1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

3

ἐπὶ πλεῖστον αὐτοῖς, ὥς φασι, τὸ τῆς φυγῆς παρετάθη ἔτος που ἕβδομον, καὶ μικρόν τι πρός· τό τε τῆς διαίτης σώμασιν εὖ γεγο νόσι στενόν τε καὶ παρηλλαγμένον, ὡς τὸ εἰκός, καὶ τὸ ὑπαιθρίοις κρυμοῖς καὶ θάλπεσι καὶ ὄμβροις ταλαιπωρεῖν, ἥ τε ἄφιλος ἐρημία καὶ τὸ ἀκοινώνητόν τε καὶ ἄμικτον, ὅσον εἰς κακοπάθειαν τοῖς ὑπὸ πολλῶν δορυφορουμένοις καὶ τιμωμένοις. 6.3 Ἐγὼ δέ, ὃ τούτων μεῖζόν ἐστι καὶ παραδοξότερον, λέξων ἔρχομαι· ἀπιστήσει δ' οὐδεὶς ἢ ὅστις οὐδὲν μέγα οἴεται τοὺς ὑπὲρ Χριστοῦ διωγμοὺς καὶ κινδύ νους, κακῶς γινώσκων καὶ λίαν ἐπικινδύνως.

7.1 Ἐπόθουν τι καὶ τῶν πρὸς ἡδονὴν οἱ γεννάδαι, τῷ χρόνῳ κάμνοντες καὶ τῶν ἀναγκαίων ὄντες διακορεῖς· καὶ τὰ μὲν τοῦ Ἰσραὴλ οὐκ ἐφθέγξαντο· οὐ γὰρ ἦσαν γογγυ σταὶ κατὰ τοὺς ἐκείνους ἐν τῇ ἐρήμῳ ταλαιπωροῦντας μετὰ τὴν ἐξ Αἰγύπτου φυγήν, ὡς ἄρα βελτίων Αἴγυπτος αὐτοῖς εἴη τῆς ἐρημίας, πολλὴν τῶν λεβήτων καὶ τῶν κρεῶν χορη γοῦσα τὴν ἀφθονίαν τῶν τε ἄλλων ὅσα ἐκεῖσε ἀπέλιπον· ἡ γὰρ πλινθεία καὶ ὁ πηλὸς οὐδὲν ἦν αὐτοῖς τότε διὰ τὴν ἄνοιαν· ἄλλα δέ, ὡς εὐσεβέστερα καὶ πιστότερα! 7.2 «Τί γάρ ἐστιν, ἔλεγον, τῶν ἀπίστων, εἰ ὁ τῶν θαυμασίων Θεός, ὁ θρέψας πλουσίως ἐν ἐρήμῳ ξένον λαὸν καὶ φυγάδα, ὥστε καὶ ἄρτον ὀμβρῆσαι καὶ βλύσαι ὄρνιθας, τρέφων οὐ τοῖς ἀναγκαίοις μόνον, ἀλλὰ καὶ τοῖς περιττοῖς· εἰ ὁ τεμὼν θάλασσαν καὶ στήσας ἥλιον καὶ ποταμὸν ἀνακόψας, καὶ τἆλλα δὴ ὑπειπόντες ὅσα πεποίηκε (φιλεῖ γὰρ ἐν τοῖς τοιούτοις φιλιστορεῖν ἡ ψυχὴ καὶ πολλοῖς θαύμασιν ἀνυμνεῖν τὸν Θεόν)· οὗτος, ἐπῆγον, καὶ ἡμᾶς θρέψειε σήμε ρον τοῖς τῆς τρυφῆς τοὺς τῆς εὐσεβείας ἀγωνιστάς; 7.3 Πολλοὶ μὲν θῆρες τὰς τῶν πλουσίων διαφυγόντες τραπέζας, ἅπερ ἦν ποτε καὶ ἡμῖν, τοῖς ὄρεσι τούτοις ἐμφωλεύουσι· πολλοὶ δὲ ὄρνιθες τῶν ἐδωδίμων τοὺς ποθοῦντας ἡμᾶς ὑπερίπτανται, ὧν τί μὴ θηράσιμόν σοι θελήσαντι μόνον»; 7.4 Ταῦτ' ἔλεγον, καὶ ἡ θήρα παρῆν, ὄψον αὐτόματον, ἀπραγμάτευτος πανδαισία, ἔλαφοι τῶν λόφων ποθὲν ὑπερ φανέντες ἀθρόως. Ὡς μὲν εὐμεγέθεις, ὡς δὲ πίονες, ὡς δὲ πρόθυμοι πρὸς σφαγήν! Μονονουχὶ καὶ τοῦτο εἰκάζειν ἦν, ὅτι μὴ τάχιον ἐκλήθησαν ἐδυσχέραινον. 7.5 Οἱ μὲν εἷλκον τοῖς νεύμασι, οἱ δὲ ἤγοντο. Τίνος διώκοντος ἢ συναναγκάζοντος; Οὐδενός. Τίνων ἱππέων; Ποίων κυνῶν; Τίνος ὑλακῆς ἢ κραυγῆς ἢ νέων προκαταλαβόντων τὰς διεξόδους τοῖς θήρας νόμοις; Εὐχῆς δέσμιοι καὶ δικαίας αἰτήσεως. Τίς ἔγνω τοιοῦτον θήραμα τῶν νῦν ἢ τῶν πώποτε.

