1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

35

παντὶ θλιβό μενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐ κατα λιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολ 55.706 λύμενοι. Καὶ ὁ Κύριος δὲ τοὺς ἱεροὺς ἀποστόλους ὡς πρόβατα ἐν μέσῳ λύκων εἰς πᾶσαν ἀποστείλας τὴν οἰ κουμένην, ἔφη πρὸς αὐτούς· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Αὐτοὶ γὰρ καὶ τὸν εὐαγγελικὸν νόμον ἔλαβον, καὶ πανταχοῦ ἐκήρυξαν. Τοῦτο γὰρ δηλοῖ τὸ, Πολλή. Καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Συνετρίβη γὰρ ὁ σατανᾶς ὑπὸ τοὺς πόδας αὐτῶν. Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Οὐδὲ συμφοραῖς περιστοιχιζόμενος ἀπέκοψα τὰς χρηστοτέρας ἐλπίδας, ἀλλὰ τὴν σὴν ἀναμένων σωτηρίαν διετέλεσα, καὶ ταῖς σαῖς ἑπόμενος ἐντολαῖς· ἐπειδήπερ οἱ ἀγαπῶντες τὰς ἐντολὰς τοῦ Θεοῦ ἀντάμειψιν ζητοῦσι τῆς ἀγάπης καὶ τῆς φυλακῆς, καὶ προσδοκῶσιν ἀποκεῖσθαι αὐτοῖς τὴν τῶν οὐρανίων ἀγαθῶν ἀπόλαυσιν. Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Εἰδὼς γὰρ ὡς ἅπαντα ἐφορᾷς, ὡς ὑπὸ σοὶ θεατῇ πολιτευόμενος, οὐ μόνον ἐπλήρωσά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ μετὰ θερ μῆς τοῦτο δέδρακα διαθέσεως. Ταῦτα δὲ ὁ προφήτης πρὸς ἡμετέραν νουθεσίαν καὶ παράκλησιν διαλέγεται, ἵνα φυλάττωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Ὅσοι οὖν οὐ δι' ἐμπορίαν καὶ αἰσχροκερδίαν, οὐδὲ διὰ τὸ θεαθῆναι καὶ ἐπαινεθῆναι παρὰ τῶν ἀνθρώ πων, ἀγαθὰ ποιοῦσιν, οὗτοι λέγουσι· Πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτι σόν με. εʹ. Πᾶσαν τὴν ἱκετείαν προσενεγκὼν, ἀντιβολεῖ δεχθῆ ναι, καὶ μὴ ἀποῤῥιφῆναι τὴν δέησιν. Καὶ παρακαλεῖ σύν εσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λόγων τὴν γνῶσιν. Ὁ οὖν ἐν ἁμαρτίαις ζῶν καὶ ἀναστρεφόμενος οὐ δύναται εἰπεῖν· Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε. Ἔφη γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Ὥστε ἐκ τῶν ἁμαρτημάτων πρῶτον ἐπιστρέψαι δεῖ, καὶ τότε εἰπεῖν· Ἐγγισάτω ἡ δέησίς μου ἐν ώπιόν σου, Κύριε· ἐπεὶ οὐδὲ ψάλλειν ἁμαρτωλῷ ἔξεστι· γέγραπται γάρ· Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρ τωλοῦ· καὶ, Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμί σησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Καὶ, Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐ τοῦ, οὐχ οἱ ἀνόσιοι. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἀξίωμα τὴν ἱκεσίαν καλεῖ. Τοῦτο γὰρ καὶ παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευταῖς, ἵνα ᾖ ἡ ἔννοια οὕτως· εἰσέλθοι ἡ ἱκεσία καὶ ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε. Καὶ ἐπειδὴ προσδέχῃ τὴν δέησίν μου κατὰ τὸ λόγιόν σου, ὃ ἐπηγγείλω μετανοοῦσιν ἁμαρτωλοῖς, λῦσαί με τῶν ἁμαρτιῶν μου. ∆ιαφόροις μέντοι χρώμενος λόγοις ὁ προφήτης, τὸν ∆εσπότην μειλίσσεται. Ἐξερεύξονται τὰ χείλη μου ὕμνον. ὅταν διδάξῃς με τὰ δικαιώ ματά σου. Κατάλληλος ἡ ἐρυγὴ τῇ τροφῇ. Τὰ γὰρ σὰ, φησὶ, μανθάνων δικαιώματα, σοὶ τῷ τῶν τοιούτων δι δασκάλῳ προσοίσω τὴν ὑμνῳδίαν. Ὅταν τοίνυν τὰς ἀρε τὰς καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ κατορθώσωμεν, τοῦτον ἐξερευγόμεθα ὕμνον αἰνέσεως, καὶ ἑλκύομεν Πνεῦμα συνέσεως· ἐπεὶ ἐν ἁμαρτίαις ζῶντες οὐδαμῶς ἐρευγό μεθα ὕμνον. Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Εἰς μελέτην τῶν σῶν λογίων τὴν γλῶτταν ἀφιερώσω, εἰδὼς πάσῃ δι καιοσύνῃ κεκοσμημένας τὰς ἐντολάς σου. Καὶ ἡ φωνὴ εὐ κτικὴ, διδάσκουσα ἡμᾶς, ὅσης κατακρίσεως ὑπεύθυνοι γί νονται οἱ τὰ πορνικὰ ᾄσματα φθεγγόμενοι, οἱ κολακείας καὶ εὐφημίας ἀνθρώποις προσφέροντες, οἱ κωμικὰς