1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

25

Σίσυφον ἢ Κερκυόνα ἢ Σκείρωνα ἢ εἴ τινας τοιούτους ἄλλους ἐν ταῖς ἱστορίαις ἀκούομεν, τὸ μὲν γὰρ ψεῦδος πάσης ἀληθείας ἐστὶν αὐτοῖς ἑτοιμότερον· οὕτω δὲ ἐπιθαρσοῦσιν ὑπ' ἀναισχυντίας τῷ ψεύδεσθαι ὡς οὐδὲ τῷ ἀληθεύειν οἱ περὶ τοῦτο σφοδροί, καὶ τὸ ἐλεγχθῆναι παρ' αὐτοῖς ἐπὶ τοῖς μεγίστοις κακοῖς ἀφορμὴ τῆς παρὰ τοῖς πολλοῖς εὐδοκιμήσεως γίνεται, ὕβρις τε καὶ τραχύτης καὶ ἀναισθησία καὶ ἡ τῶν λεγομένων δυσωδία πολιτισμὸς εἶναι καί τις τοιαύτη φιλοκαλία νομίζεται. 19.19 Ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα, φεύγοντες τὴν ἀμετρίαν τῆς ἐπιστολῆς, ἐξεθέμεθα, ὡς ἂν μὴ ῥᾳθυμίαν ἡμῶν καταγινώσκοις τὸ λογογραφεῖν ἐπὶ τοῦ παρόντος παραιτουμένων· τὸν γὰρ ἐν τούτοις ὄντα πῶς ἐστι δυνατὸν καὶ 19.20 τὸ ἴδιον ὄνομα διὰ στόματος ἐν εὐκολίᾳ φέρειν; ἀλλ' εἴ σοι πάντως καταθύμιόν ἐστιν ἐν τούτοις ἡμᾶς ἀσχοληθῆναί ποτε, χρῆσον ἡμῖν σεαυτὸν μάλιστα καὶ τοῦ συναγαγεῖν χρόνον, ἐὰν μή σε πλέον τῆς ἡμετέρας ἀγάπης ὁ λωτὸς καταγλυκαίνῃ τῆς πόλεως· εἰ δέ σε κρατοίη τὰ καθ' ὑμᾶς (ἀκούω γὰρ ἔχεσθαί σου πᾶσαν ἐκκλησίαν), ἱκανῶς ἡμῖν συμμαχήσεις λύσιν τινὰ τῶν κακῶν παρὰ τοῦ θεοῦ γενέσθαι ἡμῖν ἐπευξάμενος· καὶ τάχα, θεοῦ διδόντος, εἴποτε τύχοιμεν τοιαύτης σχολῆς, οὐκ ἀσυντελεῖς τῷ κοινῷ λογισόμεθα.

20.τ Πρὸς Ἀδέλφιον σχολαστικόν

20.1 Ἐκ τῶν ἱερῶν Οὐανώτων, εἴ γε μὴ ἀδικῶ καλῶν ἐπιχωρίως τὸν τόπον,

ταύτην σοι τὴν ἐπιστολὴν διεχάραξα· ἀδικεῖν δέ φημι τὸν χῶρον, ὅτι μηδὲν ἔχει γλαφυρὸν ἡ ἐπωνυμία, καὶ ἡ τοσαύτη τοῦ τόπου χάρις οὐ συνεμφαίνεται τῷ Γαλατικῷ τούτῳ προσρήματι, ἀλλ' ὀφθαλμῶν ἐστι 20.2 χρεία τῶν ἑρμηνευόντων τὴν χάριν. πολλὰ γὰρ ἐγὼ καὶ παρὰ πολλοῖς ἤδη τεθεαμένος, πολλὰ δὲ καὶ διὰ τῆς τῶν λόγων ὑπογραφῆς ἐν τοῖς διηγήμασι τῶν ἀρχαίων κατανοήσας, λῆρον ἡγοῦμαι τὰ πάντα ὅσα τε εἶδον καὶ ὅσα 20.3 ἤκουσα συγκρίσει τῶν τῇδε καλῶν. οὐδὲν ἐκεῖνος ὁ Ἑλικών· μῦθος τῶν μακάρων αἱ νῆσοι· μικρόν τι χρῆμα τὸ πέδον τὸ Σικυώνιον· κόμπος τις ἄλλως ποιητικὸς τὰ κατὰ τὸν Πηνειὸν διηγήματα, ὅν φασι πλουσίῳ τῷ ῥείθρῳ τὰς ἐκ πλαγίων ὄχθας ὑπερχεόμενον τὰ πολυύμνητα πεδία 20.4 τοῖς Θετταλοῖς ἀπεργάζεσθαι. τί γὰρ τοιοῦτόν ἐστιν παρ' ἑκάστῳ τῶν εἰρημένων, οἷον ἡμῖν ἡ Οὐάνωτα τοῖς οἰκείοις ἐπεδείξατο κάλλεσιν; εἴτε γάρ τις τὴν φυσικὴν ἐπιζητοίη τοῦ τόπου χάριν, ἀπροσδεής ἐστι τῶν ἐκ τῆς τέχνης καλῶν, εἴτε τὰ ἐκ τῆς ἐπιτεχνήσεως προσγινόμενα βλέποι, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὡς καὶ φύσεως δύνασθαι δυσκληρίαν 20.5 νικῆσαι. ἃ μὲν γὰρ ἡ φύσις τῷ τόπῳ χαρίζεται τῇ ἀκατασκεύῳ χάριτι τὴν γῆν ὡραΐζουσα, τοιαῦτά ἐστι· κάτωθεν μὲν ποταμὸς Ἅλυς ταῖς ὄχθαις καλλωπίζων τὸν τόπον, οἷόν τιςνία χρυσῆ διὰ βαθείας ἁλουργίδος ὑποστίλβει, 20.6 διὰ τῆς ἰλύος ἐρυθραίνων τὸ ῥεῖθρον· ἐκ δὲ τοῦ ἄνωθεν μέρους ὄρος ἀμφιλαφές τε καὶ λάσιον μακρᾷ τῇ ῥαχίᾳ παρατείνεται δρυσὶν ἁπανταχόθεν κατάκομον, ἄξιον Ὁμήρου τινὸς ἐπιτυχεῖν ἐπαινέτου μᾶλλον ἢ τὸ Νήριτον ἐκεῖνο τὸ Ἰθακήσιον, ὅ φησιν ὁ ποιητὴς ἀριπρεπές τε εἶναι καὶ 20.7 εἰνοσίφυλλον. ἐπικατιοῦσα δὲ πρὸς τὸ πρανὲς ἡ αὐτόματος ὕλη τοῖς ἀπὸ τῆς γεωργίας κατὰ τὴν ὑπώρειαν συνάπτεται· εὐθὺς γὰρ ἄμπελοι διηπλωμέναι κατὰ τὰ πλάγιά τε καὶ ὕπτια καὶ κοῖλα τῆς ὑπωρείας, οἷον ἱμάτιόν τι χλοερὸν τὴν βαφήν, πάντα τὸν ὑποκείμενον χῶρον ἀπολαμβάνουσι· προσετίθετο δὲ τῇ ὥρᾳ καὶ ὁ καιρὸς θεσπέσιόν τι χρῆμα τῶν βοτρύων ὑποδεικνύς, ὃ δὴ καὶ μᾶλλον εἰς ἔκπληξιν ἤγαγεν, ὅτι τῆς γείτονος χώρας ἐν ὄμφακι τὸν καρπὸν δεικνυούσης, ἐνταῦθα κατατρυφᾶν ἐξῆν τῶν βοτρύων καὶ κατ' ἐξουσίαν ἐμφο20.8 ρεῖσθαι τῆς ὥρας. εἶτα πόρρωθεν ἡμῖν οἷόν τις πυρσὸς ἐκ φρυκτωρίας μεγάλης ἡ τῶν οἰκοδομημάτων χάρις ἐπέλαμπεν, <ἐν> ἀριστερᾷ μὲν εἰσιόντων ὁ εὐκτήριος οἶκος τοῖς μάρτυσιν ἡτοιμασμένος, οὔπω μὲν τὸ τέλειον τῆς