1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

2

τοὺς εἰδότας σαφῶς τὰ ἡμέ τερα. 2.6 Ἤδη δὲ πρὸς αὐτὴν ἡμῖν ἰτέον τὴν εὐφημίαν, αὐτὸν προστησαμένοις τοῦ λόγου τὸν ἐκείνου Θεόν, μὴ καθυβρίσαι τὸν ἄνδρα τοῖς ἐγκωμίοις, μηδὲ πολὺ δεύτερον τῶν ἄλλων ἐλθεῖν, κἂν ἐκείνου πάντες ἴσον ἀπολειπώμεθα, καθάπερ οὐρανοῦ καὶ ἡλιακῆς ἀκτῖνος οἱ πρὸς αὐτὰ βλέ ποντες.

3.1 Εἰ μὲν οὖν ἑώρων αὐτὸν γένει καὶ τοῖς ἐκ γένους φιλοτιμούμενον, ἤ τινι τῶν μικρῶν ὅλως καὶ οἷς οἱ χαμαὶ βλέποντες, ἄλλος ἂν ἡρώων ὤφθη κατάλογος. Ὅσα τῶν ὑπὲρ ἐκεῖνον τοῖς χρόνοις ἐκείνῳ συνεισενεγκεῖν ἂν εἴχομεν καὶ οὐδ' ἂν ταῖς ἱστορίαις παρήκαμεν ἔχειν τι πλέον ἡμῶν ἐκεῖνό γε πλέον ἔχοντες πάντως, τὸ μὴ πλάσματι μηδὲ μύθοις, αὐτοῖς δὲ τοῖς πράγμασι καλλωπίζεσθαι, καὶ ὧν πολλοὶ μάρτυρες. 3.2 Πολλὰ μὲν γὰρ ὁ Πόντος ἡμῖν ἐκ τοῦ πατρὸς προβάλλει τὰ διηγήματα καὶ οὐδενὸς ἐλάττω τῶν πάλαι περὶ αὐτὸν θαυμάτων, ὧν πλήρης πᾶσα συγ γραφή τε καὶ ποίησις· πολλὰ δὲ τὸ ἐμὸν ἔδαφος τοῦτο, οἱ σεμνοὶ Καππαδόκαι, τὸ μηδὲν ἧττον κουροτρόφον ἢ εὔϊππον. 3.3 Ὅθεν τῷ πατρῴῳ γένει τὸ μητρῷον ἡμεῖς ἀντανίσχο μεν. Στρατηγίαι τε καὶ δημαγωγίαι καὶ κράτος ἐν βασι λείοις αὐλαῖς· ἔτι δὲ περιουσίαι καὶ θρόνων ὕψη καὶ τιμαὶ δημόσιαι καὶ λόγων λαμπρότητες, τίνων ἢ πλείους ἢ μείζους; 3.4 Ὧν ἡμῖν, εἰ βουλομένοις εἰπεῖν ἐξῆν, οὐδὲν ἂν ἦσαν ἡμῖν οἱ Πελοπίδαι καὶ Κεκροπίδαι καὶ οἱ Ἀλκμαίω νες, Αἰακίδαι τε καὶ Ἡρακλεῖδαι καὶ ὧν οὐδὲν ὑψηλότε ρον, οἵτινες ἐκ τῶν οἰκείων φανερῶς εἰπεῖν οὐκ ἔχοντες ἐπὶ τὸ ἀφανὲς καταφεύγουσι, δαίμονας δή τινας καὶ θεοὺς καὶ μύθους τοῖς προγόνοις ἐπιφημίζοντες, ὧν τὸ σεμνότα τον ἀπιστία, καὶ ὕβρις τὸ πιστευόμενον.

