1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

20

ἀπειλήν, τὴν μὲν κοινωνίαν οὐ δέξασθαι, τὴν μετάθεσιν αἰσχυνόμενον, ζητεῖν δὲ ἀπολογίαν, ἥ τις εὐπρε πεστάτη· δηλώσει δὲ καὶ ταύτην ὁ λόγος.

52.1 Εἰς γὰρ τὸ ἱερὸν εἰσελθὼν μετὰ πάσης τῆς περὶ αὐτὸν δορυφορίας· ἦν δὲ ἡμέρα τῶν Ἐπιφανίων καὶ ἀθροί σιμος· καὶ τοῦ λαοῦ μέρος γενόμενος, οὕτως ἀφοσιοῦται τὴν ἕνωσιν· ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν. 52.2 Ἐπειδὴ γὰρ ἔνδον ἐγένετο καὶ τὴν ἀκοὴν προσβαλούσῃ τῇ ψαλμῳδίᾳ κατεβροντήθη τοῦ τε λαοῦ τὸ πέλαγος εἶδε καὶ πᾶσαν τὴν εὐκοσμίαν, ὅση τε περὶ τὸ βῆμα καὶ ὅση πλησίον, ἀγγελικὴν μᾶλλον ἢ ἀνθρωπίνην· τὸν μὲν τοῦ λαοῦ προτεταγμένον ὄρθιον, οἷον τὸν Σαμουὴλ ὁ λόγος γράφει, ἀκλινῆ καὶ τὸ σῶμα καὶ τὴν ὄψιν καὶ τὴν διάνοιαν, ὥσπερ οὐδενὸς καινοῦ γεγονότος, ἀλλ' ἐστηλωμένον, ἵν' οὕτως εἴπω, Θεῷ καὶ τῷ βήματι· τοὺς δὲ περὶ αὐτὸν ἑστηκότας ἐν φόβῳ τινὶ καὶ σεβάσματι· ἐπειδὴ ταῦτα εἶδε, καὶ πρὸς οὐδὲν παράδειγμα ἠδύνατο θεωρεῖν τὰ ὁρώμενα, ἔπαθέ τι ἀνθρώπινον, σκότου καὶ δίνης πληροῦται τὴν ὄψιν καὶ τὴν ψυχὴν ἐκ τοῦ θάμ βους. Καὶ τοῦτο ἦν τοῖς πολλοῖς ἄδηλον ἔτι. 52.3 Ἐπεὶ δὲ τὰ δῶρα τῇ θείᾳ τραπέζῃ προσενεγκεῖν ἔδει, ὧν αὐτουργὸς ἦν, συνεπελάβετο δ' οὐδείς, ὥσπερ ἦν ἔθος, ἄδηλον ὂν εἰ προσήσεται, τηνικαῦτα τὸ πάθος γνωρίζεται. 52.4 Περιτρέπει γὰρ καί, εἰ μή τις τῶν ἐκ τοῦ βήματος ὑποσχὼν τὴν χεῖρα τὴν περιτροπὴν ἔστησε, κἂν κατηνέχθη πτῶμα δακρύων ἄξιον. Εἶεν.

53.1 Ἃ δὲ αὐτῷ διείλεκται τῷ βασιλεῖ καὶ μεθ' ὅσης τῆς φιλοσοφίας, ἐπειδή γε αὖθις τρόπον τινὰ συνεκκλησιά σας ἡμῖν εἴσω τοῦ παραπετάσματος ἑαυτὸν ἐποιήσατο εἴς τε ὄψιν ἦλθε καὶ λόγους, ποθῶν ἐκ πλείονος, τί χρὴ καὶ λέγειν, τί δ' ἄλλο γε ἢ Θεοῦ φωνάς, αἳ τοῖς περὶ τὸν βασιλέα καὶ ἡμῖν τοῖς συνεισελθοῦσιν ἠκούσθησαν; 53.2 Αὕτη γίνεται τῆς τοῦ βασιλέως περὶ ἡμᾶς φιλανθρωπίας ἀρχὴ καὶ κατάστασις πρώτη· τοῦτο τὸ λῆμα τῆς τότε διοχλούσης ἐπηρείας τὸ πλεῖστον, ὥσπερ τι ῥεῦμα, διέλυσεν.

