11
25.1 Ὡς δ' οὖν ἐπανήκαμεν, μικρὰ τῷ κόσμῳ καὶ τῇ σκηνῇ χαρισάμενοι καὶ ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώσασθαι· οὐ γὰρ αὐτοί γε εἴχομεν θεατρικῶς οὐδ' ἐπιδεικτικῶς· τάχιστα ἐγενόμεθα ἡμῶν αὐτῶν καὶ τελοῦμεν εἰς ἄνδρας ἐξ ἀγενείων, ἀνδρικώτερον τῇ φιλοσοφίᾳ προσβαίνον τες· οὐ σὺν ἀλλήλοις μὲν ἔτι, οὐ γὰρ ἀφῆκεν ὁ φθόνος, τῷ πόθῳ δὲ σὺν ἀλλήλοις. 25.2 Τὸν μὲν γὰρ ἡ Καισαρέων κατέχει πόλις, ὥς τινα δεύτερον οἰκιστήν τε καὶ πολιοῦχον· ἔπειτα ἐκδημίαι τινές, ἐπειδή γε ἡμᾶς οὐκ εἶχε, τῶν ἀναγ καίων ὑπολαμβάνουσι, καὶ οὐκ ἀπὸ σκοποῦ τῆς προκειμένης φιλοσοφίας. Ἐμὲ δὲ πατέρων εὐλάβεια καὶ γηροκομία καὶ συμφορῶν ἐπανάστασις κατασχοῦσα τοῦ ἀνδρὸς ἀπήγαγεν· οὐ καλῶς μὲν ἴσως οὐδὲ δικαίως, ἀπήγαγε δ' οὖν. 25.3 Σκοπῶ δέ, εἰ μὴ κἀντεῦθέν μοι πᾶσα ἡ περὶ τὸν βίον ἀνω μαλία καὶ δυσκολία συνέπεσε, καὶ τὸ πρὸς τὴν φιλοσοφίαν οὐκ εὔοδον οὐδὲ τῆς ἐπιθυμίας καὶ τῆς ὑποθέσεως ἄξιον. Τὰ μὲν οὖν ἡμέτερα, ὅπη τῷ Θεῷ φίλον, ἀγέσθω· ἄγοιτο δὲ ταῖς ἐκείνου πρεσβείαις ἄμεινον. 25.4 Τὸν δέ, ἡ πολύ τροπος τοῦ Θεοῦ φιλανθρωπία καὶ περὶ τὸ ἡμέτερον γένος οἰκονομία, διὰ πολλῶν τῶν ἐν μέσῳ γνωρίσασα καὶ ἀεὶ λαμπρότερον ἀποδείξασα, λαμπτῆρα τῆς Ἐκκλησίας προ τίθησι περιφανῆ τε καὶ περιβόητον, τοῖς ἱεροῖς τοῦ πρεσβυτερίου θρόνοις τέως ἐγκαταλέξασα, καὶ διὰ μιᾶς τῆς Καισαρέων πόλεως τῇ οἰκουμένῃ πάσῃ πυρσεύουσα. 25.5 Καὶ τίνα τρόπον; Οὐ σχεδιάσασα τὸν βαθμὸν οὐδὲ ὁμοῦ τε πλύνασα καὶ σοφίσασα, κατὰ τοὺς πολλοὺς τῶν νῦν τῆς προστασίας ἐφιεμένων· ἀλλὰ τάξει καὶ νόμῳ πνευματικῆς ἀναβάσεως τῆς τιμῆς ἀξιώσασα.
26.1 Οὐκ ἐπαινῶ γὰρ ἐγὼ τὴν παρ' ἡμῖν ἀταξίαν καὶ ἀκοσμίαν, ἔστιν ὅτε καὶ ἐφ' ὧν προεδρευόντων ἐν βήμα σιν· οὐ γὰρ ἁπάντων τολμήσω κατηγορεῖν, οὐδὲ δίκαιον. Ἐπαινῶ τὸν νηΐτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχει ρίσας τῷ νῦν κυβερνήτῃ κἀκεῖθεν ἐπὶ τὴν πρώραν ἀγαγὼν καὶ πιστεύσας τὰ ἔμπροσθεν, οὕτως ἐπὶ τῶν οἰάκων καθίζει, μετὰ τὴν πολλὴν τυφθεῖσαν θάλασσαν καὶ τὴν τῶν ἀνέμων διάσκεψιν· ὡς δὲ κἀν τοῖς πολεμικοῖς ἔχει· στρατιώτης, ταξίαρχος, στρατηγός. Αὕτη ἡ τάξις ἀρίστη καὶ λυσιτελεσ τάτη τοῖς ἀρχομένοις. 26.2 Τὸ δ' ἡμέτερον πολλοῦ ἂν ἦν ἄξιον, εἰ οὕτως εἶχε. Νῦν δὲ κινδυνεύει τὸ πάντων ἁγιώ τατον τάγμα τῶν παρ' ἡμῖν πάντων εἶναι καταγελαστότα τον. Οὐ γὰρ ἐξ ἀρετῆς μᾶλλον ἢ κακουργίας ἡ προεδρία, οὐδὲ τῶν ἀξιωτέρων ἀλλὰ τῶν δυνατωτέρων οἱ θρόνοι. 26.3 Σαμουὴλ ἐν προφήταις, ὁ τὰ ἔμπροσθεν βλέπων· ἀλλὰ καὶ Σαούλ, ὁ ἀπόβλητος. Ῥοβοὰμ ἐν βασιλεῦσι, ὁ Σολομῶντος· ἀλλὰ καὶ Ἱεροβοάμ, ὁ δοῦλος καὶ ἀποστάτης. Καὶ ἰατρὸς μὲν οὐδεὶς οὐδὲ ζωγράφος, ὅστις οὐ φύσεις ἀρρωστημάτων ἐσκέψατο πρότερον, ἢ πολλὰ χρώματα συνε κέρασεν ἢ ἐμόρφωσεν· ὁ δὲ πρόεδρος εὑρίσκεται ῥᾳδίως μὴ πονηθείς, καὶ πρόσφατος τὴν ἀξίαν, ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθείς, ὡς ὁ μῦθος ποιεῖ τοὺς Γίγαντας. 26.4 Πλάτ τομεν αὐθημερὸν τοὺς ἁγίους, καὶ σοφοὺς εἶναι κελεύομεν, τοὺς οὐδὲν σοφισθέντας, οὐδὲ τοῦ βαθμοῦ προεισενεγκόντας τι, πλὴν τοῦ βούλεσθαι. Καὶ ὁ μὲν στέργει τὴν κάτω χώραν καὶ ταπεινῶς ἕστηκεν, ὁ τῆς ὑψηλῆς ἄξιος, καὶ πολλὰ μὲν τοῖς θείοις λόγοις ἐμμελετήσας, πολλὰ δὲ τῇ σαρκὶ νομοθετήσας εἰς ὑποταγὴν πνεύματος· 26.5 ὁ δὲ σοβαρῶς προκαθέζεται καὶ τὴν ὀφρὺν αἴρει κατὰ τῶν βελτιόνων, καὶ οὐκ ἐπιτρέμει τοῖς θρόνοις, οὐδὲ φρίσσει τὴν ὄψιν τὸν ἐγκρατῆ κάτω βλέπων· ἀλλ' ὁμοῦ τῷ κράτει, καὶ σοφώτερον ἑαυτὸν ὑπολαμβάνει, κακῶς εἰδὼς καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένος.
27.1 Ἀλλ' οὐχ ὁ πολὺς οὕτω καὶ μέγας Βασίλειος· ἀλλ' ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦ περὶ ταῦτα κόσμου τοῖς πολλοῖς τύπος καθίσταται. Τὰς γὰρ ἱερὰς πρότερον ὑπαναγινώσκων τῷ λαῷ βίβλους, ὁ τούτων ἐξη γητής, καὶ ταύτην οὐκ ἀπαξιώσας τὴν τάξιν τοῦ βήματος, οὕτως ἐν καθέδρᾳ πρεσβυτέρων, οὕτως ἐν ἐπισκόπων αἰνεῖ τὸν Κύριον, οὐ κλέψας τὴν ἐξουσίαν οὐδ' ἁρπάσας, οὐδὲ διώξας τὴν