4.1 Ἐπειδὴ δὲ ὑπὲρ ἀνδρὸς ἡμῖν ὁ λόγος κατ' ἄνδρα κρίνεσθαι τὴν εὐγένειαν ἀξιοῦντος, καὶ μὴ τὰς μὲν μορφὰς καὶ τὰς χρόας ἐξ ἑαυτῶν δοκιμάζεσθαι καὶ τῶν ἵππων τοὺς εὐγενεστάτους ἢ ἀτιμοτάτους, ἡμᾶς δὲ ζωγραφεῖσθαι τοῖς ἔξωθεν, ἓν ἢ δύο τῶν ἐξ ἀρχῆς ὑπαρχόντων αὐτῷ καὶ ταῦτα οἰκεῖα τῷ ἐκείνου βίῳ καὶ οἷς ἂν μάλιστα ἡσθείη λεγομένοις εἰπών, ἐπ' αὐτὸν καὶ δὴ τρέψομαι. 4.2 Ἄλλου μὲν οὖν ἄλλο τι γνώρισμα καὶ διήγημα, καὶ γένους καὶ τοῦ καθέκαστον, ἢ μικρὸν ἢ μεῖζον, καθάπερ τις κλῆρος πατρῷος ἢ πόρρωθεν ἢ ἐγγύθεν ἠργμένος, κάτεισιν εἰς τοὺς ὕστερον· τούτῳ δὲ γενοῖν τοῖν ἀμφοτέροιν τὸ εὐσεβὲς ἐπίσημον, δηλώσει δὲ νῦν ὁ λόγος.

5.1 ∆ιωγμὸς ἦν, καὶ διωγμῶν ὁ φρικωδέστατος καὶ βαρύτατος· εἰδόσι λέγω τὸν Μαξιμίνου, ὃς πολλοῖς τοῖς ἐγγύθεν γενομένοις ἐπιφυεὶς πάντας φιλανθρώπους ἀπέδειξε, θράσει τε πολλῷ ῥέων καὶ φιλονεικῶν τὸ τῆς ἀσε βείας κράτος ἀναδήσασθαι. Τοῦτον πολλοὶ μὲν ὑπερέσχον τῶν ἡμετέρων ἀγωνιστῶν, καὶ μέχρι θανάτου διηγωνισ μένοι καὶ πρὸ θανάτου μικρόν, τοσοῦτον ἀπολειφθέντες ὅσον ἐπιβιῶναι τῇ νίκῃ καὶ μὴ συναπελθεῖν τοῖς παλαίσμασιν, ἀλλ' ὑπολειφθῆναι τοῖς ἄλλοις ἀλεῖπται τῆς ἀρετῆς, 5.2 ζῶντες μάρτυρες, ἔμπνοοι στῆλαι, σιγῶντα κηρύγματα, σὺν πολλοῖς δὲ τοῖς ἀριθμουμένοις καὶ οἱ πρὸς πατρὸς τούτῳ πατέρες, οἷς πᾶσαν ἀσκήσασιν εὐσεβείας ὁδὸν καλὴν ἐπή νεγκεν ὁ καιρὸς ἐκεῖνος τὴν κορωνίδα· παρασκευῆς μὲν γὰρ οὕτως εἶχον καὶ γνώμης ὡς πάντα ῥᾳδίως οἴσοντες, ἐξ ὧν στεφανοῖ Χριστὸς τοὺς τὴν ἐκείνου μιμησαμένους ὑπὲρ ἡμῶν ἄθλησιν.

6.1 Ἐπεὶ δὲ νόμιμον αὐτοῖς ἔδει καὶ τὸν ἀγῶνα γενέσθαι· νόμος δὲ μαρτυρίας μήτε ἐθελοντὰς πρὸς τὸν ἀγῶνα χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων, μήτε παρόντας ἀναδύεσθαι· τὸ μὲν γὰρ θράσους, τὸ δὲ ἀνανδρίας ἐστίν· καὶ τοῦτο τιμῶντες ἐκεῖνοι τὸν νομοθέτην, τί μηχανῶνται; μᾶλλον δέ, πρὸς τί φέρονται παρὰ τῆς πάντα τὰ ἐκείνων ἀγούσης προνοίας; Ἐπί τινα τῶν Ποντικῶν ὀρῶν λόχμην, πολλαὶ δὲ αὗται παρ' αὐτοῖς εἰσι καὶ βαθεῖαι καὶ ἐπὶ πλεῖστον διήκουσαι, καταφεύγουσι, λίαν ὀλίγοις χρώμενοι καὶ τῆς φυγῆς συνεργοῖς καὶ τῆς τροφῆς ὑπηρέταις. 6.2 Ἄλλοι μὲν οὖν θαυ μαζέτωσαν τὸ τοῦ χρόνου μῆκος· καὶ γὰρ