1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

24

ὄνομά μου ἐπ' ἀδίκῳ· καὶ, Ὅρκῳ οὐκ ἐθίσεις τὸ στόμα σου, δηλαδὴ ἐπὶ τοῖς κοσμικοῖς πράγμασιν· ἔφη γὰρ ὁ Ἐκκλησιαστής· Ἐκτησάμην χρυσίον, ἀργύριον, ἱματισμόν· ἐποίησά μοι κήπους, ἀμπελῶνας, ὑδραγωγούς· καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις τοῦ πνεύματος. 55.696 Ὁ ἐπὶ τούτων τὸ ὄνομα τοῦ Θεοῦ ἐπὶ γλώσσης φέρων, ἐπὶ ματαιότητι λαμβάνει τὸν ὅρκον καὶ ἐπ' ἀδίκῳ. Καὶ αὖθις ὁ Κύριος· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· καὶ ὁ αὐτοῦ μαθητὴς Ἰάκωβος· Πρὸ πάντων, ἀδελ φοὶ, μὴ ὀμνύετε. Ὥσπερ οὖν ἐστιν ἐντολὴ, μὴ φονεύσῃς, μὴ ἀδικήσῃς· οὕτω καὶ τὸ, μὴ ὀμόσῃς· Ἐταπει νώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸ λό γιόν σου. Οὐχ ἁπλῶς ἔφη τεταπεινῶσθαι, ἀλλὰ σφόδρα ταπεινωθῆναι, καὶ ταῦτα βασιλεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πολεμίων κρατῶν. Ἀλλ' οὔτε τῇ σο φίᾳ, οὔτε τῇ ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο πώποτε· τῆς θείας ταῦτα χάριτος ὑπελάμβανε δῶρα. Καὶ ζωὴν δὲ αἰτῶν τὸν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην. Καὶ ἐπειδὴ πάντως βιοῦν τες εἰς ἁμαρτίαν κατολισθαίνομεν (καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς ἐναντίον Κυρίου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ), ἀσπαζώμεθα στεναγμὸν, δάκρυα, ἐγκράτειαν, τῆξιν σώματος. Τοῦτο γάρ ἐστι Ταπείνωσις ἕως σφόδρα. Ὅτε δὲ λέγει ὁ προφήτης, Ζῆσόν με, οὐ περὶ ταύτης τῆς ζωῆς παρακαλεῖ τῆς ἐν βρώμασι καὶ πόμασιν, ἀλλὰ τῆς λογικῆς, τῆς πρακτικῆς, τῆς ἐναρέ του, ἥτις τὰς θείας ἐντολὰς φυλάττει. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ μὲν πλεῖστα οἱ θεῖοι νόμοι διαγο ρεύουσιν, ἔνια δὲ καὶ ἡ γνώμη προστίθησιν. Οὕτω καὶ τῶν θυσιῶν τὰ μὲν νομικὰ, τὰ δὲ γνωμικά. Τὰ μὲν γὰρ περὶ ἁμαρτίας καὶ πλημμελείας καὶ περὶ ἀγνοίας, ἃς ὁ νόμος προσφέρειν ἐκέλευε, καὶ ταῦτα οἱόν τι χρέος ἀπεδίδοτο τῷ Θεῷ· τὰ δὲ τῇ φιλοτιμίᾳ τῆς γνώμης προσφερόμενα, δῶρα προσηγόρευσεν. Οὕτω καὶ νῦν τὴν μὲν σωφροσύνην καὶ τὴν δικαιοσύνην οἱ εὐαγγελικοὶ δι αγορεύουσι λόγοι· παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκρά τεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρή μοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοὺς νόμους ὑπερπη δῶντα. Τὰ τοιαῦτα τοίνυν ὁ προφήτης ἑκούσια προσ ηγόρευσεν. Ἃ γὰρ οὐχ ὑπόκειται νόμων ἀνάγκῃ, ἀλλὰ φιλοθέου γνώμης ὑπάρχει καρπὸς, εἰκότως ἑκούσια προσηγόρευται. Πολλαχῶς τε ἐμπίπτοντες εἰς περιστά σεις καὶ θλίψεις, τασσόμεθα τῷ Θεῷ, ὡς τὸ, Ἀπο δώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου. Ταῦτα χρὴ ἡμᾶς πάντως ἐκπληροῦν. Ἔχει δὲ καὶ ἑτέραν ἔν νοιαν ὁ λόγος. Ἑκούσια οὖν εἰσιν ὅσα καθ' ὑπερβολὴν τῶν ἐντολῶν τοῦ Θεοῦ εἰσιν. Ἐντολὴ τοῦ Θεοῦ ἐστι, μιᾷ γυναικὶ ζεύγνυσθαι· Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Εἰ δέ τις παρθενίαν θέλει ἀσκῆσαι, τοῦτο ἑκού σιον αὐτοῦ ἐστιν. Ὡσαύτως ἐπιτρεπόμεθα ἔχειν διατρο φὰς καὶ σκεπάσματα καὶ ἐνδύματα· ἐὰν δὲ ἀκτημο σύνην προαιρώμεθα ἀσκῆσαι, ἑκούσιον ἡμῶν ἐστι. Καὶ ἐὰν τὸν μονήρη καὶ μοναχικὸν βίον ἐπιποθῶμεν ἀσκῆ σαι, ἑκούσιον ἡμῶν ἐστιν. Ἐν τούτοις οὖν εὔχεται ὁ προφήτης κατευοδωθῆναι τοῖς θέλουσι ποιεῖν αὐτά. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός· καὶ τοῦ νό μου σου οὐκ ἐπελαθόμην. Ὑπὸ τῆς σῆς γὰρ προνοίας φρουρούμενος, τὴν λήθην τῶν σῶν ἐξώρισα νόμων. Πᾶς γὰρ ὁ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, τὴν ψυχὴν αὐτοῦ παρατί θεται εἰς τὰς χεῖρας αὐτοῦ, καθὼς καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. Εἰ δὲ με ρίζει τις ἑαυτὸν πρὸς ἡδονὰς καὶ πάθη σωματικὰ, οὐ δαμῶς τὴν ψυχὴν αὐτοῦ τίθησιν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν γὰρ ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας εἰς βιωτικὰς φροντίδας ἀπαγώμεθα, καὶ ἡ σχολὴ ἡμῶν ἐν αὐταῖς τῇ