54.1 Ἕτερον δὲ τῶν εἰρημένων οὐκ ἔλαττον. Ἐνίκων οἱ πονηροί, καὶ κυροῦται κατὰ τοῦ ἀνδρὸς ἐξορία· καὶ οὐδὲν ἀπῆν τῶν εἰς τοῦτο φερόντων. Ἡ νὺξ παρῆν, ὁ δίφρος εὐτρεπής, οἱ μισοῦντες ἐν κρότοις, ἐν ἀθυμίᾳ τὸ εὐσεβές, περὶ τὸν πρόθυμον ὁδοιπόρον ἡμεῖς, τἆλλα ὅσα τῆς καλῆς ἀτιμίας πάντα πεπλήρωται. 54.2 Τί οὖν; Λύει ταύτην Θεός. Ὁ γὰρ πατάξας Αἰγύπτου τὰ πρωτότοκα, τραχυνομένης κατὰ τοῦ Ἰσραήλ, οὗτος καὶ τὸν παῖδα τοῦ βασιλέως θραύει νόσου πληγῇ· καὶ τὸ τάχος ὅσον! Ἐκεῖ θεν τὸ γράμμα τῆς ἐξορίας, ἐντεῦθεν τὸ δόγμα τῆς ἀρρω στίας· καὶ ἡ χεὶρ ἐπέχεται τοῦ πονηροῦ γραφέως, καὶ ὁ ἅγιος ἀνασώζεται καὶ γίνεται πυρετοῦ δῶρον ἀνὴρ εὐσεβής, βασιλέα θρασὺν σωφρονίζοντος. 54.3 Τί τούτων ἐνδικώτερον ἢ ταχύτερον; Τὰ δὲ τούτων ἑξῆς, ἔκαμνεν ὁ παῖς τῷ βασιλεῖ καὶ πονηρῶς εἶχε τοῦ σώματος· συνέκαμνε δὲ ὁ πατήρ· καὶ τί γὰρ ὁ πατήρ; πανταχόθεν ἐπιζητῶν ἐπι κουρίαν τῷ πάθει καὶ ἰατρῶν τοὺς ἀρίστους ἐκλεγόμενος καὶ λιταῖς προσκείμενος, εἴπερ ἄλλοτέ ποτε, καὶ κατὰ γῆς ἐρριμμένος· 54.4 Ποιεῖ γὰρ καὶ βασιλέας ταπεινοὺς πάθος· καὶ θαυμαστὸν οὐδέν, ἐπεὶ καὶ ∆αβὶδ πρότερον ταὐτὸ ἐπὶ τῷ παιδὶ πεπονθὼς ἀναγέγραπται. 54.5 Ὡς δὲ οὐδὲν εὕρισ κεν οὐδαμόθεν τοῦ κακοῦ φάρμακον, ἐπὶ τὴν πίστιν τοῦ ἀνδρὸς καταφεύγει· καὶ δι' ἑαυτοῦ μὲν οὐκ εἰσκαλεῖ, τὸ τῆς ὕβρεως ὑπόγυιον αἰσχυνόμενος, ἑτέροις δὲ τὴν πρεσβείαν ἐπιτρέπει τῶν οἰκειοτάτων ἑαυτῷ καὶ φιλτάτων. Καὶ ὃς παρῆν, οὐδὲν ἀναδὺς οὐδὲ τοῦ καιροῦ κατεξαναστάς, ὥσπερ ἄλλος τις, καὶ ὁμοῦ τῇ παρουσίᾳ ῥᾴων ἡ νόσος γίνεται, καὶ χρηστοτέρων ὁ πατὴρ τῶν ἐλπίδων· 54.6 καὶ εἰ μὴ τὴν ἅλμην τῷ ποτίμῳ ὕδατι συνεκέρασεν, ὁμοῦ τε τοῦτον εἰσ καλέσας καὶ τοῖς ἑτεροδόξοις πιστεύσας, κἂν ὑγιείας τυχὼν ὁ παῖς ταῖς τοῦ πατρὸς χερσὶν ἀπεσώθη· καὶ τοῦτο ἐπισ τεύετο παρὰ τῶν τηνικαῦτα παρόντων καὶ κοινωνούντων τοῦ πάθους.