1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

32

τὴν νύκτα ὕπνου, Ἐφραΐμ. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου· κατὰ τὸ κρίμα σου ζῆσόν με. Ὁ τοσούτοις κομῶν ἀγαθοῖς, ἐλέους τυχεῖν ἀξιοῖ· καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον, ἀλλὰ κατὰ τὴν ὀνησιφόρον ψῆφον. Παρακαλεῖ τοίνυν καὶ ἱκετεύει τὸν Θεὸν, ἵνα τὴν ζωὴν ἐν τοῖς κρίμασι τοῦ Θεοῦ ἕξῃ, δι' ἑαυτοῦ δὲ καὶ ἡμᾶς καθοδηγήσῃ τοῦτο προσεύ χεσθαι. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. Πόῤῥω γὰρ τῶν θείων νόμων εἰσὶν οἱ τὸν δίκαιον πειρώμενοι πολεμεῖν. Καὶ γὰρ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι κατεδίωκον τοὺς ἀποστόλους, προσεγγίζοντες τῇ ἀνομίᾳ, οἷς ὁ Κύριος ἔφη· Ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ, καὶ ὁ ἀθετῶν ἐμὲ, ἀθετεῖ τὸν ἀποστείλαντά με· καὶ, Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι. ∆ιὰ τοῦτο καὶ ἐμακρύνθησαν ἀπὸ τοῦ νόμου τοῦ εὐαγγελικοῦ, ἀπειθήσαντες τῇ διδασκαλίᾳ τῶν ἀπο στόλων. Ἐγγὺς εἶ σὺ, Κύριε· καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. γʹ. Ὁρᾷς, φησὶν, ἅπαντα, ∆έσποτα· οὐ γὰρ ἀφέστηκας ἀφ' ἡμῶν, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν. Τοῦτο καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου φησί· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Πάντα γὰρ οἶδε καὶ ἐρευνᾷ, καὶ τὰ βάθη τῶν καρδιῶν ἡμῶν. Καὶ ὁ Μακάριος Παῦ λος· Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Μαρτύρια καλεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν. Καταβὰς γὰρ, φησὶ, διαμάρτυραι αὐτοῖς τὸν οὐρανὸν καὶ τὴν γῆν. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς ὁ μέγας τῆς ᾠδῆς ἀρχόμενος ἔφη· Πρόσεχε, οὐρανὲ, καὶ λαλή σω· ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἐν δὲ τούτοις ὁρᾶται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια· μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα. Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκρι βῶς, ὡς ἐγγὺς εἶ, καὶ πάρει τοῖς γινομένοις, καὶ λανθά νει σε τῶν πραττομένων οὐδέν. Καὶ ἄλλως ἐκ προοιμίων, φησὶν, ἔγνων ὅτι βέβαιά εἰσι τὰ παρὰ σοῦ λαλούμενα, ∆έσποτα, καὶ διηνεκεῖς σου αἱ ἐντολαί. Οὐδὲ γὰρ ὥσπερ τῶν βασιλέων καὶ τῶν πόλεων οἱ νόμοι μετατίθενται, οὕτω καὶ οἱ τοῦ Θεοῦ· ἀλλ' ὥσπερ ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς τὸν αἰῶνα μένει, οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαί. Ἐπ' αὐ τοῖς γὰρ, φησὶν, οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἔφη δὲ καὶ ὁ Κύριος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθω σιν. Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται, κατὰ τὴν τοῦ Κυρίου φωνήν· καὶ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ταύτῃ καὶ ὁ θεῖος προφήτης τὰς ἄλλας ἐκόσμησεν ἀρετὰς, καὶ ταύτην προϊσχόμενος τὴν θείαν ἐπαγγέλλεται βοήθειαν. Πολλὰ δέ εἰσιν εἴδη τῆς ταπει νώσεως· ταπεινοῦται γάρ τις καὶ ἐν θλίψει καὶ ἐν συμφοραῖς καὶ ὑπὸ ἀνθρωπίνων ἐπηρειῶν. Ἡ δὲ ἀληθὴς ταπείνωσίς ἐστιν, ὅταν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπι στρέφωμεν· οἷον ἐταπεινώθη αὐτὸς ὁ ∆αυῒδ εἰπὼν καὶ ποιήσας· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ, Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου· καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ὡσαύτως, καὶ ἐὰν ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἀγα 55.704 πῶντες καὶ φυλάττοντες τὰ προστάγματα αὐτοῦ, περὶ ὧν ὁ Κύριός φησι· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ ματι. Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. Ἐπειδὴ ἐκ τοῦ ἀρχεκάκου ἐχθροῦ διὰ τῆς ἀναβάσεως ἀπέστη τὸ ἀνθρώπινον γένος ἐκ τοῦ Θεοῦ, εὔχεται ὁ προφήτης κριθῆναι καὶ σωτηρίας τυχεῖν τὸ ἀνθρώπινον γένος· αὕτη δὲ γίνεται διὰ τοῦ λόγου τοῦ εὐαγγελικοῦ. Τοῦ γὰρ Εὐαγγελίου κη ρυχθέντος ἐν πάσῃ τῇ οἰκουμένῃ, κατηργήθη ὁ διάβολος, καὶ σέσωσται τὸ ἀνθρώπινον γένος ζωοποιηθὲν Πνεύ ματι. Ἀναμιμνήσκει τοίνυν ὑποσχέσεων τὸν ∆εσπότην, καὶ παρ' αὐτοῦ τὴν