6
ῥήτορσι καὶ πρὸ τῶν σοφιστικῶν θρόνων, φιλόσοφος ἐν φιλοσόφοις καὶ πρὸ τῶν ἐν φιλοσοφίᾳ δογμάτων· τὸ μέγιστον, ἱερεὺς Χριστια νοῖς καὶ πρὸ τῆς ἱερωσύνης· τοσοῦτον ἦν αὐτῷ τὸ παρὰ πάντων συγκεχωρηκὸς ἐν ἅπασιν! 13.4 Τῷ δὲ λόγοι μὲν τὸ πάρεργον ἦσαν, τοσοῦτον ἐξ αὐτῶν δρεπομένῳ ὅσον εἰς τὴν καθ' ἡμᾶς φιλοσοφίαν συνεργοὺς ἔχειν, ἐπειδὴ δεῖ καὶ τῆς ἐν τούτοις δυνάμεως πρὸς τὴν τῶν νοουμένων δήλω σιν· κίνημα γὰρ ναρκώντων ἐστὶ νοῦς ἀνεκλάλητος. 13.5 Φιλοσοφία δὲ ἡ σπουδή, καὶ τὸ ῥαγῆναι κόσμου καὶ μετὰ Θεοῦ γενέσθαι, τοῖς κάτω τὰ ἄνω πραγματευόμενον καὶ τοῖς ἀστάτοις καὶ ῥέουσι τὰ ἑστῶτα καὶ μένοντα κατακτώ μενον.
14.1 Ἐντεῦθεν ἐπὶ τὸ Βυζάντιον, τὴν προκαθεζομένην τῆς Ἑῴας πόλιν· καὶ γὰρ ηὐδοκίμει σοφιστῶν τε καὶ φιλο σόφων τοῖς τελεωτάτοις, ὧν ἐν βραχεῖ χρόνῳ τὰ κράτιστα συνελέξατο τάχει τε καὶ μεγέθει φύσεως. Ἐντεῦθεν ἐπὶ τὸ τῶν λόγων ἔδαφος, τὰς Ἀθήνας, ὑπὸ τοῦ Θεοῦ πέμπε ται καὶ τῆς καλῆς περὶ τὴν παίδευσιν ἀπληστίας, Ἀθήνας τὰς χρυσᾶς ὄντως ἐμοὶ καὶ τῶν καλῶν προξένους εἴπερ τινί! 14.2 Ἐκεῖναι γάρ μοι τὸν ἄνδρα τοῦτον ἐγνώρισαν τελεώτερον οὐδὲ πρὶν ἀγνοούμενον· καὶ λόγους ἐπιζη τῶν εὐδαιμονίαν ἐκομισάμην· καὶ τρόπον ἕτερον ταὐτὸ πέπονθα τῷ Σαούλ, ὅς, τὰς ὄνους τοῦ πατρὸς ἐπιζητῶν, βασιλείαν ηὕρατο, μεῖζον τοῦ ἔργου τὸ πάρεργον ἐμπορευ σάμενος. 14.3 Τὸ μὲν δὴ μέχρι τούτων εὔδρομος ἡμῖν ὁ λόγος καὶ διὰ λείας τῆς ὁδοῦ φέρων καὶ ἄγαν εὐπόρου καὶ βασιλικῆς ὄντως τῶν τοῦ ἀνδρὸς ἐγκωμίων· τὸ δ' ἐντεῦθεν, οὐκ οἶδ' ὅ τι τῷ λόγῳ χρήσωμαι καὶ ποῖ τράπωμαι· ἔχει γάρ τι καὶ πρόσαντες ἡμῖν ὁ λόγος. 14.4 Ποθῶ μὲν γάρ, ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ τοῦ καιροῦ τούτου λαβόμενος, καὶ τῶν κατ' ἐμαυτόν τι προσθεῖναι τοῖς εἰρημένοις καὶ μικρόν τι προσδιατρίψαι τῷ διηγήματι, ὅθεν τε καὶ ὅπως ἡμῖν κἀκ τίνος τῆς ἀρχῆς συνέστη τὸ τῆς φιλίας, ἤτ' οὖν συμπνοίας καὶ συμφυΐας, εἰ χρὴ προσειπεῖν οἰκειότερον. 14.5 Φιλεῖ γὰρ οὔτε ὄψις ῥᾳδίως ἀναχωρεῖν τῶν τερπνῶν θεαμάτων, κἂν ἀφέλκῃ τις βίᾳ, πρὸς αὐτὰ πάλιν φέρεσθαι· οὔτε λόγος τῶν ἡδίστων διηγημάτων. ∆έδοικα δὲ τὸ φορτικὸν τῆς ἐγχειρήσεως. Πειράσομαι μὲν οὖν, ὡς οἷόν τε μετρίως, τοῦτο ποιεῖν. Ἂν δ' ἄρα τι καὶ βιαζώμεθα ὑπὸ τοῦ πόθου, συγγνώμη τῷ πάθει, πάντων παθῶν ὄντι δικαιοτάτῳ καὶ ὃ μὴ παθεῖν ἡ ζημία τοῖς γε νοῦν ἔχουσιν.
15.1 Εἶχον ἡμᾶς Ἀθῆναι, καθάπερ τι ῥεῦμα ποτάμιον, ἀπὸ μιᾶς σχισθέντας πηγῆς τῆς πατρίδος εἰς διάφορον ὑπερορίαν κατ' ἔρωτα τῆς παιδεύσεως καὶ πάλιν εἰς τὸ αὐτὸ συνελθόντας, ὥσπερ ἀπὸ συνθήματος οὕτω Θεοῦ κινήσαντος. Εἶχον δὲ μικρῷ μὲν ἐμὲ πρότερον, τὸν δ' εὐ θὺς μετ' ἐμέ, μετὰ πολλῆς προσδεχθέντα καὶ περιφανοῦς τῆς ἐλπίδος. 15.2 Καὶ γὰρ ἐν πολλῶν γλώσσαις ἔκειτο πρὶν ἐπιστῆναι, καὶ μέγα ἑκάστοις ἦν προκαταλαβεῖν τὸ σπου δαζόμενον. Οὐδὲν δὲ οἷον καὶ ἥδυσμά τι προσθεῖναι τῷ λόγῳ μικρὸν ἀφήγημα, τοῖς μὲν εἰδόσιν ὑπόμνησιν, τοῖς δὲ ἀγνοοῦσι διδασκαλίαν. 15.3 Σοφιστομανοῦσιν Ἀθήνησι τῶν νέων οἱ πλεῖστοι καὶ ἀφρονέστεροι· οὐ τῶν ἀγεννῶν μόνον καὶ τῶν ἀνωνύμων, ἀλλ' ἤδη καὶ τῶν εὖ γεγονότων καὶ περιφανεστέρων, ἅτε πλῆθος σύμμικτον ὄντες καὶ νέοι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς. 15.4 Ὅπερ οὖν πάσχοντας ἔστιν ἰδεῖν περὶ τὰς ἀν τιθέτους ἱπποδρομίας τοὺς φιλίππους τε καὶ φιλοθεάμονας· πηδῶσι, βοῶσιν, οὐρανῷ πέμπουσι κόνιν, ἡνιοχοῦσι καθή μενοι, παίουσι τὸν ἀέρα, τοὺς ἵππους δὴ τοῖς δακτύλοις ὡς μάστιξι, ζευγνύουσι, μεταζευγνύουσιν· οὐδενὸς ὄντες κύριοι ἀντιδιδόασι ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους, ἱπποστασίας, στρατηγούς· καὶ ταῦτα τίνες; οἱ πένητες πολλάκις καὶ ἄποροι καὶ μηδ' ἂν εἰς μίαν ἡμέραν τροφῆς εὐπορήσαντες. 15.5 Τοῦτο καὶ αὐτοὶ πάσχουσι ἀτεχνῶς περὶ τοὺς ἑαυτῶν διδασκάλους καὶ ἀντιτέχνους, ὅπως πλείους τε ὦσιν αὐτοὶ κἀκείνους εὐπορωτέρους ποιῶσι δι' ἑαυτῶν σπουδὴν ἔχοντες· καὶ τὸ πρᾶγμά ἐστιν ἐπιεικῶς ἄτοπον καὶ