1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

26

Ὅθεν καί τις τῶν σοφῶν ἔλεγεν· Ἀνθρώπων βοήθειαν μή μοι δῷς. Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Πᾶσαν προσβολὴν δαιμόνων καὶ λογισμῶν πονηρῶν ἐκκλίνειν ἐπιτάττει, ὅπως τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν ἑαυτῷ φυλάττῃ ἔργῳ καὶ λόγῳ. Τοῦτο γάρ ἐστι τὸ, Ἐξερευνήσω. Ταῦτα γὰρ, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχει ροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβου λήν· ἐμοὶ γὰρ κατὰ τὰς θείας ἐντολὰς προαιρετέα ζωή. Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω, ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο. 55.698 Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με· καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προ νοίας ἀξίωσον, ἵνα μὴ διαμαρτὼν τῆς ἐλπίδος, αἰσχύνης ἀναπλησθῶ. Τὸ δὲ Λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν λέγει, ἀντὶ τοῦ, τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν. Ὡς οὖν τέλειος καὶ φυλάξας τὰς ἐντολὰς τοῦ Θεοῦ προσδοκᾷ τιμὴν καὶ δόξαν ὁ προφήτης ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἔνθα καὶ ζήσεσθαι ἐλπί ζει τὴν αἰώνιον ζωὴν, καὶ μὴ καταισχυνθῆναι μετὰ τῶν ἁμαρτωλῶν, καὶ ἀπειθησάντων, καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἑαυτοὺς ἀπομακρυνάντων. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. Καὶ γὰρ τυχὼν τῆς σωτηρίας, τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην ποιήσομαι. Μελέτην δὲ λέγει οὐ τὴν ἐν λόγοις μόνον, ἀλλὰ καὶ τὴν ἐν ἔργοις. Ἡ γὰρ πάντοτε γινο μένη τῶν τοῦ Θεοῦ δικαιωμάτων μελέτη τὴν βοήθειαν ἡμῖν τὴν αὐτοῦ ἐπισπᾶται, καὶ ἐξ αὐτῆς τίκτεται ἡ σωτηρία. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Ταύτην δὲ περὶ τὰς σὰς ἐντολὰς ἕξω τὴν προ θυμίαν, ἐπονειδίστους καὶ καταγελάστους γεγενημένους τοὺς τούτων παραβάτας εἰδώς. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει περὶ τῶν ἁμαρτωλῶν. Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Καὶ πάλιν, Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Τὸ, Πα ραβαίνοντας, ὁ μὲν Θεοδοτίων Εἰς οὐδὲν εἴρηκεν, ὁ δὲ Σύμμαχος, Σκωρίαν. Ὁ δὲ προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς, τῷ Θεῷ παραπλησίως, τοὺς παρα βάτας, πᾶσαν προθυμίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσήνεγκεν, ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς. Ἰωάννης οὖν ὁ ἀπόστολος ἔφη· Ὁ ποιῶν τὴν ἀνομίαν, καὶ τὴν ἁμαρτίαν ποιεῖ. Παρὰ οὖν τοῖς εὐ σεβῶς ζῶσιν οἱ ἁμαρτωλοὶ παραβάται τοῦ νόμου γνωρί ζονται. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Ἡ ψυχή μου, φησὶ, τὸν σὸν περίκειται φόβον· ἀλλ' ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τούτου μέλη πα ρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ, ὥστε αὐτὰ νεκρὰ τῇ ἁμαρτίᾳ γενόμενα τῇ τῆς ψυχῆς ἀκολουθεῖν ποδηγίᾳ. Τούτῳ ἔοικε τὸ ἀποστολικὸν ἐκεῖνο ῥητόν· Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Καὶ πάλιν· Χριστῷ συνεσταύ ρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὥσπερ γὰρ ὁ καθηλωμένος ἐν λίθῳ οὐ δύναται κινεῖσθαι, οὕτως οὐδὲ ὁ ἐν τῷ φόβῳ τοῦ Θεοῦ καθηλωμένος, τοῦ φό βου τοῦ Θεοῦ χωρίζεσθαι. Καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος ἔφη· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. ζʹ. Τοῖς σοῖς, φησὶν, ἀκολουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς