὴν ἑαυτῶν πονηρίαν, ὡς ταύτῃ περιεσόμενοι· ὅπερ ἐσχάτης ἀνοίας ἦν, καὶ φόβου σφόδρα αὐτοὺς κατασείοντος λοιπόν. Οἱ γὰρ ζῶντα αὐτὸν κατασχόντες, ἀποθανόντα δεδοίκασι. Καίτοιγε εἰ ψιλός τις ἄνθρωπος ἦν, ἔδει θαῤῥεῖν. Ἀλλ' ἵνα μάθωσιν, ὅτι