1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

5

πυρὸς καὶ τροφῆς καὶ σιδήρου καὶ τῶν ἄλλων οὐδὲν καθ' ἑαυτὸ χρησιμώτατον ἴσμεν ἢ βλαβερώτατον, ἀλλ' ὅπως ἂν δοκῇ τοῖς χρωμένοις· ἤδη δὲ καὶ τῶν ἑρπυστικῶν θηρίων ἔστιν ἃ τοῖς πρὸς σωτηρίαν φαρμάκοις συνεκεράσαμεν· οὕτω καὶ τούτων τὸ μὲν ἐξεταστικόν τε καὶ θεωρητικὸν ἐδεξάμεθα, ὅσον δὲ εἰς δαίμονας φέρει καὶ πλάνην καὶ ἀπωλείας βυθὸν διεπτύσαμεν· ὅτι μὴ κἀκ τού των πρὸς θεοσέβειαν ὠφελήμεθα, ἐκ τοῦ χείρονος τὸ κρεῖττον καταμαθόντες, καὶ τὴν ἀσθένειαν ἐκείνων ἰσχὺν τοῦ καθ' ἡμᾶς λόγου πεποιημένοι. 11.4 Οὔκουν ἀτιμαστέον τὴν παίδευσιν, ὅτι τοῦτο δοκεῖ τισιν· ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας, οἳ βούλοιντ' ἂν ἅπαντας εἶναι καθ' ἑαυ τούς, ἵν' ἐν τῷ κοινῷ τὸ κατ' αὐτοὺς κρύπτηται, καὶ τοὺς τῆς ἀπαιδευσίας ἐλέγχους διαδιδράσκωσιν. Ἐπεὶ δὲ τοῦτο ὑπεθέμεθα καὶ ἀνωμολογησάμεθα, φέρε τὰ κατ' αὐτὸν θεωρήσωμεν.

12.1 Τὰ μὲν δὴ πρῶτα τῆς ἡλικίας ὑπὸ τῷ μεγάλῳ πατρί, ὃν κοινὸν παιδευτὴν ἀρετῆς ὁ Πόντος τηνικαῦτα προὐβάλλετο, σπαργανοῦται καὶ διαπλάττεται πλάσιν τὴν ἀρίστην τε καὶ καθαρωτάτην, ἣν ἡμερινὴν ὁ θεῖος ∆αβὶδ καλῶς ὀνομάζει καὶ τῆς νυκτερινῆς ἀντίθετον. 12.2 Ὑπὸ δὴ τούτῳ, καὶ βίον καὶ λόγον συναυξανομένους τε καὶ συνα νιόντας ἀλλήλοις ὁ θαυμάσιος ἐκπαιδεύεται· οὐ Θετταλικόν τι καὶ ὄρειον ἄντρον αὐχῶν ὡς ἀρετῆς ἐργαστήριον, οὐδέ τινα Κένταυρον ἀλαζόνα τῶν κατ' αὐτὸν ἡρώων διδάσ καλον· οὐδὲ πτῶκας βάλλειν ἢ κατατρέχειν νεβρῶν ἢ θηρεύειν ἐλάφους ὑπ' αὐτοῦ διδασκόμενος, ἢ τὰ πολεμικὰ κράτιστος εἶναι ἢ πωλοδαμνεῖν ἄριστα, τῷ αὐτῷ πώλῳ καὶ διδασκάλῳ χρώμενος, ἢ μυελοῖς ἐλάφων τε καὶ λεόν των τοῖς μυθικοῖς ἐκτρεφόμενος· ἀλλὰ τὴν ἐγκύκλιον παίδευσιν παιδευόμενος καὶ θεοσέβειαν ἐξασκούμενος καί, συνελόντι φάναι, πρὸς τὴν μέλλουσαν τελειότητα διὰ τῶν ἐξ ἀρχῆς μαθημάτων ἀγόμενος. 12.3 Οἱ μὲν γὰρ ἢ βίον μόνον, ἢ λόγον κατωρθωκότες, τῷ ἑτέρῳ δὲ λείποντες, οὐδὲν τῶν ἑτεροφθάλμων, ἐμοὶ δοκεῖν, διαφέρουσιν, οἷς μεγάλη μὲν ἡ ζημία, μεῖζον δὲ τὸ αἶσχος ὁρῶσι καὶ ὁρωμένοις. Οἷς δὲ κατ' ἀμφότερα εὐδοκιμεῖν ὑπάρχει καὶ εἶναι περιδεξίοις, τούτοις καὶ τὸ εἶναι τελείοις καὶ βιοτεύειν μετὰ τῆς ἐκεῖθεν μακαριότητος. 12.4 Ὅπερ οὖν ἐκείνῳ συμβέβηκεν εὖ ποιοῦν οἴκοθεν ἔχοντι τῆς ἀρετῆς τὸ παράδειγμα, πρὸς ὃ βλέπων εὐθὺς ἄριστος ἦν. Ὥσπερ τοὺς πώλους καὶ τοὺς μόσχους ὁρῶμεν ὁμοῦ τῇ γενέσει ταῖς μητράσιν ἑαυτῶν παρασκαίροντας, οὕτω καὶ αὐτὸς τῷ πατρὶ παραθέων ἐγγύθεν ἐν πωλικῷ τῷ φρυάγματι καὶ τῶν ἄκρων τῆς ἀρετῆς κινημάτων οὐ παρὰ πολὺ λειπόμε νος· εἰ βούλει δέ, κἀν τῇ σκιαγραφίᾳ τὸ μέλλον τῆς ἀρε τῆς κάλλος ὑποσημαίνων καὶ πρὸ τοῦ καιροῦ τῆς ἀκριβείας τὰ τῆς ἀκριβείας προχαραττόμενος.

13.1 Ἐπεὶ δὲ ἱκανῶς εἶχε τῆς ἐνταῦθα παιδεύσεως, ἔδει δ' αὐτὸν μηδὲν τῶν καλῶν διαφυγεῖν, μηδὲ τῷ φιλο πόνῳ τῆς μελίσσης ἀπολειφθῆναι συλλεγούσης ἐκ παντὸς ἄνθους τὰ χρησιμώτατα, ἐπὶ τὴν Καισαρέων πόλιν ἐπείγε ται, τῶν τῇδε μεθέξων παιδευτηρίων· ταύτην δὲ λέγω τὴν περιφανῆ τε καὶ ἡμετέραν, ἐπεὶ καὶ τῶν ἐμῶν λόγων αὕτη καθηγεμὼν καὶ διδάσκαλος, τὴν οὐχ ἧττον λόγων μητρό πολιν ἢ τῶν πόλεων ὧν ὑπέρκειται καὶ καθ' ὧν ἔχει τὴν δυναστείαν· ἣν εἴ τις τοῦ ἐν λόγοις κράτους ἀποστερήσειεν, ἀφῃρηκὼς ἔσται αὐτὸ τὸ κάλλιστόν τε καὶ ἰδικώτατον. 13.2 Ἄλλαι μὲν γὰρ τῶν πόλεων ἄλλοις ἀγάλλονται καλλω πίσμασιν ἢ παλαιοῖς ἢ νέοις, ὅπως ἂν οἶμαι τῶν διηγημά των ἔχωσιν ἢ τῶν ὁρωμένων· τῇδε λόγοι τὸ γνώρισμα, ὥσπερ ἐν τοῖς ὅπλοις ἢ τοῖς δράμασι τὰ ἐπίσημα. 13.3 Τὰ δὲ ἑξῆς αὐτοὶ διηγείσθωσαν, οἱ καὶ παιδεύσαντες τὸν ἄνδρα παρ' ἑαυτοῖς καὶ τῆς παιδεύσεως ἀπολαύσαντες· ὅσος μὲν ἦν διδασκάλοις, ὅσος δὲ ἥλιξι, τοῖς μὲν παρεκτεινόμενος, τοὺς δὲ ὑπεραίρων κατὰ πᾶν εἶδος παιδεύσεως· ὅσον κλέος ἐντὸς ὀλίγου χρόνου παρὰ πᾶσιν ἠνέγκατο, καὶ τοῖς ἐκ τοῦ δήμου καὶ τοῖς πρώτοις τῆς πόλεως, μείζω μὲν τῆς ἡλικίας τὴν παίδευσιν, μείζω δὲ τῆς παιδεύσεως τὴν τοῦ ἤθους πῆξιν ἐπιδεικνύμενος· ῥήτωρ ἐν