1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

3

∆εσπότης παρακελεύεται, καὶ μεστὴ πᾶσα ἡ θεία Γραφὴ τῆς τοιαύτης νομοθεσίας. Οὐ γὰρ ἁπλῶς φυλάττειν, ἀλλὰ Σφόδρα φυλάττειν παρεγ γυᾷ, τουτέστι, σὺν ἀκριβείᾳ πάσῃ· καὶ οὐχὶ τὴν μὲν φυλάττειν, τὴν δὲ ἀθετεῖν, ἀλλὰ πάσας τὰς ἐντολὰς φυ λάττειν Σφόδρα εἴρηκε. ∆ιὸ καὶ ἕτερος προφήτης ἔλεγεν· Ἀπὸ τῶν ἐντολῶν σου οὐ μὴ παρέλθω, ἵνα μὴ ἀπο θάνω. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. ∆ιὰ τοῦτο, φησὶν, ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν ἐμὴν ὁδὸν εὐθυνθῆναι, ὡς ἂν διατηρήσαιμί σου τὰ δικαιώματα. Εὐχῆς δέ ἐστι πρόσρημα τὸ Ὄφελον, ἀντὶ τοῦ εἰπεῖν, γένοιτό μοι κατευθυνθῆναι φυλάττειν πάσας τὰς ἐντολάς σου. Ἐπειδὴ πᾶς ἄνθρωπος πόθον ἔχων φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, εἰ μὴ συνεργὸν ἔχῃ τῆς ἀγαθουργίας αὐτὸν, οὐκ ἂν εἰς πέρας πρὸς τὸ ποθούμενον φθάσοι· γέγραπται γὰρ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Οὐκοῦν ἐξ ἡμῶν μέν ἐστιν ἡ ἀρχὴ τοῦ ἀγαθοῦ, τὸ δὲ εἰς πέρας ἐλθεῖν τῆς τοῦ Θεοῦ δέεται βοηθείας· Ἐγγίσατε γὰρ, φησὶ, τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέ πειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Παρανομίας γὰρ αἰσχύνη καρπός. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύ νεσθε; Οἱ δὲ πάσας τοῦ Θεοῦ πληροῦντες τὰς ἐντολὰς, τὴν ἀπὸ τοῦ συνειδότος ἔχουσι παῤῥησίαν. Τότε δὲ, πότε; Ὅταν, κατὰ τὸν προφήτην ∆ανιὴλ, Οἱ δίκαιοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον. Παρακαλεῖ οὖν ὁ προφήτης μὴ αἰσχυνθῆναι τότε. Καὶ πῶς γίνεται τοῦτο; Ἐν τῷ ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς· οὐχὶ τὴν μὲν ποιεῖν, τὴν δὲ ἀφιέναι. Ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσῃς, εἶπε καὶ, Μὴ πορνεύσῃς· καὶ ὁ εἰπὼν, Μὴ πορνεύσῃς, εἶπε καὶ, Μὴ ἀδικήσῃς. Καὶ Ὅστις ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος, κατὰ τὸν ἀπόστολον Ἰάκωβον. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐξομολόγησιν, τὴν εὐχαριστίαν καλεῖ. Τότε δυνήσομαι ὕμνον καθαρόν σοι προσενεγκεῖν, ὅταν σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατὰ ταῦτα βιώσω. Ὁ γὰρ ἀγαθὰς πράξεις ἔχων, ἐκεῖνος ἐξομολο γεῖται Ἐν εὐθύτητι καρδίας, ἐξ ὅλης καρδίας μετα νοῶν, ὡς ὁ ∆αυῒδ ἐπὶ τῇ μοιχείᾳ, καὶ ὡς ὁ τελώνης βοῶν τὸ, Ἥμαρτον, καὶ τὸ, Ἱλάσθητι. Ἐξωμολογήσατο καὶ Ἰούδας, εἰπών· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον· ἀλλ' οὐκ Ἐν εὐθύτητι καρδίας· τῇ γὰρ φιλαρ γυρίᾳ συνείχετο. Ἐξωμολόγητο καὶ ὁ Φαρισαῖος· ἀλλὰ 55.678 τὴν καρδίαν ὑψηλὴν ἔχων καὶ οὐκ εὐθεῖαν, κατέβη μὴ δικαιωθεὶς, λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης. Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Τινὰς πρὸς βραχὺ πολλάκις ἡ θεία χάρις ἀφίησιν, ὠφέλειαν αὐτοῖς ἐντεῦθεν μηχανωμένη. Οὕτως ὁ μέγας Ἠλίας ἐγκαταλειφθεὶς τῷ τῆς δειλίας περι έπεσε πάθει, καὶ τῆς ἀνθρωπείας φύσεως μεμάθηκε τὴν ἀσθένειαν· ἀλλ' εὐθὺς πάλιν τῆς θείας ἀπήλαυσε χάρι τος. Οὕτως ὁ θεῖος Πέτρος ὠλίσθησεν ἀρνηθεὶς, ἀλλ' εὐθὺς αὐτὸν ὁ ∆εσπότης ὑπήρεισε. Γυμνὸς δὲ παντελῶς Ἰούδας τῆς θείας γενόμενος προμηθείας, ἕτοιμον ἐγέ νετο θήραμα τοῦ διαβόλου. Ἐγκατελείφθη καὶ ὁ μακάριος ∆αυῒδ μετὰ τὴν ἁμαρτίαν ἐκείνην, καὶ ταῖς χαλεπαῖς ἐκείναις περιέπεσε συμφοραῖς, ἀλλὰ πάλιν τὴν πρὸς τὸν Θεὸν ἀπέλαβε παῤῥησίαν, καὶ τῆς ἐκεῖθεν κηδεμονίας ἀπήλαυσεν. Ὁ δὲ Σαοὺλ ταύτης ἔρημος γενόμενος παντελῶς, ἐγυμνώθη μὲν τῆς τοῦ Πνεύματος χάριτος, πονηρῷ δὲ πνεύματι συνεζύγη. Εἰκότως τοίνυν ὁ προφήτης ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἕως σφόδρα· τουτέστι, μὴ παντάπασι τῆς προμηθουμένης χάριτος γυμνωθῆναι. Καὶ πάλιν τοίνυν τῇ αὐτῇ ἐννοίᾳ χρησόμεθα, διὰ τοῦ εἰπεῖν τὸν προφήτην, Μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Γίνεται τοίνυν πολλαχῶς ἐγκατάλειψις τοῦ Θεοῦ διά τινας οἰκονομίας καὶ εὐεργε σίας· ὡς ὅταν κατελείφθη ὁ Ἰὼβ πρὸς τὸ γενέσθαι αὐτὸν μᾶλλον τέλειον.