1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

32

82.1 Ταῦτά σοι παρ' ἡμῶν, ὦ Βασίλειε, τῆς ἡδίστης σοί ποτε γλώττης καὶ ὁμοτίμου καὶ ἥλικος. Εἰ μὲν τῆς ἀξίας ἐγγύς, σὴ τοῦτο χάρις· σοὶ γὰρ θαρρῶν, τὸν περὶ σοῦ λόγον ἐνεστησάμην· εἰ δὲ πόρρω καὶ παρὰ πολὺ τῆς ἐλπίδος, τί χρὴ παθεῖν καὶ γήρᾳ καὶ νόσῳ καὶ τῷ σῷ πόθῳ τετρυχωμένους; 82.2 Πλὴν καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν, ὦ θεῖα καὶ ἱερὰ κεφαλή, καὶ τὸν δεδομένον ἡμῖν παρὰ Θεοῦ σκόλοπα τῆς σαρκός, τὴν ἡμετέραν παιδαγωγίαν, ἢ στήσαις ταῖς σεαυτοῦ πρεσβείαις ἢ πείσαις καρτερῶς φέρειν· καὶ τὸν πάντα βίον ἡμῖν διεξάγοις πρὸς τὸ λυσιτελέστατον. 82.3 Εἰ δὲ μετασταίημεν, δέξαιο κἀκεῖθεν ἡμᾶς ταῖς σεαυτοῦ σκηναῖς, ὡς ἂν ἀλλήλοις συζῶντες καὶ συνεποπτεύοντες τὴν ἁγίαν καὶ μακαρίαν Τριάδα, καθαρώτερόν τε καὶ τελεώτερον, ἧς νῦν μετρίως δεδέγμεθα τὰς ἐμφάσεις, ἐνταῦθα σταίημεν τῆς ἐφέσεως, καὶ ταύτην λάβοιμεν ὧν πεπολεμήκαμεν καὶ πεπολεμήμεθα τὴν ἀντίδοσιν. 82.4 Σοὶ μὲν οὖν οὗτος παρ' ἡμῶν ὁ λόγος· ἡμᾶς δὲ τίς ἐπαινέσεται μετὰ σὲ τὸν βίον ἀπολείποντας; Εἰ καί τι παράσχοιμεν ἐπαίνου τοῖς λόγοις ἄξιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· Ἀμήν.