1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

15

νηπίους, γέροντας, πᾶσαν ἡλικίαν ἐλεεινήν, πᾶν εἶδος τροφῆς ἐρα νίζων, ὅση τυγχάνει λιμοῦ βοήθεια, ἔτνους τε πλήρεις προθεὶς λέβητας καὶ τοῦ ταριχευτοῦ παρ' ἡμῖν ὄψου καὶ πένη τας τρέφοντος· 35.5 ἔπειτα τὴν τοῦ Χριστοῦ διακονίαν μιμούμενος, ὃς καὶ λεντίῳ διαζωννύμενος οὐκ ἀπηξίου νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ τοῖς ἑαυτοῦ παισίν, ἤτ' οὖν συνδούλοις, πρὸς τοῦτο συνεργοῖς χρώμενος, ἐθεράπευε μὲν τὰ σώματα τῶν δεομένων, ἐθεράπευε δὲ τὰς ψυχάς, συμπλέκων τῇ χρείᾳ τὸ τῆς τιμῆς καὶ ῥᾴους ποιῶν ἀμφοτέρωθεν.

36.1 Τοιοῦτος ἦν ὁ νέος σιτοδότης ἡμῖν, καὶ δεύτε ρος Ἰωσήφ· πλὴν ὅτι καὶ πλέον τι λέγειν ἔχομεν. Ὁ μὲν γὰρ καταπραγματεύεται τοῦ λιμοῦ καὶ τὴν Αἴγυπτον ἐξω νεῖται τῷ φιλανθρώπῳ, τὸν τῆς ἀφθονίας καιρὸν εἰς τὸν τοῦ λιμοῦ διαθέμενος καὶ τοῖς ἑτέρων ὀνείροις εἰς τοῦτο δια ταττόμενος· ὁ δὲ προῖκα χρηστὸς ἦν καὶ τῆς σιτοδείας ἐπίκουρος ἀπραγμάτευτος, πρὸς ἓν ὁρῶν, τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον κτήσασθαι καὶ τῶν ἐκεῖθεν τυχεῖν ἀγαθῶν διὰ τῆς ἐνταῦθα σιτομετρίας. 36.2 Ταῦτα μετὰ τῆς τοῦ λόγου τροφῆς καὶ τῆς τελεωτέρας εὐεργεσίας καὶ διαδόσεως, τῆς ὄντως οὐρανίου καὶ ὑψηλῆς· εἴπερ ἄρτος Ἀγγέλων λόγος, ᾧ ψυχαὶ τρέφονται καὶ ποτίζονται, Θεὸν πεινῶσαι καὶ ζητοῦσαι τροφὴν οὐ ῥέουσαν οὐδ' ἀπιοῦσαν, ἀλλ' ἀεὶ μένουσαν· 36.3 ἧς σιτοδότης ἦν ἐκεῖνος, καὶ μάλα πλούσιος, ὁ πενέστατος ὧν ἴσμεν καὶ ἀπορώτατος, οὐ λιμὸν ἄρτων, οὐδὲ δίψαν ὕδατος ἐξιώμενος, λόγου δὲ πόθον τοῦ ἀληθῶς ζωτι κοῦ καὶ τροφίμου, καὶ εἰς αὔξησιν ἄγοντος πνευματικῆς ἡλικίας τὸν καλῶς τρεφόμενον.

37.1 Ἐκ δὴ τούτων καὶ τῶν τοιούτων, -τί γὰρ δεῖ πάντα λέγοντα διατρίβειν; - ἄρτι τοῦ φερωνύμου τῆς εὐσεβείας μετατεθέντος καὶ ταῖς ἐκείνου χερσὶν ἡδέως ἐναποψύξαντος, ἐπὶ τὸν ὑψηλὸν τῆς ἐπισκοπῆς θρόνον ἀνάγεται· οὐκ ἀμογητὶ μὲν οὐδὲ ἄνευ βασκανίας καὶ πάλης τῶν τε τῆς πατρίδος προεδρευόντων καὶ τῶν πονηροτάτων τῆς πόλεως ἐκείνοις συντεταγμένων. 37.2 Πλὴν ἔδει νικῆ σαι τὸ Πνεῦμα τὸ ἅγιον· καὶ μέντοι καὶ νικᾷ πολλῇ τῇ περιουσίᾳ. Κινεῖ γὰρ ἐκ τῆς ὑπερορίας τοὺς χρίσοντας, ἄνδρας ἐπ' εὐσεβείᾳ γνωρίμους καὶ ζηλωτάς, καὶ μετὰ τούτων τὸν νέον Ἀβραὰμ καὶ Πατριάρχην ἡμέτερον, τὸν ἐμὸν λέγω πατέρα, περὶ ὅν τι καὶ συμβαίνει θαυμάσιον. 37.3 Οὐ γὰρ τῷ πλήθει τῶν ἐτῶν μόνον ἐκλελοιπώς, ἀλλὰ καὶ νόσῳ τετρυχωμένος, καὶ πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς ὤν, κατατολμᾷ τῆς ὁδοῦ, βοηθήσων τῇ ψήφῳ καὶ θαρσήσας τῷ Πνεύματι. Καί τι σύντομον φθέγξομαι, νεκρὸς ἐντεθεὶς ὡς τάφῳ τινὶ τῷ φορείῳ, νέος ἐπάνεισιν, εὐσθενής, ἄνω βλέπων, ῥωσθεὶς ἐκ τῆς χειρὸς καὶ τῆς χρίσεως, οὐ πολὺ δὲ εἰπεῖν ὅτι καὶ τῆς κεφαλῆς τοῦ χρισθέντος. 37.4 Τοῦτο προσκείσθω τοῖς παλαιοῖς διηγήμασιν, ὅτι πόνος ὑγείαν χαρίζεται, καὶ προθυμία νεκροὺς ἀνίστησι, καὶ πηδᾷ γῆρας χρισθὲν τῷ Πνεύματι.

38.1 Οὕτω δὲ τῆς προεδρίας ἀξιωθείς, ὡς τοὺς τοιούτους μὲν γεγονότας, τοιαύτης δὲ χάριτος τετυχηκότας, οὕτω δὲ ὑπειλημμένους εἰκός, οὐ κατῄσχυνεν οὐδενὶ τῶν ἑξῆς ἢ τὴν ἑαυτοῦ φιλοσοφίαν, ἢ τὰς τῶν πεπιστευκότων ἐλπίδας· 38.2 ἀλλὰ τοσοῦτον ἑαυτὸν ὑπερβάλλων ἀεὶ ὅσον πρὸ τούτου τοὺς ἄλλους ἐδείκνυτο, κάλλιστά τε καὶ φιλο σοφώτατα περὶ τούτων διανοούμενος. Ἡγεῖτο γὰρ ἰδιώτου μὲν ἀρετὴν εἶναι, τὸ μὴ κακὸν εἶναι, ἤ τι καὶ ποσῶς ἀγαθόν· ἄρχοντος δὲ καὶ προστάτου κακίαν, καὶ μάλιστα τὴν τοιαύτην ἀρχήν, τὸ μὴ πολὺ τῶν πολλῶν προέχειν, μηδὲ ἀεὶ κρείττω φαίνεσθαι, μηδὲ συμμετρεῖν τῇ ἀξίᾳ καὶ τῷ θρόνῳ τὴν ἀρετήν· 38.3 μόγις γὰρ εἶναι τῷ ἄκρῳ τοῦ μέσου κατα τυγχάνειν, καὶ τῷ περιόντι τῆς ἀρετῆς ἕλκειν τοὺς πολ λοὺς εἰς τὸ μέτριον· μᾶλλον δέ, ἵνα τι φιλοσοφήσω περὶ τούτων ἄμεινον, ὅπερ ἐπὶ τοῦ Σωτῆρος ἐγὼ θεωρῶ, οἶμαι δὲ καὶ τῶν σοφωτέρων ἕκαστος, ἡνίκα μεθ' ἡμῶν ἐγένετο, μορφωθεὶς τὸ ὑπὲρ ἡμᾶς καὶ ἡμέτερον, τοῦτο κἀνταῦθα συμβεβηκέναι λογίζομαι. 38.4 Ἐκεῖνός τε γὰρ προέκοπτε, φησίν, ὥσπερ ἡλικίᾳ, οὕτω