8.1 Ὦ τοῦ θαύματος! αὐτοὶ τοῦ θηράματος ἦσαν ταμίαι. Ὅσον φίλον εἴχετο θελήμασι μόνον· ὅσον περιττὸν ἀπεπέμφθη ταῖς λόχμαις εἰς δευτέραν τράπεζαν. Οἱ ὀψο ποιοὶ σχέδιοι, τὸ δεῖπνον εὐτρεπές, οἱ δαιτύμονες εὐχάρισ τοι, προοίμιον ἔχοντες ἤδη τῶν ἐλπιζομένων τὸ παρὸν θαῦμα. Ἐξ οὗ καὶ πρὸς τὴν ἄθλησιν ὑπὲρ ἧς ταῦτα ἦν αὐτοῖς, ἐγίνοντο προθυμότεροι. Τοιαῦτα τὰ ἐμὰ διηγήματα. 8.2 Σὺ δέ μοι λέγε τὰς ἐλαφηβόλους σου καὶ τοὺς Ὠρίωνας καὶ τοὺς Ἀκταίωνας, τοὺς κακοδαίμονας θηρευτάς, ὁ ἐμὸς διώκτης, ὁ τοὺς μύθους θαυμάζων καὶ τὴν ἀντιδο θεῖσαν ἔλαφον τῆς παρθένου, εἴ τι τοσοῦτον εἰς φιλοτιμίαν ἔστι σοι, κἂν δῶμεν μὴ μῦθον εἶναι τὸ ἱστορούμενον. 8.3 Ὡς τά γε ἑξῆς τοῦ λόγου καὶ λίαν αἰσχρά! Τί γὰρ ὄφε λος τῆς ἀντιδόσεως, εἰ σῴζει παρθένον ἵνα ξενοκτονεῖν διδαχθῇ, ἀπανθρωπίαν μαθοῦσα φιλανθρωπίας ἀντίδοσιν; 8.4 Τοῦτο μὲν οὖν τοσοῦτον ἐκ πολλῶν ἓν καὶ ἀντὶ πολλῶν, ὡς ὁ ἐμὸς λόγος. Καὶ τοῦτο διῆλθον, οὐχ ἵν' ἐκείνῳ προσθῶ τι τῆς εὐδοξίας· οὔτε γὰρ θάλασσα δεῖται τῶν εἰσρεόντων εἰς αὐτὴν ποταμῶν κἂν εἰσρέωσιν ὅτι πλεῖστοι καὶ μέγιστοι, οὔτε τῶν εἰσοισόντων τι πρὸς εὐφη μίαν ὁ νῦν ἐπαινούμενος· 8.5 ἀλλ' ἵν' ἐπιδείξαιμι, οἵων αὐτῷ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων, καὶ πρὸς ὃ παράδειγμα βλέπων, ὅσον ὑπερηκόντισεν. Εἰ γὰρ μέγα τοῖς ἄλλοις τὸ προσλαβεῖν τι παρὰ τῶν ἄνωθεν εἰς φιλοτιμίαν, μεῖζον ἐκείνῳ τὸ προσθεῖναι τοῖς ἄνω παρ' ἑαυτοῦ, καθάπερ ῥεύ ματος ἀνατρέχοντος.