1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

23

αὐτὸς ἐγενόμην πάρεργον· ἢ οὐκ οἶδ' ὅ τι καὶ εἰπεῖν εὐπρεπὲς χρή. 59.3 Πάντα γὰρ τοῦ ἀνδρὸς θαυμάζων, οὐ μὲν οὖν ὁπόσον εἰπεῖν δυνατόν, ἓν τοῦτο ἐπαινεῖν οὐκ ἔχω, καὶ γὰρ ὁμολογήσω τὸ πάθος, οὐδὲ ἄλλως τοῖς πολλοῖς ἀγνοούμενον, τὴν περὶ ἡμᾶς καινοτομίαν καὶ ἀπιστίαν, ἧς οὐδὲ ὁ χρόνος τὴν λύπην ἀνάλωσεν· ἐκεῖθεν γάρ μοι πᾶσα συνέπεσεν ἡ περὶ τὸν βίον ἀνωμαλία καὶ σύγχυσις καὶ τὸ φιλοσοφεῖν μὴ δυνηθῆ ναι ἢ μὴ νομίζεσθαι, εἰ καὶ βραχὺς τοῦ δευτέρου λόγος· 59.4 πλὴν εἴ τις ἐκεῖνο δέξαιτο, ἡμῶν τοῦ ἀνδρὸς ὑπερ απολογουμένων, ὅτι μείζω φρονῶν ἢ κατὰ τὰ ἀνθρώπινα, καὶ τῶν ἐνθένδε πρὶν ἀποβιῶναι μεταναστάς, πάντα ἐποιεῖτο τοῦ Πνεύματος· καὶ φιλίαν αἰδεῖσθαι εἰδώς, ἐνταῦθα μόνον ἠτίμαζεν, οὗ Θεὸν ἔδει προτιμηθῆναι καὶ πλεῖον ἔχειν τῶν λυομένων τὰ ἐλπιζόμενα.

60.1 ∆έδοικα μὲν οὖν μὴ ῥᾳθυμίας ἔγκλημα φεύγων, παρὰ τοῖς τὰ ἐκείνου πάντα ἐπιζητοῦσιν, ἀπληστίας περι πέσω γραφῇ, παρὰ τοῖς ἐπαινοῦσι τὸ μέτριον, ὃ μηδὲ ἐκεῖ νος ἠτίμαζε, τὸ πᾶν μέτρον ἄριστον, ἐν τοῖς μάλιστα ἐπαινῶν, καὶ παρὰ πάντα τὸν ἑαυτοῦ βίον φυλάξας. 60.2 Ὁμῶς δὲ ἀμφοτέρους περιφρονῶν, τούς τε λίαν συντόμους καὶ τοὺς ἄγαν ἀπλήστους, ὡδί πως τῷ λόγῳ χρήσομαι. Ἄλλοι μὲν οὖν ἄλλο τι κατορθοῦσιν, οἱ δέ τινα τῶν τῆς ἀρετῆς εἰδῶν ὄντων πλειόνων. Ἅπαντα δὲ οὐδεὶς ἐπῆλθε πρὸς τὸ ἀκρότατον οὔκουν τῶν νῦν ἡμῖν γινωσκομένων· ἀλλ' οὗτος ἄριστος ἡμῖν, ὃς ἂν τὰ πλείω τυγχάνῃ κατωρ θωκὼς ἢ ἓν ὅτι μάλιστα. Ὁ δὲ οὕτω διὰ πάντων ἀφίκετο, ὡς εἶναι φιλοτιμία τις φύσεως. Σκοπῶμεν δὲ οὕτως. 60.3 Ἀκτησίαν τίς ἐπαινεῖ καὶ βίον ἄσκευον καὶ ἀπέριττον; Ἐκείνῳ δὲ τί ποτε ἦν, πλὴν τοῦ σώματος καὶ τῶν ἀναγ καίων τῆς σαρκὸς καλυμμάτων; Πλοῦτος δὲ τὸ μηδὲν ἔχειν, καὶ ὁ σταυρὸς ᾧ συνέζη μόνῳ, ὃν πολλῶν χρημάτων ἐνόμιζεν ἑαυτῷ τιμιώτερον. 60.4 Ἅπαντα μὲν γὰρ οὐδ' ἄν, εἰ βούλοιτό τις, δυνατὸν εἶναι κτήσασθαι· πάντων δὲ εἰδέ ναι καταφρονεῖν, καὶ οὕτω κρείττω τῶν πάντων φαίνεσθαι. Οὕτω δὲ διανοηθεὶς καὶ οὕτως ἔχων, βωμοῦ μὲν οὐκ ἐδεήθη καὶ τῆς κενῆς δόξης, οὐδὲ δημοσίου κηρύγματος τοῦ, «Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ.» 60.5 Εἶναι γάρ, οὐ δοκεῖν, ἐσπούδαζεν ἄριστος. Οὐδὲ πίθον ᾤκει καὶ μέσην τὴν ἀγοράν, ὥστε πᾶσι παρατρυφᾶν, καινὴν εὐπορίαν τὸ ἀπορεῖν ποιούμενος· ἀφιλότιμος δέ, πένης ἦν καὶ ἀνή ροτος· καὶ πάντων ἐκβολὴν στέρξας, ὧν ποτε εἶχε, κούφως διέπλει τὴν τοῦ βίου θάλασσαν.

