1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

9

Ἑταίρων τε γὰρ ὡμιλοῦ μεν, οὐ τοῖς ἀσελγεστάτοις ἀλλὰ τοῖς σωφρονεστάτοις, οὐδὲ τοῖς μαχιμωτάτοις ἀλλὰ τοῖς εἰρηνικωτάτοις καὶ οἷς συνεῖναι λυσιτελέστατον· εἰδότες, ὅτι κακίας ῥᾷον μεταλαβεῖν ἢ ἀρετῆς μεταδοῦναι, ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον ἢ ὑγίειαν χαρίσασθαι. Μαθημάτων δὲ οὐ τοῖς ἡδίσ τοις πλέον ἢ τοῖς καλλίστοις ἐχαίρομεν· ἐπειδὴ κἀντεῦθέν ἐστιν ἢ πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους ἢ πρὸς κακίαν.

21.1 ∆ύο μὲν ἐγνωρίζοντο ἡμῖν ὁδοί· ἡ μὲν πρώτη καὶ τιμιωτέρα, ἡ δὲ δευτέρα καὶ οὐ τοῦ ἴσου λόγου· ἥ τε πρὸς τοὺς ἱεροὺς ἡμῶν οἴκους καὶ τοὺς ἐκεῖσε διδασκάλους φέρουσα, καὶ ἡ πρὸς τοὺς ἔξωθεν παιδευτάς. Τὰς ἄλλας δὲ τοῖς βουλομένοις παρήκαμεν ἑορτάς, θέατρα, πανηγύ ρεις, συμπόσια. 21.2 Οὐδὲν γὰρ οἶμαι τίμιον, ὃ μὴ πρὸς ἀρετὴν φέρει, μηδὲ ποιεῖ βελτίους τοὺς περὶ αὐτὸ σπουδά ζοντας. Ἄλλοις μὲν οὖν ἄλλαι προσηγορίαι τινές εἰσιν, ἢ πατρόθεν ἢ οἴκοθεν, ἐκ τῶν ἰδίων ἐπιτηδευμάτων ἢ πρά ξεων· ἡμῖν δὲ τὸ μέγα πρᾶγμα καὶ ὄνομα, Χριστιανοὺς καὶ εἶναι καὶ ὀνομάζεσθαι· 21.3 ᾧ πλέον ἐφρονοῦμεν ἢ τῇ στροφῇ τῆς σφενδονῆς ὁ Γύγης, εἴπερ μὴ μῦθος ἦν, ἐξ ἧς Λυδῶν ἐτυράννησεν· ἢ τῷ χρυσῷ ποτε Μίδας, δι' ὃν ἀπώ λετο, ἐπιτυχὼν τῆς εὐχῆς καὶ πάντα χρυσὸν κτησάμενος, ἄλλος οὗτος Φρύγιος μῦθος. 21.4 Τὸν γὰρ Ἀβάριδος ὀϊστὸν τί ἂν λέγοιμι τοῦ Ὑπερβορέου ἢ τὸν Ἀργεῖον Πήγασον, οἷς οὐ τοσοῦτον ἦν τὸ δι' ἀέρος φέρεσθαι ὅσον ἡμῖν τὸ πρὸς Θεὸν αἴρεσθαι δι' ἀλλήλων καὶ σὺν ἀλλήλοις. 21.5 Εἴπω τι συντομώτερον· βλαβεραὶ μὲν τοῖς ἄλλοις Ἀθῆναι τὰ εἰς ψυχήν· οὐ γὰρ φαύλως τοῦτο ὑπολαμβά νεται τοῖς εὐσεβεστέροις· καὶ γὰρ πλουτοῦσι τὸν κακὸν πλοῦτον εἴδωλα, μᾶλλον τῆς ἄλλης Ἑλλάδος, καὶ χαλεπὸν μὴ συναρπασθῆναι τοῖς τούτων ἐπαινέταις καὶ συνηγό ροις· ἡμῖν δ' οὐδεμία παρὰ τούτων ζημία τὴν διάνοιαν πεπυκνωμένοις καὶ πεφραγμένοις. 21.6 Τοὐναντίον μὲν οὖν, εἴ τι χρὴ καὶ παράδοξον εἰπεῖν, εἰς τὴν πίστιν ἐντεῦθεν ἐβεβαιώθημεν, καταμαθόντες αὐτῶν τὸ ἀπατηλὸν καὶ κίβδη λον, ἐνταῦθα δαιμόνων καταφρονήσαντες, οὗ θαυμάζονται δαίμονες. Καὶ εἴ τις ἔστιν ἢ πιστεύεται ποταμός, δι' ἅλμης ῥέων γλυκύς, ἢ ζῷον ἐν πυρὶ σκαῖρον, ᾧ τὰ πάντα ἁλίσκεται, τοῦτο ἦμεν ἡμεῖς ἐν πᾶσι τοῖς ἥλιξι.

22.1 Καὶ τὸ κάλλιστον, ὅτι καὶ φρατρία τις περὶ ἡμᾶς οὐκ ἀγεννὴς ἦν, ὑπ' ἐκείνῳ καθηγεμόνι παιδευομένη καὶ ἀγομένη καὶ τοῖς αὐτοῖς χαίρουσα· εἰ καὶ πεζοὶ παρὰ Λύδιον ἅρμα ἐθέομεν, τὸν ἐκείνου δρόμον καὶ τρόπον· ἐξ ὧν ὑπῆρχεν ἡμῖν ἐπισήμοις μὲν εἶναι παρὰ τοῖς ἡμετέ ροις παιδευταῖς καὶ συμπράκτορσιν, ἐπισήμοις δὲ παρὰ τῇ Ἑλλάδι πάσῃ καὶ ταύτης μάλιστα τοῖς γνωριμωτάτοις. 22.2 Ἤδη δὲ καὶ μέχρι τῆς ὑπερορίας προήλθομεν, ὡς σαφὲς γέγονεν ἐκ πλειόνων τῶν ταῦτα διηγουμένων. Παρὰ τοσού τοις μὲν γὰρ οἱ ἡμέτεροι παιδευταί, παρ' ὅσοις Ἀθῆναι· παρὰ τοσούτοις δὲ ἡμεῖς, παρ' ὅσοις οἱ παιδευταί, συνακουόμενοί τε ἀλλήλοις καὶ συλλαλούμενοι, καὶ ξυνωρὶς οὐκ ἀνώνυμος καὶ ὄντες παρ' αὐτοῖς καὶ ἀκούοντες. 22.3 Οὐδὲν τοιοῦτον αὐτοῖς οἱ Ὀρέσται καὶ οἱ Πυλάδαι· οὐδὲν οἱ Μολιονίδαι, τῆς Ὁμηρικῆς δέλτου τὸ θαῦμα, οὓς κοινωνία συμφορῶν ἐγνώρισε, καὶ τὸ καλῶς ἅρμα ἐλαύνειν μεριζομένους ἐν ταὐτῷ ἡνίας καὶ μάστιγας. 22.4 Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν εἰς τοὺς ἐμοὺς ὑπαχθεὶς ἐπαίνους, ὁ μηδὲ παρ' ἑτέρου ποτὲ τοῦτο δεξάμενος· καὶ θαυμαστὸν οὐδέν, εἰ κἀνταῦθα τῆς ἐκείνου φιλίας τι παραπ έλαυσα, ὥσπερ ζῶντος εἰς ἀρετήν, οὕτω μεταστάντος εἰς εὐφημίαν. Ἀλλ' ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω πάλιν ἡμῖν ὁ λόγος.

23.1 Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν καὶ πρὸ τῆς πολιᾶς; ἐπειδὴ τούτῳ καὶ Σολομῶν τὸ γῆρας ὁρίζε ται. Τίς δὲ οὕτως αἰδέσιμος ἢ παλαιοῖς ἢ νέοις, μὴ ὅτι τῶν κατὰ τὸν αὐτὸν ἡμῖν χρόνον, ἀλλὰ καὶ τῶν πλεῖστον προειληφότων; Τίς μὲν ἧττον ἐδεῖτο λόγων διὰ τὸν τρό πον; Τίς δὲ μᾶλλον μετέσχε λόγου καὶ μετὰ τοῦ