30
τροφὴν ἠγάπησε, Θεῷ καθαίρων ἑαυτὸν διὰ τῆς ἐγκρατείας· καὶ οὗτος Χριστοῦ κῆρυξ ἠξιώθη γενέσθαι, εἰ καὶ μὴ πρόδρομος· καὶ ἐξεπορεύετο πρὸς αὐτόν, οὐχ ἡ περίχωρος πᾶσα μόνον, ἀλλ' ἤδη καὶ ἡ ὑπερόριος· καὶ οὗτος μέσος τῶν δύο διαθηκῶν, τῆς μὲν καταλύων τὸ γράμμα, τῆς δὲ δημοσιεύων τὸ πνεῦμα καὶ ποιῶν πλήρω σιν τοῦ κρυπτομένου νόμου τὴν τοῦ φαινομένου κατάλυσιν.
76.1 Ἐμιμήσατο Πέτρου τὸν ζῆλον, Παύλου τὸν τόνον, τῶν ὀνομαστῶν καὶ μετωνομασμένων ἀμφοτέρων τὴν πίστιν· τῶν υἱῶν Ζεβεδαίου τὸ μεγαλόφωνον· πάντων τῶν μαθητῶν τὸ εὐτελὲς καὶ ἀπέριττον. ∆ιὰ ταῦτά τοι καὶ κλεῖς οὐρανῶν πιστεύεται· καὶ οὐχ ὅσον ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, μείζονα δὲ κύκλον τῷ εὐαγγελίῳ περι λαμβάνει· καὶ υἱὸς βροντῆς, οὐκ ὀνομάζεται μέν, γίνεται δέ· καὶ ἐπὶ τὸ στῆθος Ἰησοῦ κείμενος, ἐκεῖθεν ἕλκει τοῦ λόγου τὴν δύναμιν καὶ τὸ βάθος τῶν νοημάτων. 76.2 Στέφανος μὲν γὰρ ἐκωλύθη γενέσθαι, εἰ καὶ πρό θυμος ἦν, ἐπισχὼν αἰδοῖ τοὺς λιθάζοντας. Ἔτι δὲ συντομώτερον εἰπεῖν ἔχω, ἵνα μὴ τοῖς καθ' ἕκαστον ἐπεξίω περὶ τούτων· ἐκεῖνος γὰρ τὸ μὲν ἐξεῦρε τῶν καλῶν, τὸ δὲ ἐζήλωσε, τὸ δὲ ἐνίκησε· τῷ δὲ διὰ πάν των ἐλθεῖν, τῶν νῦν πάντων ἐκράτησεν. Ἓν ἐπὶ πᾶσιν ἐρῶ καὶ σύντομον.
77.1 Τοσαύτη τοῦ ἀνδρὸς ἡ ἀρετὴ καὶ ἡ τῆς δόξης περιουσία, ὥστε πολλὰ καὶ τῶν ἐκείνου μικρῶν, ἤδη δὲ καὶ τῶν σωματικῶν ἐλαττωμάτων, ἑτέροις εἰς εὐδοξίαν ἐπενοήθη· οἷον ὠχρότητα λέγω καὶ γενειάδα καὶ βαδίσματος ἦθος καὶ τὸ περὶ λόγον μὴ πρόχειρον, σύννουν τε, ὡς τὰ πολλά, καὶ εἴσω συννενευκός· ὃ τοῖς πολλοῖς μὴ καλῶς ζηλωθὲν μηδὲ νοηθέν, σκυθρωπότης ἐγένετο· ἔτι δὲ εἶδος ἐσθῆτος καὶ σκίμποδος σχῆμα καὶ τρόπος βρώσεως, ὧν οὐδὲν ἐκείνῳ διὰ σπουδῆς ἦν, ἀλλ' ἁπλῶς ἔχον καὶ συμπῖπτον ὡς ἔτυχε. 77.2 Καὶ πολλοὺς ἂν ἴδοις Βασιλείους ἄχρι τοῦ ὁρωμένου, τοὺς ἐν ταῖς σκιαῖς ἀνδριάντας· πολὺ γὰρ εἰπεῖν, ὅτι καὶ τὸ τῆς ἠχοῦς ὑστερόφωνον· ἐκείνη μὲν γάρ, εἰ καὶ τὰ τελευ ταῖα τῆς φωνῆς, ἀλλ' οὖν ἐναργέστερον ὑποκρίνεται· οἱ δὲ πλεῖον ἀπέχουσι τοῦ ἀνδρὸς ἢ ὅσον πλησιάζειν ἐπιθυμοῦσιν. 77.3 Ἐκεῖνο δὲ οὐκ ἔτι μικρόν, ἀλλὰ καὶ μέγιστον εἰς φιλοτιμίαν εἰκότως, τὸ τυχεῖν ἐκείνῳ ποτὲ πλησιάσαντας, ἢ θεραπεύσαντας, ἤ τι κατὰ παιδιὰν ἢ σπουδὴν εἰρημένον ἢ πεπραγμένον φέρειν ἀπομνημόνευμα, ὥσπερ οὖν κἀγὼ πολλάκις οἶδα καλλωπισάμενος· ἐπεὶ καὶ τὰ πάρεργα τοῦ ἀνδρὸς τῶν πονουμένων ἑτέροις πολὺ τιμιώτερα καὶ περιφανέστερα.
78.1 Ἐπεὶ δὲ τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας ἐπόθει τὴν ἀνάλυσιν, καὶ ὁ τῶν στεφάνων ἐνειστήκει καιρός, κἀκεῖνο μὲν οὐκ ἤκουσεν· «Εἰς τὸ ὄρος ἀνάβηθι καὶ τελεύτα», «τελεύτα» δὲ «καὶ ἀνάβαινε πρὸς ἡμᾶς», θαυματουργεῖ τι κἀνταῦθα τῶν προειρημένων οὐκ ἔλαττον. 78.2 Νεκρὸς γὰρ ὢν ἤδη σχεδὸν καὶ ἄπνους καὶ τὸ τοῦ βίου πλεῖστον καταλελοιπώς, εὐτονώτερος γίνεται περὶ τοὺς ἐξιτηρίους τῶν λόγων, ἵνα τοῖς τῆς εὐσεβείας συναπέλθῃ ῥήμασι, καὶ χειροτονίαις τῶν γνησιωτάτων αὐτοῦ θεραπευτῶν τὴν χεῖρα δίδωσι καὶ τὸ Πνεῦμα· ὥστε μὴ ζημιωθῆναι τὸ βῆμα τοὺς ἐκείνου μαθητὰς καὶ τῆς ἱερωσύνης συλλή πτορας. 78.3 Τοῖς δὲ ἑξῆς ὀκνεῖ μὲν προσελθεῖν ὁ λόγος, προσβήσεται δὲ ὅμως, εἰ καὶ ἄλλοις μᾶλλον ἡμῶν πρέπων ὁ λόγος. Οὐ γὰρ ἔχω φιλοσοφεῖν ἐν τῷ πάθει, καὶ εἰ σφόδρα φιλοσοφεῖν ἐσπούδακα, τῆς κοινῆς μεμνημένος ζημίας, καὶ τοῦ κατασχόντος πάθους τὴν οἰκουμένην.
79.1 Ἔκειτο μὲν ὁ ἀνὴρ τὰ τελευταῖα πνέων καὶ παρὰ τῆς ἄνω χοροστασίας ἐπιζητούμενος, πρὸς ἣν ἐκ πλείονος ἔβλεπεν. Ἐγχεῖτο δὲ περὶ αὐτὸν πᾶσα ἡ πόλις, τὴν ζημίαν οὐ φέροντες καὶ τῆς ἐκδημίας ὡς τυραννίδος καταβοῶντες καὶ τῆς ψυχῆς λαμβανόμενοι, ὡς καθεκτῆς καὶ βιασθῆναι δυναμένης ἢ χερσὶν ἢ δεήσεσιν· ἐποίει γὰρ αὐτοὺς καὶ παράφρονας τὸ πάθος· καὶ προσθεῖναί τι τῆς ἑαυτῶν ζωῆς