1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

8

δικαιωθῇς. Ἁμαρτά νοντας οὖν ἡμᾶς ἐξαγγέλλειν ἐνώπιον τοῦ Θεοῦ τὰς ἁμαρτίας χρὴ, καὶ ταύτας ἐκκόπτειν· ἐκκοπὴ γὰρ ἁμαρτίας καὶ ἐξαγόρευσις, ταύτης ἄφεσιν ἐργάζεται· καὶ μάλιστα διδασκάλῳ τινὶ ἐξαγγέλλειν, καὶ λαμβάνειν παρ' αὐτοῦ διδαχὴν, τί ὀφείλομεν ποιεῖν ἐπὶ ταῖς ἁμαρ τίαις ἡμῶν. Χωρὶς δὲ κόπου μετάνοια ἀργεῖ. Ἔφη γὰρ 55.682 ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς προφήτης· Ἴδε τὴν ταπείνω σίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἐπὶ τῇ ἁμαρτίᾳ αὐτοῦ ἐθρήνει λέ γων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Οἱ ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πο ρευόμενοι καὶ συνετιζόμενοι παρ' αὐτοῦ ἐνδελεχῶς, πάντοτε (τοῦτο γάρ ἐστι τὸ Ἀδολεσχήσω) ἐν τοῖς θαυ μασίοις τοῦ Θεοῦ μελετῶσιν, ἐννοούμενοι ὅτι αὐτός ἐστιν οὐρανοῦ καὶ γῆς ποιητὴς, αὐτὸς τροφεὺς ἡμῶν, αὐτὸς χορηγὸς τῶν ἀγαθῶν, αὐτὸς πέμπει ὑετὸν, αὐτὸς φέρει ἔαρ καὶ θέρος, πάντα ποιῶν πρὸς ἀνατροφὴν ἡμῶν, αὐτὸς ἁρμονίᾳ καὶ τάξει, ὡς ποιητὴς, τὰ πάντα συντηρεῖ. Καὶ γὰρ θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρετὴν μετελθεῖν, καὶ τὸν φιλαν θρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσθαι τὸν ἀνθρώπινον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς εἶναι τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ προφήτης ἀντιβολεῖ συνέσεως θείας μεταλα χεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν. Ἐνύστα ξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας διαλύει πολλάκις τὸν τόνον τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρα σκευάζει τὸν ἀθλητὴν, καὶ τὴν καλουμένην ἀκηδίαν ἐρ γάζεται· χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται, ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. ∆ιόπερ βεβαιωθῆναι καὶ στηριχθῆναι ὁ προφήτης ἀντιβολεῖ. Τὸ δὲ καταπίπτειν εἰς ἁμαρτίαν, καὶ ῥᾳθυμίᾳ καὶ ὀλιγωρίᾳ καὶ ἀκηδίᾳ κρατεῖσθαι, καὶ μὴ πρόθυμον εἶναι πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, νυσταγμός ἐστι. Καὶ ἐν ἑτέρῳ ψαλμῷ ταύτην τὴν ἔννοιαν εὔχεται ὁ προφήτης λέγων· Φώτισον ὀφθαλ μούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, θάνατον τὴν ἁμαρτίαν καλῶν. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετι σάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκτρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖσθαι πορείαν, καὶ ἄληστον περιφέρειν τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην. Πᾶσαν δὲ πρᾶξιν πονηρὰν ἐξ αὐτοῦ εὔχεται ὁ προφήτης ἀφαιρεθῆναι (τοῦτο γάρ ἐστιν ἡ ἀδικία), καὶ τῷ νόμῳ αὐτοῦ καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἐλεηθῆναι. Λέγει γὰρ, Ὁδὸν ἀληθείας ᾑρετισάμην· τουτέστιν, ἠγάπησα, ἐξελεξάμην· καὶ τούτου ἕνεκεν οὐδὲ τὰ κρίματά σου ἐπελαθόμην, καὶ οὐδὲ τῆς μνήμης τῶν μαρτυρίων σου λήσμων γέγονα. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. Οὐχ ἁπλῶς, εἶπεν, ἠκολούθησα τοῖς μαρτυρίοις σου, οὐδὲ παρέργως, ἀλλ' Ἐκολλήθην· τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμὸν, ἀλλὰ διὰ παντὸς ἐν αὐτοῖς ἀνετρεφόμην μὴ ἀποσπώμε νος ἐξ αὐτῶν. ∆ιὸ δὴ μηδὲ καταισχύνῃς με, ὅταν ἑκάστῳ ἀποδιδῷς κατὰ τὰ ἔργα αὐτοῦ. Ζητῶ δὲ τρυ γῆσαι τῆς τοιαύτης διαθέσεως καρπὸν, τὸ μηδεμιᾶς πεῖραν αἰσχύνης λαβεῖν. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμη θείας. Οὔτε γὰρ ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν, οὔτε ἀνθρωπεία φύσις δύναται ἀρετὴν κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ προφήτης διδάσκει, ὅτι τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρ' αὐτοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν. Πλατύτητα γὰρ τὴν εὐκολίαν ἐκάλεσε· καὶ ἀλ