1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

7

ἅγιον βοᾷ. 55.681 Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Φοβηθῶμεν οὖν, ἀδελφοὶ, μὴ ἔλθοι ἐφ' ἡμᾶς ἡ κατάρα τοῦ ἁγίου Πνεύματος. Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβάταις προσφέρει. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Καὶ ἡμεῖς δὲ ψάλλοντες τῷ ἁγίῳ Πνεύματι σύμφωνοι γινόμεθα, τῇ ἀρᾷ παρα πέμποντες τοὺς ἐκκλίνοντας ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ, Προσέχωμεν οὖν, μήποτε ἄλλους ἐπικαταράτους λέγον τες, αὐτοὶ ἡμεῖς ἐσόμεθα τῇ παρεκτροπῇ τῶν ἐντολῶν τοῦ Θεοῦ. Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Ὠνείδισε τὸν προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην ἀποκαλέσας· ὠν είδισαν αὐτὸν καὶ οἱ Γεθαῖοι. Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια. Οὐχ ἁρμόζει τοίνυν τοῖς παρὰ τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ τοῦ Νάβαλ καὶ τῶν ἄλλων πρὸ τῆς ἁμαρτίας. Ἐν ἑτέρῳ οὖν ψαλμῷ λέγει ὁ αὐτὸς προφήτης· Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδέ νωσις τοῖς ὑπερηφάνοις· καὶ, Οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου· καὶ πάλιν ἕτερος προφήτης λέγει· Ἵνα τί ἁμαρτωλοὶ εὐ θηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Εὔχεται οὖν ὁ προφήτης ἐξ αὐτῶν (φ. αὐτοῦ) περιαιρεθῆναι τοῦτο τὸ ὄνειδος καὶ τὴν ἐξουδένωσιν. Τὰ γὰρ τοῦ κόσμου τούτου πράγματα, πλοῦτος καὶ δόξα· αὐτὰ λέγει ὄνειδος καὶ ἐξουδένωσιν, τοῦτο κλέος καὶ τιμὴν ἡγούμενος, τὸ ζητεῖν τὰ μαρτύρια τοῦ Θεοῦ. Καὶ γὰρ ἐκάθισαν ἄρ χοντες καὶ κατ' ἐμοῦ κατελάλουν. Κατὰ μὲν τὸ γράμμα ὁ Σαοὺλ καὶ ὁ Ἀβενὴρ καὶ ὁ Ἀχιτόφελ ἐλοιδόρουν τὸν ∆αυΐδ· κατὰ δὲ διάνοιαν εἰς τὸν Χριστὸν ἀνα φέρεται ὁ στίχος. Καὶ γὰρ Ἡρώδης καὶ Πόντιος Πιλᾶτος καὶ Ἄννας καὶ Καϊάφας συνεβουλεύοντο αὐτὸν ἀποκτεῖ ναι· αὐτὸς δὲ ἦν μετὰ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κήπῳ διαλεγόμενος τὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἶπε γὰρ πρὸς αὐτούς· Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ταῦτα ἀνήγγειλα ὑμῖν. Ὡς δὲ γενόμενος τέλειος ἄνθρωπος, καὶ μορφὴν δούλου λαβὼν, ὠνόμασται καὶ δοῦλος. Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶχον τὰ σὰ δι καιώματα. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ, καὶ οὐδὲν ἕτερον λαλῶ, οὔτε ἐν μελέτῃ εἰμὶ ἄλλων πραγμάτων, εἰ μὴ περὶ τῶν μαρτυ ρίων σου καὶ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ τελείου ἀνδρός. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Τὴν ὑπερ βολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω γὰρ καὶ ἐν τῷ τεσσαρακοστῷ τρίτῳ ἔφη ψαλμῷ· Ὅτι ἐτα πεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Τουτέστιν, οὐχ ὑψώθην, οὐχ ὑπερήφανος ἐγενόμην, ἀλλὰ ταπεινόφρων. Τοῦτο γάρ ἐστι τὸ, Ἐκολ λήθη τῷ ἐδάφει ἡ ψυχή μου. ∆ιὸ αἰτοῦμαι· Ζῆσόν με κατὰ τὸν λόγον σου. Τουτέστι, κατὰ τὸν νόμον σου τὴν ζωήν μου διεύθυνον. ∆ηλοῖ δὲ πρῶτον μὲν τὴν πρὸς τὸ σῶμα αὐτῆς κοινωνίαν ἐκ τοῦ ἐδάφους οὔσης τοῦ χοὸς, ἔπειτα καὶ τὴν ἑκούσιον ταπείνωσιν αὐτοῦ, ἣν ἐφ' οἷς ἡμάρτανεν ἐπεδείξατο, ζῆσαι δι' αὐτῆς διὰ τὸν λόγον τοῦ Θεοῦ προσδοκήσας τὸν ταπεινοῦντα ἑαυτὸν ἀνυψοῦν τος. Ζῆσόν με κατὰ τὸν λόγον σου. Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, ἀλλὰ τὴν κατὰ νόμον ζωήν. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δι καιώματά σου. εʹ. Πάσας σοι, ∆έσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις, καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἠνεσχόμην. ∆ιά τοι τοῦτο ταῖς ἱκετείαις ἐπινεύσαις. Ἀντιβολῶ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα. Λέγει δὲ ὁ αὐτὸς προφήτης καὶ ἐν ἑτέρῳ ψαλμῷ· Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ ἐν ἄλλῳ προφήτῃ εἴρηται· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα