1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

28

λοδαπῆς ταλαιπωρίαν καὶ ἄλην. Ὁρᾷς ἀσκητὴν ἀκριβέστατον, καὶ τῆς κοσμικῆς ἁπάσης εὐημερίας διὰ τὸν Θεὸν ὑπερόπτην; Ἀλλ' ἐπίωμεν τὰ ἑξῆς. Καταλαμβάνει μὲν τὴν Παλαι στίνην, τὸν παρὰ Θεοῦ ὑποδειχθέντα τόπον εἰς παροι κίαν· λιμοῦ δὲ καταλαβόντος τὴν χώραν, εἰς Αἴγυ πτον μετανίσταται, κἀκεῖ τῆς γυναικὸς ἀφαιρεθεί σης, οὐ μικροψυχεῖ, οὐδὲ ταῖς οἰκονομίαις τοῦ Θεοῦ καταμέμφεται, ὡς τῆς εὐπειθείας τοιαύτας ἀντιδεχόμενος ἀμοιβάς· ἀλλὰ πράως καὶ τοῦτο ἤνεγκε τὸ πάντων βαρύτατον ἀδικημάτων ἀδίκημα, οὐχ ἅπαξ, ἀλλὰ γὰρ καὶ αὖθις ὑπὸ τοῦ Γεράρων βασι λέως γενόμενον. Κρίνας γὰρ ἅπαξ ὑπακούειν Θεῷ, οὐκ ἐσκόπει τί ἐπ' αὐτῷ οἰκονομεῖ ὁ Θεὸς, ἀλλ' ὅπως αὐτὸς ἀκριβεστάτην καὶ ἀνεπίληπτον τὴν ὑπ ακοὴν εἰσενέγκηται. ∆ιά τοι τοῦτο καὶ τὸ τελευ ταῖον λαμβάνει μὲν τὸν παῖδα τὸν Ἰσαὰκ, μακρᾶς εὐχῆς καὶ πίστεως ἆθλον καὶ δώρημα· ἐπειδὴ δὲ ἑώρα αὐτὸν εἰς ὥραν ἡλικίας προβαίνοντα, καὶ ἐλ πίδας ἀγαθὰς τοῖς γεγεννηκόσι παρέχοντα διαδοχῆς, καὶ τῆς μετέπειτα τοῦ γένους συστάσεως, τὸ τηνι καῦτα μετὰ τοσαύτας ἐλπίδας κελεύεται παρὰ τοῦ Θεοῦ ἀναγαγεῖν αὐτὸν εἰς ὄρος ὑψηλὸν, καὶ κατα θύειν τῷ δεδωκότι. ∆εξάμενος δὲ τὴν ἀπότομον ταύ την φωνὴν, καὶ τὴν φοβερὰν λειτουργίαν, καὶ τὸ τῆς φύσεως ἰσχυρότερον οὐκ ἐπίταγμα μόνον ἀλλὰ καὶ ἄκουσμα, ὅπως πράως ἤνεγκεν, ὅπως οὐκ ἐξέστη τὰς φρένας, ὅπως οὐ κατέπεσε τὴν ψυχὴν, ἀλλ' ὥσπερ ἄρνα τινὰ καταθύειν μέλλων, οὕτως ἠρεμαίῳ καὶ ἀταράχῳ φρονήματι τὸν ζυγὸν τῆς ὑπακοῆς ἐπιθέμενος, ᾔει σὺν τῷ παιδὶ, τὸ προσταχθὲν ἐκ πληρώσων, οὐδὲν οὐδὲ ἐν τούτῳ πολυπραγμονῶν τὴν τοῦ Θεοῦ κρίσιν, οὐδὲ μεμφόμενος, ἀλλὰ τὸ οἰκεῖον σκοπῶν, ὅπως ἂν κατὰ μηδὲν τὴν ὑπακοὴν παραλύσειεν. Οὕτω τοι καὶ λαμπρὸν ἤρατο στέφα νον, τῇ οἰκουμένῃ στήλη πίστεως καὶ ὑπακοῆς ἱδρυνθείς. Ἐνῆν μὲν οὖν καὶ τῶν λοιπῶν ἁγίων τῶν κατὰ παλαιὰν ἱστορίαν διαλαμψάντων τὴν εὐ πείθειαν διελθεῖν, εἰς παίδευμα τῆς τῶν ἀσκητῶν ἀναμφιλέκτου ὑπακοῆς· ἀλλ' ἵνα μὴ μακρὸν τὸν λόγον ἀπεργασώμεθα, ἕκαστον τῶν παιδεύεσθαι βου λομένων τῇ ἀκροάσει τῶν ἁγίων Γραφῶν παρα πέμψαντες, αὐτοὶ ἐπὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος τὸν λόγον τρεψόμεθα, δεικνύντες πῶς ὑπήκουον, καὶ πῶς ὑπετάσσοντο. Ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ἔτι 31.1408 τὴν ἀρχὴν τῆς μαθητεύσεως ἔχουσι, καὶ προσδοκῶ σιν, ὅσον οὐδέπω βασιλεῦσαι τὸν ∆εσπότην, καὶ ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτοὶ καμοῦνται μὲν οὐ δὲν, οὐδὲ κινδυνεύσουσιν, οὐδὲ κοπιάσουσιν, συμβα σιλεύσουσι δὲ Χριστῷ, καὶ τῆς βασιλικῆς δόξης καὶ θεραπείας καὶ τιμῆς συμμεθέξουσι. Καὶ τοῦτο δηλοῖ μὲν Πέτρος ἐπιτιμῶν τῷ Ἰησοῦ, ἡνίκα περὶ τοῦ οἰκείου πάθους ἐποιεῖτο τοὺς λόγους· Προσλα βόμενος γὰρ αὐτὸν, φησὶν, ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ δεικνὺς ταύτῃ, ὅτι οὐδ' ὁπωσ τιοῦν προσεδόκα δυσχερές· δηλοῦσι δὲ καὶ οἱ υἱοὶ Ζεβεδαίου τὴν μητέρα παρακαλοῦσαν ὑπὲρ αὐτῶν τῷ Κυρίῳ προσαγαγόντες, ὥστε τῇ ἐκ δεξιῶν καὶ τῇ ἐξ εὐωνύμων τιμηθῆναι καθέδρᾳ. Εἰ γὰρ μὴ αὐτίκα μάλα βασιλεύειν αὐτὸν ὑπελάμβανον, οὐκ ἂν τοῦτο ἐτόλμησαν αἰτῆσαι, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς ἐν οὐρανοῖς καθέδραν τοῦ Σωτῆρος διανοούμε νοι. Τί οὖν ταῦτα προσδοκῶσιν αὐτοῖς καὶ ἐλπίζου σιν ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρό βατα ἐν μέσῳ λύκων. Καὶ οὕτω πρᾶγμα ἐναν τιώτατον τῆς οἰκείας ἐλπίδος ἀκούσαντες, οὐκ εἶπον, ὅτι Ἐφ' ἑτέραις ἐλπίσι προσήλθομεν, καὶ ἐναντία τῶν ἐλπισθέντων προστάσσεις ἡμῖν; Ἄνεσιν προσ εδοκήσαμεν, καὶ πρὸς κινδύνους ἐκπέμπεις; Τιμὰς ἠλπίσαμεν, καὶ ἀτιμίας παρεισβάλλεις; Βασι λείαν προσεδοκήσαμεν, καὶ τὸ ἐλαύνεσθαι καὶ πάν των δούλους εἶναι διακελεύῃ; Οὐδὲν τούτων οὐκ εἶπον, καίπερ ἕτερα τῶν εἰρημένων ἀκούσαντες πλείονα καὶ βαρύτερα, οἷον τὸ, Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ.