1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

19

ἀπήλλακται. ∆ιά τοι τοῦτο καὶ εὐθὺς ἀρξάμενος τοῦ ψαλμοῦ, τοὺς ἀμώμους ἐμακάρισε. Πότε οὖν ἐστιν ἄμωμος ἡ καρδία ἡμῶν, ἢ ὅτε ἀνεγεν νήθημεν δι' ὕδατος καὶ Πνεύματος, καὶ καθαροὶ γεγόνα μεν ψυχῇ καὶ σώματι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος ἐν τοῖς δικαιώμασι τοῦ Θεοῦ πολιτευόμεθα, ἵνα μὴ αἰσχυνθῶμεν, ὅτε οἱ δίκαιοι εἰς τιμὴν ἑαυτῶν καὶ δόξαν ἀναστήσονται, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον; Ἐπεὶ καὶ ἐν τῷδε τῷ βίῳ αἰσχύνη ἐστὶ Χριστιανῷ λέ γεσθαι πόρνον, ἢ ἀδικητὴν, ἢ λοίδορον, ἢ ἐπίορκον, ἢ μισάδελφον, ἢ μέθυσον, ἢ φλύαρον, ἢ ψεύστην, ἤ τι τοι οῦτον. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. Οἱ σφόδρα τι ποθοῦν τες, καὶ ἐστερημένοι τοῦ ποθουμένου, ἐκλείπειν φασίν. Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδημίας προσμένον τες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ δι αμαρτάνοντες· οὕτως οἱ ἄγαν διψῶντες καὶ σπανίζοντες ὕδατος· οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαίοντες καὶ τὴν θείαν εὐμένειαν προσμένοντες, ἀναβαλλομένην ταύ την ὁρῶντες ἐκλείπουσι. Σωτήριον οὖν τοῦ ἀνθρωπείου γένους ἐστὶν ἡ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος πρὸς ἡμᾶς συγκατάβασις. Ἐπειδὴ καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν· οὕτως οὖν καὶ αὐτὸς τοῦτο τὸ σωτήριον, ὃ ἀπέκειτο, ηὔχετο τάχιον γενέσθαι. Ἐξέλιπον οἱ ὀφθαλ μοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, Πότε παρακα λέσεις με; Λόγιον καὶ ἡ ὑπόσχεσις ἡ θεία καλεῖται καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμέ νων κακῶν προσδεχόμενος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγ χάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκρι βῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπο λαμβάνει τὴν εὕρεσιν. Ἐπιτείνει οὖν τὸν λόγον, ἐκδεχό μενος ταύτην τὴν παράκλησιν, ἥτις ἐστὶν ὁ εὐαγγελικὸς λόγος. Αὐτὸς γὰρ ὁ Σωτὴρ ἐλθὼν, παρεκάλεσεν ἡμᾶς εἰπών· ∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πε φορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ, Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου 55.692 οὐκ ἐπελαθόμην. Ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται. καὶ φυσώμενος ἐξογκοῦται· ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. Οἱ οὖν τὸν εὐαγγελικὸν λόγον δεξάμενοι, πᾶσαν τρυφὴν καὶ σωμάτων χαυνώσεις καὶ ὀγκώσεις ἀποβάλλονται, καὶ βιοῦσι κατὰ τήνδε τὴν ζωὴν ἐν σεμνό τητι καὶ ἐν εὐλαβείᾳ καὶ ἐγκρατείᾳ. Οὕτω γάρ ἐστιν ἡ τοῦ σώματος φύσις· χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογ κοῦται, καὶ κατὰ τῆς ψυχῆς ἐξανίσταται· τῇ δὲ ἀσκητικῇ κακουχίᾳ ταπεινοῦται καὶ πιέζεται. Καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν· Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκι μος γένωμαι. Τοιγάρτοι καὶ ὁ προφήτης ἐπειδὴ διωκό μενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; Πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; Ὀλιγοσταὶ οὖν εἰσιν αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν, καὶ κα ταδιωκόμεθα ὑπὸ λογισμῶν πονηρῶν, καὶ ὑπὸ σαρκικῶν ἐπιθυμιῶν καὶ τῶν τοῦ κόσμου φροντίδων· Ἡ γὰρ σὰρξ κατὰ τοῦ πνεύματος ἀγωνίζεται, ὥς φησιν ὁ Ἀπόστολος· Αἱ γὰρ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς, ἑβδο μήκοντα ἔτη. Πότε τοίνυν μοι δικάσεις, καὶ τῶν δυσμε νῶν ἀπαλλάξεις; Κρῖνον οὖν, καὶ ταῦτα ἀποδίωξον ἀφ' ἡμῶν. ∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε. Τῷ μὲν προφήτῃ τοὺς ἐχθροὺς ἀνελεῖν συνεβούλευσαν· αὐτὸς δὲ τῷ θείῳ νόμῳ πειθόμενος, τὴν θείαν ψῆφον ἀνέμενεν. Ἀλλὰ καὶ ἡμῖν τῶν λογίων τούτων ἡ διδασκαλία χρησιμωτάτη. Προσήκει τοίνυν φυγεῖν οὐ μόνον τοὺς Ἑλλήνων μύθους καὶ τὴν Ἰουδαίων ἀπιστίαν, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὰ βλάσ φημα δόγματα. Ἐπειδὴ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες