533
καὶ ζῶν ἑκὼν ἔπαθεν ἅπερ ἔπαθεν, ἰδοὺ καὶ σφραγὶς, καὶ λίθος, καὶ κουστωδία, καὶ οὐκ ἴσχυσαν κατασχεῖν· ἀλλ' ἓν γίνεται μόνον, τὸ δημοσιευθῆναι τὴν ταφὴν, καὶ πιστευθῆναι ἐντεῦθεν τὴν ἀνάστασιν. Καὶ γὰρ στρατιῶται παρεκάθηντο, καὶ Ἰουδαῖοι προσεδρεύουσιν. Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας. Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ προσελθὼν, ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. Μετὰ τὴν ἀνάστασιν ἦλθεν ὁ ἄγγελος. Τίνος οὖν ἕνεκεν ἦλθε, καὶ τὸν λίθον ἦρε; ∆ιὰ τὰς γυναῖκας· αὗται γὰρ αὐτὸν τότε εἶδον ἐν τῷ τάφῳ. Ἵν' οὖν πιστεύσωσιν ὅτι ἠγέρθη, ὁρῶσι τὸν τάφον κενὸν τοῦ σώματος. ∆ιὰ τοῦτο ἀνεῖλε τὸν λίθον, διὰ τοῦτο καὶ σεισμὸς ἐγένετο, ἵνα διαναστῶσι καὶ ἀφυπνισθῶσι. Καὶ γὰρ ἦσαν παραγενόμεναι, ὥστε ἔλαιον βαλεῖν, καὶ ἐν νυκτὶ ταῦτα ἐγίνετο, καὶ εἰκός τινας καὶ ἀποκαθευδῆσαι. Καὶ τίνος ἕνεκεν καὶ 58.784 διατί φησι, Μὴ φοβεῖσθε ὑμεῖς; Πρότερον αὐτὰς ἀπαλλάττει τοῦ δέους, καὶ τότε διαλέγεται περὶ τῆς ἀναστάσεως. Καὶ τὸ Ὑμεῖς δὲ πολλὴν ἐνδεικνυμένου τὴν τιμήν ἐστι, καὶ δεικνύντος, ὅτι τὰ ἔσχατα μένει τοὺς τετολμηκότας, ἅπερ ἐτόλμησαν, ἂν μὴ μετανοήσωσιν. Οὐ γὰρ ὑμῶν ἐστι τὸ δεδοικέναι, φησὶν, ἀλλ' ἐκείνων τῶν σταυρωσάντων. Ἀπαλλάξας τοίνυν αὐτὰς τοῦ φόβου, καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῆς ὄψεως, (καὶ γὰρ τὸ σχῆμα φαιδρὸν ἔδειξεν, ἅτε εὐαγγέλια τοιαῦτα φέρων·) ἐπήγαγε λέγων, Οἶδα ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. Καὶ οὐκ ἐπαισχύνεται ἐσταυρωμένον καλῶν· τοῦτο γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν. Ἠγέρθη. Πόθεν δῆλον; Καθὼς εἶπεν. Ὥστε κἂν ἐμοὶ, φησὶ, διαπιστῆτε, τῶν ἐκείνου μνήσθητε ῥημάτων, καὶ οὐδὲ ἐμοὶ διαπιστήσετε. Εἶτα καὶ ἄλλη ἀπόδειξις. ∆εῦτε καὶ ἴδετε τὸν τόπον, ὄπου ἔκειτο. ∆ιὰ τοῦτο ἐπῆρε τὸν λίθον, ὥστε καὶ ἐντεῦθεν αὐτὰς λαβεῖν τὴν ἀπόδειξιν. Καὶ εἴπατε τοῖς μαθηταῖς, ὅτι ὄψεσθε αὐτὸν εἰς τὴν Γαλιλαίαν. Καὶ ἑτέροις εὐαγγελίζεσθαι παρασκευάζει, ὃ μάλιστα αὐτὰς ἐποίει πιστεῦσαι. Καὶ καλῶς εἶπεν, Εἰς τὴν Γαλιλαίαν, ἀπαλλάττων πραγμάτων καὶ κινδύνων, ὥστε μὴ τὸν φόβον διενοχλεῖν τῇ πίστει. Καὶ ἐξῆλθον ἐκ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς. Τί δήποτε; Ἔκπληκτον πρᾶγμα εἶδον καὶ παράδοξον, τάφον κενὸν, ἔνθα πρῶτον τεθέντα εἶδον. ∆ιὸ καὶ ἤγαγεν αὐτὰς εἰς θεωρίαν, ἵνα ἀμφοτέρων γένωνται μάρτυρες, καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως. Καὶ γὰρ ἐνενόουν, ὅτι οὐδεὶς ἂν αὐτὸν ἦρε, στρατιωτῶν τοσούτων παρακαθημένων, εἰ μὴ ἑαυτὸν ἀνέστησε. ∆ιὰ τοῦτο καὶ χαίρουσι καὶ θαυμάζουσι, καὶ τῆς τοσαύτης παραμονῆς λαμβάνουσι τὴν ἀμοιβὴν, τὸ πρῶται ἰδεῖν καὶ εὐαγγελίσασθαι, οὐ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ ὁραθέντα. γʹ. Ἐπεὶ οὖν ἐξῆλθον μετὰ φόβου καὶ χαρᾶς, Ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ ἐκράτησαν τοὺς πόδας αὐτοῦ, καὶ μεθ' ὑπερβαλλούσης εὐφροσύνης αὐτῷ προσδραμοῦσαι, ἐλάμβανον καὶ διὰ τῆς ἁφῆς τεκμήριον καὶ πληροφορίαν τῆς ἀναστάσεως, Καὶ προσεκύνησαν αὐτῷ. Τί οὖν αὐτός; Μὴ φοβεῖσθε. Πάλιν καὶ αὐτὸς τὸ δέος ἐκβάλλει, προοδοποιῶν τῇ πίστει. Ἀλλ' ὑπάγετε, καὶ εἴπατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν· κἀκεῖ με ὄψονται. Σκόπει πῶς καὶ αὐτὸς διὰ τούτων τοὺς μαθητὰς εὐαγγελίζεται, ὃ πολλάκις εἶπον, τὸ μάλιστα γένος ἀτιμωθὲν εἰς τιμὴν ἄγων καὶ εἰς χρηστὰς ἐλπίδας, καὶ τὸ πεπονηκὸς ἰώμενος. Τάχα τις ὑμῶν ἐβούλετο κατ' ἐκείνας γενέσθαι, καὶ τοὺς πόδας κατασχεῖν τοῦ Ἰησοῦ; ∆ύνασθε καὶ νῦν. ὅσοι βούλεσθε, οὐχὶ τοὺς πόδας καὶ τὰς χεῖρας μόνον, ἀλλὰ καὶ τὴν κεφαλὴν κατασχεῖν τὴν ἱερὰν ἐκείνην, τῶν φρικτῶν ἀπολαύοντες μυστηρίων καθαρῷ συνειδότι. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὄψεσθε αὐτὸν, μετὰ τῆς ἀποῤῥήτου δόξης ἐκείνης καὶ τοῦ δήμου τῶν ἀγγέλων ἐρχόμενον, εἰ βουληθείητε εἶναι φιλάνθρωποι· καὶ ἀκούσεσθε, οὐχὶ ταῦτα τὰ ῥήματα μόνον, ὅτι Χαίρετε; ἀλλὰ καὶ ἐκεῖνα· ∆εῦτε οἱ εὐλογημένοι τοῦ