1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

14

σοὶ ἀνατί θημι πάντα τὰ κατ' ἐμέ· καὶ ὡς βούλει ἐλέησόν με. Ἐλέησόν με κατὰ τὸ λόγιόν σου. θʹ. Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ, ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ' ἂν εἴποι καὶ συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ· ὡς οἶδας, θεράπευσον· ὡς ἡ τέχνη διαγορεύει. Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ· κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος· ὡς ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσήκει τὸν θεῖον ἔλεον ἐπαγγέλλειν. Ὁ γὰρ αἰτούμενος οἶδε τοῦ ἐλέους τὸν τρόπον. Πολλάκις γὰρ διὰ παιδείας πραγματεύεται σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία, φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς καὶ τέμνει καὶ καίει, τῷ κάμνοντι τὴν ὑγείαν πραγματευόμενος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή. Ἔστι γὰρ ὅτε καὶ διὰ πενίας ἔλεος χορηγεῖται, καὶ δι' ἀῤῥωστίας φιλανθρωπία παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται. ∆ιελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέτρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσάν μου τὴν προαίρεσιν εἰς τὰς σὰς ἐντολὰς ἀνέθηκα, τούτου χάριν τὴν τῶν μαρτυρίων σου ἐπορεύ θην ὁδόν. Ὁ δὲ Ἑβραῖος, Τὰς ὁδούς μου, ἔχει· ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν ἑρμηνευταὶ καὶ οἱ ἑβδομή κοντα ἐν τῷ ἑξαπλῷ. Λέγει δὲ, ὅτι λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατεύ θυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης ὁδοῦ. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξα σθαι τὰς ἐντολάς σου. Εὐτρεπῆ γὰρ ἐμαυτὸν πρὸς τὰς τῶν δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς ἀθρόας προσ βολῆς οὐχ ὑπέμεινα ζάλην. Τοιοῦτος ἦν ὁ μακάριος ∆α νιὴλ ὁ στόματα λεόντων χαλινώσας· τοιοῦτοι ἦσαν οἱ τρεῖς παῖδες, οἷς ἡ κάμινος δίαιτα δρόσου γέγονεν· οὕ τως οἱ θαυμάσιοι Μακκαβαῖοι· τοιοῦτοι ἦσαν οἱ ἅγιοι ἀπόστολοι, προφῆται, καὶ μάρτυρες. Οὕτως ἅπαντες τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβολάς. Πρὸ γὰρ τῶν κιν δύνων ἡτοίμαζον ἑαυτοὺς, διὰ τὴν τοῦ Θεοῦ ἀγάπην καθ' ἡμέραν ἀποθνήσκοντες, πάντα ἐν δευτέρῳ ἔχοντες καὶ εἰς οὐδέν. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς ἁγίοις εὐαγ γελίοις παρεγγυᾷ, Γρηγορεῖτε, λέγων, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελα θόμην. Τὰς ἐπιβουλὰς ἤτοι δαιμόνων, ἤτοι ἀνθρώπων, σχοινία ἐκάλεσεν, ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ ὁ Ἡσαΐας· Οὐαὶ οἱ ἐπισπώμε νοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ. Τούτων δὲ φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσει σάμην τοῦ θείου νόμου τὴν μνήμην. Σχοινία δὲ τῶν ἁμαρτωλῶν ληπτέον τὰς τῶν δαιμόνων προσβολὰς, καὶ τοὺς πονηροὺς λογισμοὺς, τὰς σαρκικὰς κινήσεις· Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται· καὶ ὅτε ἂν ἁμαρτήσῃ τις, ἐὰν μὴ συντόμως ἑαυτὸν ἀνα καλέσηται καὶ ἔλθῃ εἰς συναίσθησιν, εἰς ἑτέραν πάλιν καταπίπτει ἁμαρτίαν. Οὕτως οὖν ἁμαρτήσας ὁ Κάϊν, τὸν ἴδιον ἀδελφὸν ἀποκτείνας, ψεῦδος ἔσχεν ἀκόλουθον, ὡς σχοινίον συμπεπλεγμένον. Εἶπε γὰρ αὐτῷ ὁ Θεός· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Καὶ αὐτὸς ἀπεκρίνατο· Μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι; καὶ ἐψεύσατο τῷ Θεῷ τῷ πάντα ἐρευνῶντι, καὶ τὰ βάθη τῶν καρδιῶν ἡμῶν. 55.688 Οὕτως ὁ Ἑβραῖος λαὸς, καθίσαντες Φαγεῖν καὶ πιεῖν, ἀνέστησαν παίζειν, καὶ ἁμαρτίαν ἐφ' ἁμαρτίᾳ ἐνεί ραντες, ἐμοσχοποίησαν εἰδωλολατρεύσαντες, ἐν τῇ ἐρήμῳ. Οὕτως οὖν καὶ ὁ Ἰούδας φιλάργυρος ὢν, προδότης τοῦ διδασκάλου ἐγένετο, καὶ τέλος ἀπήγξατο. Ὁ δὲ Πέτρος ἀρνησάμενος, κλαύσας πικρῶς ἐπὶ τῇ ἀρνήσει, ἐδικαιώ θη, μὴ προσθεὶς ἁμαρτίαν. Οὕτως οὖν καὶ ἡμεῖς, ἀδελ φοὶ, εἰ ἁμαρτάνομεν, ἐπιστρέψωμεν, καὶ μὴ γενώμεθα καταφρονηταὶ, ἵνα μὴ ἀκολουθήσῃ ἡμῖν ἁμαρτία ἐφ' ἁμαρτίαν, ὡς σχοινίον μακρόν. Μεσονύκτιον ἐξηγει ρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς