1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

27

δυσμενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσ αύτην ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; Τούτοις μέντοι καὶ ὁ θεῖος ἀπόστολος προσόμοια εἴρηκεν· Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Μέγας ὁ ταῦτα θαῤῥῶν προσομιλῆσαι Θεῷ. ∆ιὰ γὰρ τοῦ εἰπεῖν, Ἐποίησα κρίμα καὶ δικαιοσύνην, πασῶν τῶν ἀρετῶν καὶ τῶν ἐντολῶν τὴν κατόρθωσιν ἐπεσπάσατο. Ἔνθεν καὶ ἱκε τεύει μὴ παραδοθῆναι τοῖς ἀδικοῦσι, πονηροῖς δαίμοσι καὶ ἀλογίστοις ὁρμαῖς καὶ λογισμοῖς ἀτάκτοις. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν. Ὁ δὲ Σύμμαχος, Ἀνάδεξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν· ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Ἐγγύησαι· ἀντὶ τοῦ, ἀληθεύω, οὐ ψεύδο μαι· πίστευσον ὑποσχομένῳ τῷ δούλῳ σου· αὐτὸς ἐγ γυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως, ὅτι σου σπουδάσω πληρῶσαι τοὺς νόμους. Ἀνάδεξαί με, ∆έσποτα, φησὶ, καὶ πίστευσον τῷ δούλῳ σου, καὶ ἐγγυητής μου γενοῦ εἰς τὸ ἀγαθὸν, ὅτι φυλάττω τὰ προστάγματά σου· καὶ μὴ γένωμαι συκοφαντούμενος ὑπὸ ὑπερηφάνων. Πάντες γὰρ οἱ μὴ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάττοντες ὑπερήφανος ὀνομάζονται, κατὰ τὸ ῥητὸν τὸ λέγον· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα. Μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ἀλγεινὸν ἡ συκοφαντία, κἂν μέγαν ἔχῃ μισθόν. Ταύτῃ καὶ ὁ θαυμάσιος περιπέπτωκεν Ἰωσὴφ, 55.699 καὶ ἕτεροι δὲ μυρίοι. Παρακελεύεται δὲ καὶ ὁ Κύριος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ προφήτης πεποίηκε ταύτην αἰτήσας τὴν αἴτησιν. ∆ιαφερόντως γὰρ ἡ τῶν ἀλαζόνων καὶ δυνατῶν συκο φαντία χαλεπωτέρα. Ἀδικία γὰρ προσλαβοῦσα τὴν δυ ναστείαν μείζονα τὴν λώβην ἐργάζεται. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Πάλιν ἐνταῦθα λόγιον τὴν ὑπό σχεσιν καλεῖ. ∆ιηνεκῶς, φησὶ, τὴν παρὰ σοῦ σωτηρίαν προσμένω, καὶ τῆς ὑποσχέσεως ἀναμένω τὸ τέλος. Τὸ δὲ Ἐξέλιπον τέθεικε, τὴν ἐπιτεταμένην ἐπιθυμίαν δη λῶν. Τοῦτο καὶ ἀνωτέρω ἐδήλωσεν εἰπών· Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου. Ποῖον δὲ σωτήριον; Ὃ ὁ Συμεὼν ἀγκαλιζόμενος τὸν Κύριον ἔφη· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Τοῦτο οὖν εὔχεται ὁ προφήτης τάχιον γενέσθαι διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων. Τὸ γὰρ Ἐκλείπει ἡ ψυχή μου, ἕτερον οὐδέν ἐστιν ἢ ἡ ἐπίτασις τῆς ἐπιθυμίας. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώ ματά σου δίδαξόν με. Ὁ τοσαύτης ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ σωτηρίας ἀπολαῦσαι αἰτεῖ· καὶ οὐκ ἀπαιτεῖ μισθὸν, ἀλλὰ φιλανθρωπίαν αἰτεῖ. Καὶ γὰρ εἰ καὶ προέκοπτεν ὁ προφήτης ἐν ἀρεταῖς, ἀλλὰ οὖν τὸν ἔλεον τοῦ Θεοῦ ἐξῃτεῖτο. Οὕτω καὶ ἡμεῖς, ἀδελφοὶ, εἰ καί τι ἀγαθὸν ποιοῦμεν, αὐτὸν αἰτησώμεθα συνεργὸν ἡμῶν γενέσθαι, καὶ τῷ ἐλέει αὐτοῦ σωθῆναι. ∆οῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρ τύριά σου. Ἅπαντες μὲν ἄνθρωποι φύσει δοῦλοι Θεοῦ· διαθέσει δὲ, οἱ τοῦ Θεοῦ τὴν δεσποτείαν γνησίως αἱρούμενοι. Ταύτης οὖν τῆς συμμορίας ὁ προφήτης δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ συνέσεως ἀξιωθῆναι παρακαλεῖ, ὥστε γνῶναι τοῦ Θεοῦ τὰ μαρτύρια. Καιρὸς τοῦ ποιῆ σαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀνθρώπων τὰς ἁμαρτίας· ὅταν δὲ αὐξη θεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τι μωρίαν ἐπάγει. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι· καιρὸς διαναστῆναί σε εἰς ἐπικουρίαν τῶν ἀδικουμένων, ὦ ∆έ σποτα· κομιδῇ γάρ σου τὸν νόμον ἐπάτησαν οἱ πολέμιοι. Ἔφη δὲ καὶ ὁ ἀπόστολος Παῦλος περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Καιρὸς ἦν καὶ τοὺς Ἰου δαίους πιστεῦσαι· ἀλλ' οὖν τοὐναντίον ἔπραξαν, ἀπιστή σαντες καὶ ἀθετήσαντες τὸ Εὐαγγέλιον. Τοῦτο γάρ ἐστι τὸ, ∆ιεσκέδασαν τὸν νόμον σου. ∆ιὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐκεῖνοι μὲν