8
τελέως αὐτὸν καθομηρίσω, ἔφεπε κλονέων τῷ λόγῳ τοὺς γεννάδας ἐκείνους, καὶ παίων συλλογισμοῖς, οὐ πρὶν ἀνῆκεν ἢ τελέως τρέψασθαι καὶ τὸ κράτος καθαρῶς ἀναδήσασθαι. Οὗτος δεύτερος ἡμῖν τῆς φιλίας οὐκ ἔτι σπινθήρ, ἀλλ' ἤδη πυρ σὸς ἀνάπτεται περιφανὴς καὶ ἀέριος.
18.1 Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, πολλὰ μὲν τῆς προπετείας ἑαυτοῖς καταμεμψάμενοι, πολλὰ δὲ τῆς ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες, ὡς καὶ φανερὰν ἔχθραν ὁμολογῆσαι καὶ προδοσίαν ἐπικαλεῖν, οὐκ ἐκείνων μόνον, ἀλλὰ καὶ αὐτῶν Ἀθηνῶν, ὡς διὰ τῆς πρώτης πείρας ἐληλεγμένων καὶ ᾐσχυμμένων ὑφ' ἑνὸς ἀνδρός, καὶ ταῦτα μηδὲ τοῦ θαρρεῖν καιρὸν ἔχοντος. 18.2 Ὁ δέ, καὶ γὰρ ἀνθρώπινον τὸ πάθος, ὅταν μεγάλα ἐλπίσαντες ἀθρόως τοῖς ἐλπισθεῖσιν ἐντύχωμεν, ἐλάττω τῆς δόξης ὁρᾶν τὰ φαινόμενα, τοῦτο καὶ αὐτὸς πάσχων ἐσκυθρώπαζεν, ἐδυσ φόρει, τῆς ἐπιδημίας ἑαυτὸν ἐπαινεῖν οὐκ εἶχεν, ἐζήτει τὸ ἐλπισθέν, κενὴν μακαρίαν τὰς Ἀθήνας ὠνόμαζεν. 18.3 Ὁ μὲν δὴ ταῦτα· ἐγὼ δὲ τῆς λύπης ἀφῄρουν τὸ πλεῖστον, καὶ λογικῶς συγγινόμενος καὶ κατεπᾴδων τοῖς λογισμοῖς καί, ὅπερ ἦν ἀληθές, οὔτε ἦθος ἀνδρὸς εὐθὺς ἁλωτὸν εἶναι λέγων, ὅτι μὴ χρόνῳ πολλῷ καὶ συνουσίᾳ τελεω τέρᾳ, οὔτε παίδευσιν τοῖς πειρωμένοις ἐξ ὀλίγων τε καὶ ἐν ὀλίγῳ γνωρίζεσθαι. Ὅθεν ἐπανῆγον αὐτὸν εἰς τὸ εὔθυ μον, καὶ πεῖραν διδοὺς καὶ λαμβάνων πλέον ἐμαυτῷ συνέδησα.
19.1 Ὡς δὲ προϊόντος τοῦ χρόνου τὸν πόθον ἀλλή λοις καθωμολογήσαμεν, καὶ φιλοσοφίαν εἶναι τὸ σπουδαζό μενον, τηνικαῦτα ἤδη τὰ πάντα ἦμεν ἀλλήλοις, ὁμόστεγοι, ὁμοδίαιτοι, συμφυεῖς, τὸ ἓν βλέποντες, ἀεὶ τὸν πόθον ἀλλή λοις συναύξοντες θερμότερόν τε καὶ βεβαιότερον. 19.2 Οἱ μὲν γὰρ τῶν σωμάτων ἔρωτες, ἐπειδὴ ῥεόντων εἰσί, καὶ ῥέουσιν ἶσα καὶ ἠρινοῖς ἄνθεσιν· οὔτε γὰρ φλὸξ μένει τῆς ὕλης δαπανηθείσης, ἀλλὰ τῷ ἀνάπτοντι συναπέρχεται, οὔτε πόθος ὑφίσταται, μαραινομένου τοῦ ὑπεκκαύματος. Οἱ δὲ κατὰ Θεόν τε καὶ σώφρονες, ἐπειδὴ πράγματος ἑστῶτός εἰσι, διὰ τοῦτο καὶ μονιμώτεροι, καὶ ὅσῳ πλέον αὐτοῖς τὸ κάλλος φαντάζεται, τοσούτῳ μᾶλλον ἑαυτῷ τε καὶ ἀλλήλοις συνδεῖ τοὺς τῶν αὐτῶν ἐραστάς. Οὗτος τοῦ ὑπὲρ ἡμᾶς ἔρωτος νόμος. 19.3 Αἰσθάνομαι μὲν οὖν ἔξω τοῦ καιροῦ καὶ τοῦ μέτρου φερόμενος, καὶ οὐκ οἶδ' ὅπως εἰς τούτους ἐμπίπτω τοὺς λόγους, οὐκ ἔχω δ' ὅπως ἐμαυτὸν ἐπίσχω τοῦ διηγήματος· ἀεὶ γάρ μοι τὸ παρεθὲν ἀναγκαῖον φαίνεται καὶ κρεῖττον τοῦ προληφθέντος· 19.4 κἄν μέ τις ἀπάγῃ τοῦ πρόσω τυραννικῶς, τὸ τῶν πολυπόδων πείσομαι, ὧν τῆς θαλάμης ἐξελκομένων προσέξονται ταῖς κοτύλαις αἱ πέτραι, καὶ οὐ πρὶν ἀφεθή σονται ἢ παρ' ἀλλήλων τι προσλαβεῖν ἐκ τῆς βίας. Εἰ μὲν οὖν συγχωρήσοι τις, ἔχω τὸ ζητούμενον· εἰ δὲ μή, παρ' ἐμαυτοῦ λήψομαι.
20.1 Οὕτω δὴ τὰ πρὸς ἀλλήλους ἔχοντες, καὶ τοιαύτας ὑποστήσαντες εὐτειχεῖ θαλάμῳ χρυσέας κίονας, ὅ φησι Πίνδαρος, οὕτως ᾔειμεν εἰς τὸ πρόσω, Θεῷ καὶ πόθῳ συνεργοῖς χρώμενοι. Ὤ! πῶς ἀδακρυτὶ τὴν τούτων ἐνέγκω μνήμην! Ἶσαι μὲν ἐλπίδες ἦγον ἡμᾶς πράγματος ἐπιφθο νωτάτου, τῶν λόγων· φθόνος δὲ ἀπῆν, ζῆλος δὲ ἐσπουδά ζετο. 20.2 Ἀγὼν δὲ ἀμφοτέροις, οὐχ ὅστις αὐτὸς τὸ πρω τεῖον ἔχοι, ἀλλ' ὅπως τῷ ἑτέρῳ τούτου παραχωρήσειεν· τὸ γὰρ ἀλλήλων εὐδόκιμον ἴδιον ἐποιούμεθα. Μία μὲν ἀμφο τέροις ἐδόκει ψυχὴ δύο σώματα φέρουσα· καὶ εἰ τό, πάντα ἐν πᾶσι κεῖσθαι, μὴ πειστέον τοῖς λέγουσιν, ἀλλ' ἡμῖν γε πειστέον, ὡς ἐν ἀλλήλοις καὶ παρ' ἀλλήλοις ἐκείμεθα. 20.3 Ἓν δ' ἀμφοτέροις ἔργον ἡ ἀρετή, καὶ τὸ ζῆν πρὸς τὰς μελλούσας ἐλπίδας, πρὶν ἐνθένδε ἀπελθεῖν ἐνθένδε μεθισ ταμένοις· πρὸς ὃ βλέποντες, καὶ βίον καὶ πρᾶξιν ἅπασαν ἀπηυθύνομεν, παρά τε τῆς ἐντολῆς οὕτως ἀγόμενοι καὶ ἀλλήλοις τὴν ἀρετὴν παραθήγοντες καί, εἰ μὴ μέγα ἐμοὶ τοῦτο εἰπεῖν, κανόνες ὄντες ἀλλήλοις καὶ στάθμαι, οἷς τὸ εὐθὲς καὶ μὴ διακρίνεται. 20.4