1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

19

εἰσάγεται· μᾶλλον δὲ εἴσεισιν ὥσπερ εἰς ἑορτήν, οὐκ εἰς κρίσιν καλούμενος. Πῶς ἂν ἀξίως διηγησάμην, ἢ τὴν τοῦ ὑπάρχου θρασύτητα, ἢ τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν μετὰ συνέσεως ἔνστασιν. 48.3 «Τί σοι, φησίν, ὦ οὗτος, βούλεται, τοὔνομα προσει πών, οὔπω γὰρ ἐπίσκοπον ἠξίου καλεῖν, τὸ κατὰ τοσούτου κράτους τολμᾶν, καὶ μόνον τῶν ἄλλων ἀπαυθαδιάζεσθαι; {-}Τοῦ χάριν, ὁ γεννάδας φησί, καὶ τίς ἡ ἀπόνοια; Οὔπω γὰρ ἔχω γινώσκειν. {-}Ὅτι μὴ τὰ βασιλέως θρησκεύεις, φησί, τῶν ἄλλων ἁπάντων ὑποκλιθέντων καὶ ἡττημένων. 48.4 {-}Οὐ γὰρ ταῦτα, ἔφη, βασιλεὺς ὁ ἐμὸς βούλεται, οὐδὲ κτίσμα τι προσκυνεῖν ἀνέχομαι, Θεοῦ τε κτίσμα τυγ χάνων καὶ θεὸς εἶναι κεκελευσμένος. {-}Ἡμεῖς δέ, τί σοι δοκοῦμεν; {-}Ἦ οὐδέν, ἔφη, ταῦτα προστάττοντες. {-}Τί δαί; Οὐ μέγα σοι τὸ μεθ' ἡμῶν τετάχθαι καὶ κοινωνοὺς ἔχειν ἡμᾶς; {-} 48.5 Ὕπαρχοι μέν, φησίν, ὑμεῖς, καὶ τῶν ἐπιφανῶν, οὐκ ἀρνήσομαι, οὔπω δὲ Θεοῦ τιμιώτεροι. Καὶ τὸ κοινωνοὺς ἔχειν, μέγα μέν· πῶς γὰρ οὔ; Πλάσμα Θεοῦ καὶ ὑμεῖς, ἀλλ' ὡσεί τινας ἄλλους τῶν ὑφ' ἡμῖν τεταγμέ νων· οὐ γὰρ προσώποις τὸν χριστιανισμόν, ἀλλὰ πίστει χαρακτηρίζεσθαι».

49.1 Τότε δὴ κινηθέντα τὸν ὕπαρχον ζέσαι τε πλέον τῷ θυμῷ καὶ τῆς καθέδρας ἐξαναστῆναι καὶ τραχυτέροις πρὸς αὐτὸν χρήσασθαι λόγοις. «Τί δαί; Οὐ φοβεῖ τὴν ἐξουσίαν; φησί. {-}Μὴ τί γένηται, μὴ δὲ τί πάθω; {-}Μή τι τῶν πολλῶν ἓν ἃ τῆς ἐμῆς δυναστείας ἐστίν. {-}Τίνα ταῦτα; γνωριζέσθω γὰρ ἡμῖν. {-} 49.2 ∆ήμευσιν, ἐξορίαν, βασά νους, θάνατον. {-}Εἴ τι ἄλλο, φησίν, ἀπείλει· τούτων γὰρ οὐδὲν ἡμῶν ἅπτεται.» Καὶ τὸν εἰπεῖν· «Πῶς καὶ τίνα τρόπον; {-}Ὅτι τοι, ἔφη, δημεύσει μὲν οὐχ ἁλωτὸς ὁ μηδὲν ἔχων, πλὴν εἰ τούτων χρῄζεις τῶν τρυχίνων μου ῥακίων καὶ βιβλίων ὀλίγων, ἐν οἷς ὁ πᾶς ἐμοὶ βίος· 49.3 ἐξορίαν δὲ οὐ γινώσκω, ὁ μηδενὶ τόπῳ περιγραπτὸς καὶ μήτε ταύτην ἔχων ἐμὴν ἣν οἰκῶ νῦν, καὶ πᾶσαν ἐμὴν εἰς ἣν ἂν ῥιφῶ· μᾶλλον δὲ τοῦ Θεοῦ πᾶσαν, οὗ πάροικος ἐγὼ καὶ παρεπίδημος· αἱ βάσανοι δὲ τί ἂν λάβοιεν, οὐκ ὄντος σώματος; 49.4 Πλὴν εἰ τὴν πρώτην λέγοις πληγήν, ταύτης γὰρ σὺ μόνης κύριος· ὁ δὲ θάνατος εὐεργέτης, καὶ γὰρ θᾶττον πέμψει με πρὸς Θεόν, ᾧ ζῶ καὶ πολιτεύομαι καὶ τῷ πλείστῳ τέθνηκα καὶ πρὸς ὃν ἐπείγομαι πόρρωθεν.»

50.1 Τούτοις καταπλαγέντα τὸν ὕπαρχον· «Οὐδείς, φάναι, μέχρι τοῦ νῦν οὕτως ἐμοὶ διείλεκται καὶ μετὰ τοσαύ της τῆς παρρησίας, τὸ ἑαυτοῦ προσθεὶς ὄνομα. {-}Οὐδὲ γὰρ ἐπισκόπῳ ἴσως, φησίν, ἐνέτυχες, ἢ πάντως ἂν τοῦτον διειλέχθη τὸν τρόπον, ὑπὲρ τοιούτων ἀγωνιζόμενος. 50.2 Τἆλλα μὲν γὰρ ἐπιεικεῖς ἡμεῖς, ὕπαρχε, καὶ παντὸς ἄλλου ταπεινότεροι, τοῦτο τῆς ἐντολῆς κελευούσης, καὶ μὴ ὅτι τοσούτῳ κράτει, ἀλλὰ μηδὲ τῶν τυχόντων ἑνὶ τὴν ὀφρὺν αἴροντες· οὗ δὲ Θεὸς τὸ κινδυνευόμενον καὶ προκείμενον, τἆλλα περιφρονοῦντες, πρὸς αὐτὸν μόνον βλέπομεν. 50.3 Πῦρ δὲ καὶ ξίφος καὶ θῆρες καὶ οἱ τὰς σάρκας τέμνοντες ὄνυχες, τρυφὴ μᾶλλον ἡμῖν εἰσιν ἢ κατάπληξις. Πρὸς ταῦτα ὕβριζε, ἀπείλει, ποίει πᾶν ὁτιοῦν ἂν ᾖ βουλομένῳ σοι, τῆς ἐξουσίας ἀπόλαυε. Ἀκουέτω ταῦτα καὶ βασιλεύς, ὡς ἡμᾶς γε οὐχ αἱρήσεις οὐδὲ πείσεις συνθέσθαι τῇ ἀσε βείᾳ, κἂν ἀπειλῇς χαλεπώτερα.»

51.1 Ἐπειδὴ ταῦτα εἰπεῖν καὶ ἀκοῦσαι τὸν ὕπαρχον, καὶ τὴν ἔνστασιν μαθεῖν τοῦ ἀνδρὸς οὕτως ἀκατάπληκτον καὶ ἀήττητον, τὸν μὲν ἔξω πέμψαι καὶ μεταστήσασθαι, οὐκ ἔτι μετὰ τῆς αὐτῆς ἀπειλῆς, ἀλλά τινος αἰδοῦς καὶ ὑποχωρή σεως. Αὐτὸν δὲ τῷ βασιλεῖ προσελθόντα ὡς εἶχε τάχους· 51.2 «Ἡττήμεθα, βασιλεῦ, εἰπεῖν, τοῦ τῆσδε προβεβλημένου τῆς Ἐκκλησίας. Κρείττων ἀπειλῶν ὁ ἀνήρ, λόγων στερρό τερος, πειθοῦς ἰσχυρότερος. Ἄλλον δεῖ τινα πειρᾶν τῶν ἀγενεστέρων, τοῦτον δὲ ἢ βιάζεσθαι φανερῶς, ἢ μὴ προσ δοκᾶν εἴξειν ταῖς ἀπειλαῖς.» 51.3 Ἐφ' οἷς ἑαυτοῦ καταγνόντα τὸν βασιλέα, καὶ τῶν ἐγκωμίων τοῦ ἀνδρὸς ἡττηθέντα, θαυμάζει γὰρ ἀνδρὸς ἀρετὴν καὶ πολέμιος, μήτε βιάζεσθαι κελεῦσαι, καὶ ταὐτὸν τῷ σιδήρῳ παθεῖν, ὃς μαλάσσεται μὲν τῷ πυρί, μένει δὲ ὅμως σίδηρος· καὶ τρέψαντα εἰς θαῦμα τὴν