1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

17

ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. ιαʹ. Εἰ γὰρ καὶ τῆς βασιλείας ὑπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παιδείας τὸν σὸν νόμον ἀνελαβόμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω. Ὁ αὐτὸς δὲ προ φήτης ἐν τοῖς ἐπιοῦσι λέγει, Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά· ὧδε δὲ λέ 55.690 γει, Ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου ἀγαθώτε ρός μοι ὁ νόμος σου, ἡμᾶς ἀσφαλιζόμενος, ἵνα τοῦτον τηρῶμεν, τουτέστι τὰς ἐντολὰς αὐτοῦ, καὶ ταύτας φυ λάττωμεν, καὶ ἐν αὐταῖς ἀναστρεφώμεθα. Ἐν αἷς ἀξιω θείητε, ἀδελφοὶ, τὸν βίον ὑμῶν διευθύνειν, ἵνα καταντή σητε ἐν τοῖς ἀποκειμένοις αἰωνίοις ἀγαθοῖς, καὶ ἐν τῷ νῦν αἰῶνι φυλαχθείητε ἀπὸ πάσης κακίας καὶ ἁμαρτίας· χάριτι καὶ οἰκτιρμοῖς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ.

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.

αʹ. Ὁ προφήτης ∆αυῒδ πολλῶν ἐν πείρᾳ γεγονὼς πραγμά των, ἀρχοντικῆς ἐξουσίας, βασιλείας, πλούτου, δόξης, τιμῆς, τρυφῆς, καὶ πολέμων ἀνδραγαθίας, πάντα σκύ βαλα ἡγησάμενος, εἰς τὸ ὄντως ἐραστὸν καὶ ἐφετὸν καὶ ἀγαπητὸν ἀπέβλεψεν, εἰπών· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Καὶ ἡμεῖς, ἀδελφοὶ (πρὸς νουθεσίαν γὰρ ἡμῶν ταῦτα προεγράφη), πάντα εἰς οὐδὲν λογισάμενοι, τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξωμεν. ∆εῖξαι δὲ θέλων, ὅσης τιμῆς ἠξίωται ὁ ἄνθρωπος, μελῳδήσας ἔφη· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. Λόγῳ γὰρ τὰ πάντα συνέστησεν ὁ Θεὸς, καὶ παρήγαγεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι. Ποιήσας γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ, Γενηθήτω στε ρέωμα, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν, κτήνη, ἑρπετὰ, θηρία κατὰ γένος αὐτῶν· τὸν δὲ ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, ἔπλασεν. Ὁ τοίνυν προφή της Πνεύματι θείῳ κινούμενος, τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀν θρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος (ἀσώματος γὰρ καὶ ἀσχημάτιστος· Πνεῦμα γὰρ ὁ Θεὸς, κατὰ τὴν τοῦ Κυρίου φωνὴν), ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμενος καὶ οἰκείωσιν, ἢν ἔχομεν ἡμεῖς οἱ ἄνθρωποι· κατ' εἰκόνα γὰρ αὐτοῦ ἐκτίσθημεν· διὸ καὶ αὐτὸ τὸ ζῶον ὁ ἄνθρωπος μόνος συνετίζεται. Ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν· ἐπήγαγε γάρ· Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐν τολάς σου, Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφραν θήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Πρό φασις, φησὶν, εὐφροσύνης τοῖς εὐσεβέσι γενήσομαι, ἐλπί σας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ ἐλπίδι τὸ τέλος. Καὶ ἐπειδὴ χαίρει ὁ Θεὸς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντι κατὰ τὴν κυριακὴν φωνὴν, οἱ