1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

16

Ἀγαθὸς 55.689 δὲ οὖν ὁ Θεὸς ἀγαθὰ ἡμῖν ἐδωρήσατο, καὶ ἁμαρτανόν των ἡμῶν παιδεύει ἡμᾶς πρὸς νουθεσίαν ἐπιστρέφων. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, κατὰ τὸν παροιμιακὸν λόγον. Οὐκοῦν πταίομεν, καὶ δικαίως σωφρονίζει, ἵνα ἐπιστρέ φωμεν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς. Γέγραπται γάρ· Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Καὶ διδασκόμεθα διὰ τῆς χρηστότητος αὐτοῦ καὶ παιδείαν καὶ γνῶσιν, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ πιστεύειν ἡμῖν τὴν σωτηρίαν δο θήσεσθαι. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδα ξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Οἶδεν ὁ προφήτης τῆς παιδείας τὸ χρήσιμον, καὶ ὅτι φιλανθρω πίᾳ χρώμενος ὁ ∆εσπότης, ταύτην ἐπιφέρει τοῖς ἀνθρώ ποις· οὗ δὴ χάριν ταύτης μεταλαχεῖν ἀξιοῖ. Χρηστότητι γὰρ χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει· ἡ δὲ παιδεία τὴν γνῶσιν. Οὕτω καὶ ὁ προφήτης Ἱερεμίας ἀντιβολεῖ· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν ποθῶν, καὶ σιδήρου τομὴν καὶ καυ στῆρα ἐπιζητεῖ. Εἶτα διδάσκει, πόθεν ἔγνω τῆς παιδείας τὸ χρήσιμον. Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημ μέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Ἐπειδὴ εὐημερῶν ἐν τῷ κόσμῳ τούτῳ καὶ πλουτῶν πάντως ἥμαρτον· τοῦτο γὰρ δηλοῖ, Πρὸ τοῦ με ταπεινωθῆναι· ὁ πλοῦτος γὰρ πάντως ἐξ ἀδικίας συνάγεται· ἀλλ' ἐπί στρεψόν με, ἵνα φυλάξω τοὺς λόγους σου. Ἐγὼ γὰρ, φη σὶν, ἐμαυτὸν εἰς παιδείαν προυξένησα. Ἀδικίας γὰρ ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος. Τῇ ἁμαρτίᾳ ἠκολούθη σεν ἡ παιδεία, τῇ δὲ παιδείᾳ τῶν νόμων ἡ φυλακή. Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην. Χρηστὸς εἶ σὺ, Κύριε. Τῷ ὄντι γὰρ χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος, ἀγαθός τε καὶ καθ' ὑπερβολὴν ἀγαθός· καὶ τῇ σῇ ἀγα θότητι ἐν τοῖς δικαιώμασί σου διατήρησόν με. Παρὰ σοῦ γάρ ἐστι πάντα σωτήρια. Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. ∆ιὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δικαιωμάτων τὴν γνώσιν. Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Πάν τες οἱ μὴ φυλάσσοντες τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ κατ επαιρόμενοι κατὰ τῆς γνώσεως αὐτοῦ, αὐτοί εἰσιν ὑπερ ήφανοι. Καὶ εἰ καὶ μέσον τοιούτων ἀνθρώπων ἀναστρέ φομαι, φησὶν, ἀλλ' οὖν τούτοις οὐκ ἐπακολουθήσω, ἀλλ' ἐξερευνήσω ἐν ὅλῃ καρδίᾳ μου τὰς ἐντολάς σου, μένων πεπαγιωμένος ἐν αὐταῖς. Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμε νοι, πᾶν εἶδος ἐπιβουλῆς καττύουσι κατ' ἐμοῦ· ἀλλ' ὅμως πρὸς τὴν αὐτῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος. Ταῦτα δὲ πρὸς νουθεσίαν ἡμῶν ἐγράφησαν, ἵνα ὦμεν ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι εἰς τὸ ἀγαθόν. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Ἔοικε τοῦτο τῷ προφητικῷ ῥητῷ· Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου; καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ἔοικε δὲ καὶ τοῖς ἐν Ἐξόδῳ περὶ τοῦ Φαραὼ εἰρημένοις· Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ. Οἱ οὖν Ἰουδαῖοι ὡς τυρὸς ἐπάγησαν· ὁ δὲ τῶν ἀποστόλων χορὸς, καὶ οἱ πιστεύσαντες δι' αὐ τῶν, ἐν μελέτῃ τῶν λόγων τοῦ Θεοῦ ἀναστρέφονται, τῷ εὐαγγελίῳ τοῦ Θεοῦ πειθαρχήσαντες. Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες· ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου τοῦ σοῦ προστέτηκα. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Χάριν ὁ προφήτης ὁμολογεῖ τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν. Ἀνωτέρω μὲν γὰρ εἶπε, Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλη σα· ἐνταῦθα δὲ λέγει, Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Πρὸς παιδείαν γὰρ καὶ ἐπιστροφὴ περιπίπτει τις εἰς θλίψεις καὶ συμφοράς· καὶ οἱ ἐν ὑπομονῇ ταύτας δεχόμενοι λέγουσιν· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ἵνα τὰ δικαιώματά σου μάθω. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου