1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

18

μᾶλλον αὐτοὺς καταπλήξειε, φοβερὸν ἑαυτὸν ποιεῖν, καὶ ταῖς κατὰ τῶν στοιχείων καινοτομίαις. 45.2 Γῆ τις ἠκούετο ξένη καὶ θάλασσα τοῦ νέου δημιουργοῦ καὶ στρατὸς ἤπειρον πλέων καὶ πεζεύων πέλαγος νῆσοί τε ἁρπαζόμεναι καὶ θάλασσα μαστιζομένη καὶ ὅσα τῆς ἐμπλήκτου σαφῶς ἦν στρατιᾶς καὶ στρατηγίας, κατάπληξις μὲν τοῖς ἀγενε στέροις, γέλως δὲ τοῖς ἀνδρικωτέροις καὶ στερροτέροις τὸ φρόνημα. 45.3 Ὁ δὲ τοιούτου μὲν οὐδενὸς ἐδεῖτο καθ' ἡμῶν στρατεύων· ὃ δὲ ἦν ἐκείνων χεῖρον καὶ βλαβερώτερον, τοῦτο ποιῶν καὶ λέγων ἠκούετο. Ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ, βλασφημίαν λαλῶν εἰς τὸ ὕψος, καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς. 45.4 Καλῶς γὰρ αὐτὸν ὁ θεῖος ∆αβὶδ πρὸ ἡμῶν ἐστηλίτευσε, τὸν οὐρανὸν εἰς γῆν κλίναντα καὶ μετὰ τῆς κτίσεως ἀριθμοῦντα φύσιν τὴν ὑπερκόσμιον, ἣν οὐδὲ χωρεῖν ἡ κτίσις δύναται, κἂν μεθ' ἡμῶν τι γένηται λόγῳ φιλανθρωπίας, ἵν' ἡμᾶς ἑλκύσῃ πρὸς ἑαυτὴν χαμαὶ κειμένους.

46.1 Καὶ δὴ λαμπρὰ μὲν αὐτοῦ τὰ πρῶτα νεανιεύματα, λαμπρότερα δὲ τὰ τελευταῖα καθ' ἡμῶν ἀγωνίσματα. Τίνα δὴ λέγω τὰ πρῶτα; Ἐξορίαι, φυγαί, δημεύσεις, ἐπιβουλαὶ φανεραί τε καὶ ἀφανεῖς· τὸ πείθειν, οὗ καιρὸς ἦν· τὸ βιά ζεσθαι, τοῦ πείθειν οὐκ ὄντος. 46.2 Οἱ μὲν ἐξωθούμενοι τῶν ἐκκλησιῶν, ὅσοι τοῦ ὀρθοῦ λόγου καὶ τοῦ καθ' ἡμᾶς· οἱ δὲ εἰσαγόμενοι, ὅσοι τῆς βασιλικῆς ἀπωλείας ἐτύγχανον, οἱ τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτοῦντες, οἱ γράφοντες τὰ τούτων ἔτι χαλεπώτερα. Πρεσβυτέρων ἐμπρησμοὶ θαλάττιοι· στρατηγοὶ δυσσεβεῖς, οὐ Περσῶν κρατοῦντες, οὐ Σκύθας χειρούμενοι, οὐκ ἄλλο τι βαρβαρικὸν ἔθνος ἀνακαθαίροντες· ἀλλ' ἐκκλησίαις ἐπιστρατεύοντες καὶ θυσιαστηρίων κατορχούμενοι καὶ τὰς ἀναιμάκτους θυσίας ἀνθρώπων καὶ θυσιῶν αἵμασι χραίνοντες καὶ παρθένων αἰδῶ καθυβρίζοντες. 46.3 Ἵνα τί γένηται; Ἵν' ἐξωσθῇ μὲν Ἰακὼβ ὁ πατριάρχης,ἀντεισαχθῇ δὲ Ἠσαῦ, ὁ μεμισημένος καὶ πρὸ γενέσεως. Ταῦτα τῶν πρώτων αὐτοῦ νεανιευμάτων τὰ διηγήματα, ἃ καὶ μέχρι τοῦ νῦν κινεῖ τοῖς πολλοῖς δάκρυον εἰς μνήμην ἰόντα καὶ ἀκουόμενα.

47.1 Ἐπεὶ δὲ πάντα διεξελθών, ἐπὶ τὴν ἄσειστον καὶ ἀνεπηρέαστον τήνδε τῶν ἐκκλησιῶν μητέρα ὡς δουλωσό μενος ὥρμησε, καὶ τὸν λειπόμενον ἔτι μόνον ζωτικὸν σπινθῆρα τῆς ἀληθείας· τότε πρῶτον ᾔσθετο κακῶς βουλευ σάμενος. 47.2 Ὡς γὰρ βέλος ἰσχυροτέρῳ προσπεσὸν ἀπε κρούσθη, καὶ ὡς κάλως ῥαγεὶς ὑπεχώρησε, τοιούτῳ τῷ προστάτῃ τῆς Ἐκκλησίας ἐνέτυχε καὶ τοσούτῳ προβόλῳ περιρραγεὶς διελύθη. Τὰ μὲν οὖν ἄλλα λεγόντων τε καὶ ἱστορούντων, τῶν τότε πεπειραμένων, ἔστιν ἀκούειν· ἱστορεῖ δὲ οὐδεὶς ὅς τις οὐ τῶν ἁπάντων. 47.3 Ἀλλὰ τοσοῦτοι θαυμάζουσιν ὅσοι τοὺς τότε ἀγῶνας γνωρίζουσι, τὰς προσβολάς, τὰς ὑποσχέσεις, τὰς ἀπειλάς, τοὺς ἐκ τοῦ δικαστικοῦ τάγματος προσπεμ πομένους αὐτῷ καὶ πείθειν ἐπιχειροῦντας, τοὺς ἐκ τοῦ στρατιωτικοῦ, 47.4 τοὺς ἐκ τῆς γυναικωνίτιδος, τοὺς ἐν γυναιξὶν ἄνδρας καὶ ἐν ἀνδράσι γυναῖκας, τοὺς τοῦτο μόνον ἀνδρικοὺς τὴν ἀσέβειαν, οἳ τὸ φυσικῶς ἀσελγαίνειν οὐκ ἔχοντες, ᾧ δύνανται μόνον, τῇ γλώσσῃ πορνεύουσι, τὸν ἀρχιμάγειρον Ναβουζαρδάν, τὰς ἐκ τῆς τέχνης μαχαίρας ἐπαπειλοῦντα, καὶ τῷ οἰκείῳ πυρὶ πεμπόμενον. Ὃ δὲ μάλιστά μοι τῶν ἐκείνου θαυμάσιον καὶ οὐδὲ βουλομένῳ παρελθεῖν δυνατόν, τοῦτο δώσω τῷ λόγῳ συνελὼν ὅσον ἐνδέχεται.

48.1 Τίς οὐκ οἶδε τὸν τηνικαῦτα ὕπαρχον, πολλῷ μὲν τῷ οἰκείῳ θράσει καθ' ἡμῶν μάλιστα χρώμενον, ἐπειδὴ καὶ παρ' ἐκείνων ἦν τῷ βαπτίσματι τελεσθείς, ἢ συντελε σθείς· πλείω δὲ τῶν ἀναγκαίων ὑπηρετοῦντα τῷ ἐπιτάτ τοντι, καὶ διὰ τοῦ πάντα χαρίζεσθαι, τὸ κράτος ἑαυτῷ συν τηροῦντα καὶ φυλάττοντα χρονιώτερον; 48.2 Τούτῳ βρέμοντι κατὰ τῆς ἐκκλησίας καὶ λεόντειον μὲν τὸ εἶδος προβε βλημένῳ, λεόντειον δὲ βρυχωμένῳ, καὶ μηδὲ προσιτὸν τοῖς πλείοσιν, ὁ γεννάδας ἐκεῖνος