Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖ

 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκήρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλ

 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ'

 λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. Φασὶν « ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁπλοῦν δὲ εἶναι τῇ φύσει

 εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατ

 « ἀλλὰ καὶ ἀμερής », φησί, « καὶ ἀσύνθετος ». τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀγένν

 ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ « μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς », φησί, « συνδιαλύεσθαι π

 ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. Δόγμα κοιν

 εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννη

 Διὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶ

 συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περ

 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ καταν

 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος

 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς

 τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μ

 δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν

 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένο

 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων

 Διὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλο

 Ἀλλ' ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύνουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀν

 Οὐκοῦν εἴρηται παρ' ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψ

 οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲ

 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεννησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων πρ

 φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν

 εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀν

 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώπους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρμόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτ

 οὐ γὰρ ῥῆμα ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐ

 τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνομάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λ

 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ « τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον » (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς

 εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ

 Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τ

 ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σή

 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι: τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν « ἀγεννησίαν » οὐσίαν εἶναι: πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό

 ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, π

 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι ἔξεστι γὰρ τῷ μὴ φιλονείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τ

 ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδ

 τὸ γὰρ προθέμενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανήσασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκε

 οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρκτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν πορισ

 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑποδείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυ

 εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν

 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦτον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τρα

 εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγμασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνομάζ

 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντιλαμβάνεται τῶν γεγραμμένων καί φησι « τ

 ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησ

 ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς

 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολλάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλου

 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι το

 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖ

 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θε

 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαί

 εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχε

 φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θα

 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι

 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς « ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος »_ὑπαλλάξας γὰρ τὴν ὕβριν

 Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς

 ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυ

 οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη: εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴ

 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχ

 μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. „παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρ

 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι

 ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι « ταῦτα δι' ἐπινοίας ἀνθρωπίνης ἐστ

 « Ἀλλ' ὁ θεός », φησί, « καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καὶ τοῖ

 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ « τῆς πεφωρημένης συνηθείας » κατήγορος, ὁ τοὺς « παρῃρημένους ἐν δίκῃ τὸν λογισμὸν » διασύρων, ταῦτα γινώσκειν περὶ

 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλισ

 οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδ

 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναί

 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες: ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λό

 « εἶπε », φησίν, « ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέτασιν ἐπίνοια

 ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περιλαμφθεὶς τῷ φωτὶ καὶ με

 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον: ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα,

 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσ

 ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τούτων ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τ

 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθία

 ἀλλὰ « κατ' αὐτὴν τὴν οὐσίαν », φησίν, « ἄφθαρτός ἐστιν ὁ θεός ». τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον,

 ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. « Κατ' αὐτήν »,

 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ πρ

 εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλο

 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφηθέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν « μανίαν » ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλω

 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέκολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρακατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι

 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν « τὴν » ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ

 « Ἀλλ' ἐπειδή », φησίν, « οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγμα

 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτατος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρ

 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πο

 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι

 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τού

 ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ: ὥστε

 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, « σπέρματός τινος ὑπαλλαγὴν » καὶ « σπορᾶς καθηγητὴν » καὶ «

 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν

 ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, « τί ποτε τοὺς αἰῶνας οἰόμεθα »: καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων: τίς γά

 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν

 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολεμοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμ

 « Δεῖ », φησί, « τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος: τ

 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λόγων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα

 εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐναντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, « διὰ τὸ ἐξ ἐν

 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. « εἰ δὲ δεῖ », φησίν, « ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσ

 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος « εἰ κατὰ τὸ ἀτελεύτητον », φησί, « τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄ

 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι: « ἔσται ἄρ

 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀ

 ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ

 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀ

 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες: ἐξ ἐκείνης γ

 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοιδορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχ

 καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμολο

 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγχειν: ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸ

 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολουθίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπ

 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται « δείξειν τῶν » ἡμετέρων « δογμάτων ἀτοπίαν », ὡς αὐτός φησιν, « ἀνήκεστ

 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων

 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέγοιτο: ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος ο

 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν: ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροι

 τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ

 εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος

 Ἀλλ' « οὐχ ὁρῶ », φησί, « πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός ». καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι « μετὰ ἀσεβείας ἠλίθιον

 « ὁμοίως » φησὶν « αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον ». ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τ

 οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. « οὐκ ἀπουσίᾳ θανάτου », φησίν, « ὁ θεὸς ἀθάνατος λέγεται ». πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θά

 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰ

 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς « ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λ

 „Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀ

 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀποβλέπετε πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδ

 « Τοιοῦτον », ὡς ἔοικεν, « ἐστίν », ὦ Εὐνόμιε, « κακόν » (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ « τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι » (μικρὸ

Now if the term ungenerate did not signify the being without origin, but the idea of simplicity entered into the meaning of such a term, and He were called ungenerate in their heretical sense, merely because He is simple and incomposite, and if the terms simple and ungenerate are the same in meaning, then too must the simplicity of the Son be equivalent with ungeneracy. For they will not deny that God the Only-begotten is by His nature simple, unless they are prepared to deny that He is God. Accordingly the term simplicity will in its meaning have no such connection with being ungenerate as that, by reason of its incomposite character, His nature should be termed ungeneracy; or they draw upon themselves one of two absurd alternatives, either denying the Godhead of the Only-begotten, or attributing ungeneracy to Him also. For if God is simple, and the term simplicity is, according to them, identical with ungenerate, they must either make out the Son to be of composite nature, by which term it is implied that neither is He God, or if they allow His Godhead, and God (as I have said) is simple, then they make Him out at the same time to be ungenerate, if the terms simple and ungenerate are convertible. But to make my meaning clearer I will recapitulate. We affirm that each of these terms has its own peculiar meaning, and that the term indivisible cannot be rendered by ungenerate, nor ungenerate by simple; but by simple we understand uncompounded, and by ungenerate we are taught to understand what is without origin. Furthermore we hold that we are bound to believe that the Son of God, being Himself God, is Himself also simple, because God is free from all compositeness; and in like manner in speaking of Him also by the appellation of Son we neither denote simplicity of substance, nor in simplicity do we include the notion of Son, but the term Son we hold to indicate that He is of the substance of the Father, and the term simple we hold to mean what the word bears upon its face. Since, then, the meaning of the term simple in regard to essence is one and the same whether spoken of the Father or of the Son, differing in no degree, while there is a wide difference between generate and ungenerate (the one containing a notion not contained in the other), for this reason we assert that there is no necessity that, the Father being ungenerate, His essence should, because that essence is simple, be defined by the term ungenerate. For neither of the Son, Who is simple, and Whom also we believe to be generated, do we say that His essence is simplicity. But as the essence is simple and not simplicity, so also the essence is ungenerate and not ungeneracy. In like manner also the Son being generated, our reason is freed from any necessity that, because His essence is simple, we should define that essence as generateness; but here again each expression has its peculiar force. For the term generated suggests to you a source whence, and the term simple implies freedom from composition. But this does not approve itself to them. For they maintain that since the essence of the Father is simple, it cannot be considered as other than ungeneracy; on which account also He is said to be ungenerate. In answer to whom we may also observe that, since they call the Father both Creator and Maker, whereas He Who is so called is simple in regard to His essence, it is high time for such sophists to declare the essence of the Father to be creation and making, since the argument about simplicity introduces into His essence any signification of any name we give Him. Either, then, let them separate ungeneracy from the definition of the Divine essence, allowing the term no more than its proper signification, or, if by reason of the simplicity of the subject they define His essence by the term ungeneracy, by a parity of reasoning let them likewise see creation and making in the essence of the Father, not as though the power residing in the essence created and made, but as though the power itself meant creation and making. But if they reject this as bad and absurd, let them be persuaded by what logically follows to reject the other proposition as well. For as the essence of the builder is not the thing built, no more is ungeneracy the essence of the Ungenerate. But for the sake of clearness and conciseness I will restate my arguments. If the Father is called ungenerate, not by reason of His having never been generated, but because His essence is simple and incomposite, by a parity of reasoning the Son also must be called ungenerate, for He too is a simple and incomposite essence. But if we are compelled to confess the Son to be generated because He was generated, it is manifest that we must address the Father as ungenerate, because He was not generated. But if we are compelled to this conclusion by truth and the force of our premises, it is clear that the term ungenerate is no part of the essence, but is indicative of a difference of conceptions, distinguishing that which is generated from that which is ungenerate. But let us discuss this point also in addition to what I have said. If they affirm that the term ungenerate signifies the essence8    Essence, substance, οὐσία. Most