61.1 Θαυμαστὸν ἡ ἐγκράτεια καὶ ὀλιγάρκεια καὶ τὸ μὴ κρατεῖσθαι τῶν ἡδονῶν, μηδ' ὡς ὑπὸ πικρᾶς καὶ ἀνελευ θέρου δεσποίνης, τῆς γαστρός, ἄγεσθαι. Τίς οὕτω μᾶλλον ἄτροφος ἦν, οὐ πολὺ δὲ εἰπεῖν, καὶ ἄσαρκος; Τὰς μὲν γὰρ πλησμονὰς καὶ τοὺς κόρους τοῖς ἀλογωτέροις ἀπέρριψε καὶ ὧν ἀνδραποδώδης καὶ κάτω νενευκὼς ὁ βίος. 61.2 Αὐτὸς δὲ οὐδὲν ᾔδει μέγα τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, ἀλλὰ τοῖς ἀναγκαίοις διέζη μόνον ἕως ἐξῆν, καὶ μόνην ᾔδει τρυφήν, τὸ μὴ τρυφῶν φαίνεσθαι, μηδὲ διὰ τοῦτο δεῖσθαι πλειόνων· ἀλλὰ πρὸς τὰ κρίνα βλέπειν καὶ τὰ πτηνά, οἷς ἄτεχνον τὸ κάλλος καὶ σχέδιος ἡ τροφή, κατὰ τὴν μεγά λην παραίνεσιν τοῦ ἐμοῦ Χριστοῦ, καὶ σάρκα δι' ἡμᾶς πτω χεύσαντος, ἵν' ἡμεῖς πλουτισθῶμεν θεότητα. 61.3 Ἐντεῦ θεν αὐτῷ τὸ ἓν χιτώνιον καὶ τριβώνιον καὶ ἡ χαμευνία καὶ ἡ ἀγρυπνία καὶ ἡ ἀλουσία, τὰ ἐκείνου σεμνολογήματα· καὶ τὸ ἥδιστον δεῖπνον καὶ ὄψον, ὁ ἄρτος καὶ οἱ ἅλες, ἡ καινὴ καρυκεία· καὶ ποτὸν νηφάλιόν τε καὶ ἄφθονον, ὃ γεωργοῦσι πηγαὶ μηδὲν πονουμένοις. Ἐξ ὧν ἢ μεθ' ὧν νοσοκομίαι καὶ ἰατρεῖαι, τὸ κοινὸν ἡμῶν ἐμφιλοσόφημα· ἔδει γάρ με τῶν ἀνιαρῶν τὸ ἶσον ἔχειν, τοῖς ἄλλοις λει πόμενον.

62.1 Μέγα παρθενία καὶ ἀζυγία καὶ τὸ μετ' ἀγγέλων τετάχθαι καὶ τῆς μοναδικῆς φύσεως· ὀκνῶ γὰρ εἰπεῖν Χριστοῦ, ὃς καὶ γεννηθῆναι θελήσας διὰ τοὺς γεννητοὺς ἡμᾶς ἐκ παρθένου γεννᾶται, παρθενίαν νομοθετῶν ὡς ἐνθένδε