1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

2

ταῦτα γὰρ καὶ μένουσι. Μακαρίζει τοίνυν τοὺς τὴν βασιλικὴν ὁδὸν ὁδεύσαντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας τοῦ νόμου παρατραπέντας. Τίνες δὲ οὗτοι, διδάσκει· Οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου, Οἱ γὰρ κατὰ τούτους πολιτευόμενοι τὸ ἄμωμον ἔχουσιν. Ὁδὸν γὰρ, ὡς προέφην, τὸν βίον καλεῖ. Τοῦτον γὰρ ἐξ ὠδίνων μέχρι τάφου διοδεύομεν ἅπαντες. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Καὶ τὸν ὀκτωκαιδέκατον ψαλμὸν ἑρμηνεύοντες εἰρήκαμεν, τίνι διαφέρει νόμος, καὶ μαρ τύρια, καὶ δικαιώματα, καὶ κρίματα, καὶ ἐντολαί· ἀναμνήσομεν δὲ ὅμως ἐν κεφαλαίῳ τῶν εἰρημένων. Νό μον καλεῖ τὸν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ θεσπεσίου Μωϋσέως δεδομένον· ἐντολὰς δὲ καὶ προστάγματα πάλιν τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσταχθέντα· δι καιώματα, ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενον· κρίμα τα δὲ, ὡς τὰς θείας ψήφους ὑποδεικνύντα καὶ τὰς ἀξίας ἀντι δόσεις τῶν τε ἐννόμως καὶ παρανόμως βιούντων· μαρτύρια δὲ, ὡς διαμαρτυρόμενον καὶ δεικνύντα, οἵαις ὑποστήσον ται τιμωρίαις οἱ παραβαίνοντες. Μακαρίζει τοίνυν καὶ ἐνταῦθα τοὺς τὰ μαρτύρια τοῦ Θεοῦ διηνεκῶς ἐρευνῶν τας, καὶ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ἐκζητοῦντας. Οὐ παν τὸς δὲ τοῦτο, ἀλλὰ τοῦ τὴν κορυφὴν κατειληφότος αὐ τῆς τῆς ἀρετῆς. Ὁ γὰρ τοιοῦτος οὐ μερίζει τὴν διάνοιαν εἰς Θεὸν καὶ φροντίδας βιωτικὰς, ἀλλ' ὅλον ἑαυτὸν ἀνα τίθησι τῷ Θεῷ. Καὶ γὰρ διὰ τῆς ἀναγνώσεως καὶ διὰ τῆς ἀκροάσεως τῶν θείων Γραφῶν κατορθοῦται ὁ βίος ἡμῶν. Ὁ οὖν προφήτης μακαρίζει τοὺς ἐξερευνῶντας τὰ μαρτύρια αὐτοῦ. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἔφη· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Ὁ δὲ προκόπτων ἐν τῷδε τῷ βίῳ τῇ ἐρεύνῃ τῶν θείων Γραφῶν, καὶ μὴ μερίζων τὸν βίον αὐτοῦ εἰς ἡδονὰς καὶ πάθη ἁμαρτημάτων, ἀλλὰ καὶ Πνεύματι ζῶν, καὶ Πνεύματι στοιχῶν, ἐρευνῶν τὰς Γραφὰς, τότε τέλειος ἐν ὅλῃ καρδίᾳ ἐκζητεῖ τὸν Θεόν, 55.677 Καὶ ἐπειδὴ ὁ ψαλμὸς οὗτος νόμον καὶ ἐντολὰς καὶ δι καιώματα καὶ κρίματα καὶ μαρτύρια πεπυκνωμένος διαγορεύει, χρήσιμόν ἐστι περὶ τούτων διαλαβεῖν ἄνω θεν. Νόμος οὖν ἐδόθη παρὰ τοῦ Θεοῦ, ὅτι αὐτός ἐστι βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόν των. Ἔστι δὲ νόμος κοινὸν παράγγελμα ἐπὶ πᾶσιν ἀν θρώποις· ἄρχουσιν, ἀρχομένοις· δούλοις, δεσπόταις· πλουσίοις, πένησιν. Εἴρηται δὲ παρὰ τὸ νέμειν. Ἐπὶ πᾶσι γὰρ ἀνθρώποις νενομοθέτηται, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὸν ἀγρὸν τοῦ πλησίον σου, τίμα τὸν πατέρα σου καὶ μητέρα σου. Τὸ αὐτὸ δὲ καὶ ἐν τολὴ εἴρηται, ὅτι ἐντέλλεται ὑμῖν ὁ Θεὸς τὸ ἀγαθὸν ποιεῖν, καὶ τοῦ φαύλου ἀπέχεσθαι. ∆ικαιώματα δὲ καὶ κρίματα, καθ' ὃ καὶ οἱ δίκαιοι φυλάττοντες τὰς ἐντολὰς δικαιοῦνται παρὰ τῷ Θεῷ, οἱ δὲ παραβαίνοντες ἁμαρ τωλοὶ κατακρίνονται. Μαρτύρια δὲ εἴρηται, ἐπειδὴ δια μαρτύρεται ὁ Θεὸς διὰ τῶν θείων αὐτοῦ Γραφῶν, φυλάτ τειν πάσας τὰς ἐντολὰς αὐτοῦ. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Τὴν διαίρεσιν ταύτην πεποίηκε καὶ ἐν τῷ πρώτῳ ψαλμῷ. Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτὸς, καὶ τὸν τῆς μελέτης ἐπιδείξας καρ πὸν ἐπήγαγεν· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως. Καὶ ἐνταῦθα τοίνυν μακαρίσας τοὺς ἀμώμους, διδάσκει ὡς οἱ τῆς ἀνομίας ἐργάται ἑτέραν ἑαυτοῖς ὁδὸν κατεσ κεύασαν, καὶ τὴν ὑπὸ Θεοῦ παγεῖσαν κατέλιπον. Μακα ρίσας οὖν ὁ προφήτης τοὺς ἐκζητοῦντας τὸν Θεὸν ἐν ὅλῃ καρδίᾳ, ἐπιφέρει λέγων· Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα. βʹ. Τοῦτο καὶ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