of this controversy might have been avoided by agreeing to banish the word οὐσία entirely from this sort of connection with the Deity. Even Celsus the Neo-platonist had said, “God does not partake of substance” (οὐσίας). “Exactly,” Origen replies, “God is partaken of, viz., by those who have His spirit, rather than partakes of anything Himself. Indeed, the subject of substance involves questions complicated and difficult to decide; most especially on this point. Supposing, that is, an absolute Substance, motionless, incorporeal, is God beyond this Substance in rank and power, granting a share of it to those to whom according to His Word He chooses to communicate it? Or is He Himself this Substance, though described as invisible in that passage about the Saviour (Coloss. i. 15) ‘Who is the image of the invisible God,’ where invisible means incorporeal? Another point is this: is the Only-Begotten and First-Born of all Creatures to be pronounced the Substance of substances, the Original Idea of all ideas, while the Father God Himself is beyond all these?” (c. Cels. vi. 64). (Such a question as this last, however, could not have been asked a century later, when Athanasius had dispelled all traces of Neo-platonic subordination from the Christian Faith. Uncreated Spirit, not Invisible First Substance, is the mark of all in the Triune-God. But the effort of Neo-platonism to rise above every term that might seem to include the Deity had not been thrown away. Even “God is Spirit” is only a conception, not a definition, of the Deity; while “God is substance” ought to be regarded as an actual contradiction in terms.) (of the Father), and not that He has His substance without origin, what term will they use to denote the Father’s being without origin, when they have set aside the term ungenerate to indicate His essence? For if we are not taught the distinguishing difference of the Persons by the term ungenerate, but are to regard it as indicating His very nature as flowing in a manner from the subject-matter, and disclosing what we seek in articulate syllables, it must follow that God is not, or is not to be called, ungenerate, there being no word left to express such peculiar significance in regard to Him. For inasmuch as according to them the term ungenerate does not mean without origin, but indicates the Divine nature, their argument will be found to exclude it altogether, and the term ungenerate slips out of their teaching in respect to God. For there being no other word or term to represent that the Father is ungenerate, and that term signifying, according to their fallacious argument, something else, and not that He was not generated, their whole argument falls and collapses into Sabellianism. For by this reasoning we must hold the Father to be identical with the Son, the distinction between generated and ungenerate having been got rid of from their teaching, so that they are driven to one of two alternatives: either they must again adopt the view of the term as denoting a difference in the attributes proper to either Person, and not as denoting the nature, or, abiding by their conclusions as to the word, they must side with Sabellius. For it is impossible that the difference of the persons should be without confusion, unless there be a distinction between generated and ungenerate. Accordingly if the term denotes difference, essence will in no way be denoted by the appellation. For the definitions of difference and essence are by no means the same. But if they divert the meaning of the word so as to signify nature, they must be drawn into the heresy of those who are called “Son-Fathers9    i.e.who hold the Father and the Son to be one and the same Person, i.e. Sabellians. “He here overthrows the heresy of Sabellius, by marking the persons of the Father and the Son: for the Church does not imagine a Son-Fatherhood (υἰοπατορίαν), such as the figment of that African” (Ammonius caten. ad Joh. I. i. p. 14).,” all accuracy of definition in regard to the Persons being rejected from their account. But if they say that there is nothing to hinder the distinction between generated and ungenerate from being rendered by the term ungenerate, and that term represents the essence too, let them distinguish for us the kindred meanings of the word, so that the notion of ungenerate may properly apply to either of them taken by itself. For the expression of the difference by means of this term involves no ambiguity, consisting as it does of a verbal opposition. For as an equivalent to saying “The Son has, and the Father has not, been generated,” we too assent to the statement that the latter is ungenerate and the former generated, by a sort of verbal correlation. But from what point of view a clear manifestation of essence can be made by this appellation, this they are unable to say. But keeping silence on this head, our novel theologian weaves us a web of trifling subtleties in his former treatise. Because God, saith he, being simple, is called ungenerate, therefore God is ungeneracy. What has the notion of simplicity to do with the idea of ungenerate? For not only is the Only-begotten generated, but, without controversy, He is simple also. But, saith he, He is without parts also, and incomposite. But what is this to the point? For neither is the Son multiform and composite: and yet He is not on that account ungenerate.

εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατὰ τὸν λόγον τῆς αἱρέσεως λέγοιτο, διότι ἁπλοῦς ἐστι καὶ ἀσύνθετος, μία δὲ τοῦ ἁπλοῦ τε καὶ ἀγεννήτου ἡ σημασία, καὶ ἡ τοῦ υἱοῦ ἁπλότης « ἀγεννησία » πάντως ὀνομασθήσεται. ἁπλοῦν γὰρ εἶναι τῇ φύσει καὶ τὸν μονογενῆ θεὸν οὐκ ἀρνήσονται, εἰ μὴ ἄρα καὶ τὸ θεὸν εἶναι αὐτὸν ἀρνήσαιντο. οὐκοῦν οὐδεμίαν κατὰ τὸ σημαινόμενον κοινωνίαν ἡ ἁπλότης πρὸς τὸ ἀγέννητον ἕξει, ὡς διὰ τὸ ἀσύνθετον ἀγεννησίαν τὴν φύσιν λέγεσθαι, ἵνα μὴ δυοῖν ἀτόποιν τὸ ἕτερον καθ' ἑαυτῶν ἐπισπάσωνται, ἢ ἀρνούμενοι τοῦ μονογενοῦς τὴν θεότητα ἢ κἀκείνῳ τὴν ἀγεννησίαν ἐπιφημίζοντες. ἐπεὶ γὰρ ἁπλοῦν μὲν τῇ φύσει τὸ θεῖον, ὄνομα δὲ κατ' αὐτοὺς τῆς ἁπλότητός ἐστι τὸ ἀγέννητον, ἢ σύνθετον εἶναι τὸν υἱὸν κατασκευάσουσιν, ᾧ τὸ μηδὲ θεὸν εἶναι συναποδείκνυται, ἢ εἰ ὁμολογοῖεν ἐπ' αὐτοῦ τὴν θεότητα, ἁπλοῦν δὲ καθὼς εἴρηται τὸ θεῖόν ἐστι, τὸν αὐτὸν καὶ ἀγέννητον διὰ τὴν ἁπλότητα πάντως εἶναι κατασκευάσουσιν, εἴπερ ἡ ἁπλότης ταὐτὸν τῇ ἀγεννησίᾳ νομίζεται. ὡς δ' ἂν σαφέστερον τὸ λεγόμενον γένοιτο, πάλιν τὸ ῥηθὲν ἀναλήψομαι.
Ἡμεῖς τοῦτό φαμεν, ὅτι ἑκατέρῳ τῶν ὀνομάτων ἴδιόν τι τὸ σημαινόμενον ὕπεστι καὶ οὔτε τῷ ἀγεννήτῳ τὸ ἀμερὲς ἑρμηνεύεται οὔτε τῷ ἁπλῷ τὸ ἀγέννητον: ἀλλ' ἐν μὲν τῷ ἁπλῷ τὸ ἀσύνθετον ἐνοήσαμεν, ἐν δὲ τῷ ἀγεννήτῳ τὸ μὴ ἐξ αἰτίας εἶναί τινος ἐδιδάχθημεν. τὸν δὲ υἱὸν ἐκ θεοῦ θεὸν ὄντα καὶ αὐτὸν ἁπλοῦν πιστεύειν οἰόμεθα δεῖν διὰ τὸ πάσης συνθέσεως καθαρεύειν τὸ θεῖον καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτου μήτε διὰ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν ἁπλότητα τῆς οὐσίας σημαίνειν μήτ' αὖ τῇ ἁπλότητι παριστᾶν τὸ τοῦ υἱοῦ σημαινόμενον, ἀλλ' ἐκ τούτου μὲν τὴν ἐκ τοῦ πατρὸς ὑπόστασιν φανεροῦσθαι, ἐκ δὲ τοῦ ἁπλοῦ ὅπερ ἐμφαίνει ἡ τοιαύτη φωνή. ἐπεὶ οὖν ὁ μὲν τῆς κατ' οὐσίαν ἁπλότητος λόγος εἷς καὶ ὁ αὐτὸς κἂν ἐπὶ πατρὸς λέγηται κἂν ἐπὶ υἱοῦ, οὔτε ὑφέσει τινὶ οὔτε πλεονασμῷ διαλλάσσων, τὸ δὲ γεννητὸν τῷ ἀγεννήτῳ πολλὴν κατὰ τὸ σημαινόμενον τὴν διαφορὰν ἔχει (τοῦτο γὰρ ἔστιν ἐν τῷ ἑτέρῳ τῶν ὀνομάτων νοῆσαι, ὃ ἐν τῷ ἄλλῳ οὐκ ἔστι), διὰ τοῦτό φαμεν μηδεμίαν ἀνάγκην εἶναι ἀγεννήτου ὄντος τοῦ πατρός, ἐπειδὴ ἁπλῆ ἐστιν αὐτοῦ ἡ οὐσία, « ἀγεννησίαν » λέγεσθαι αὐτοῦ τὴν οὐσίαν. οὐδὲ γὰρ ἁπλοῦ ὄντος τοῦ υἱοῦ, τοῦ αὐτοῦ καὶ γεννητοῦ εἶναι πεπιστευμένου, ἁπλότητα λέγομεν τὴν οὐσίαν, ἀλλ' ὥσπερ ἁπλῆ ἐστιν ἡ οὐσία καὶ οὐχ ἁπλότης, οὕτω καὶ ἀγέννητός ἐστιν ἡ οὐσία καὶ οὐκ « ἀγεννησία ». τὸν αὐτὸν τρόπον γεννητοῦ ὄντος καὶ τοῦ υἱοῦ, πάσης ἀνάγκης ὁ λόγος κεχώρισται, ἐπειδὴ ἁπλῆ αὐτοῦ ἐστιν ἡ οὐσία, γέννησιν αὐτοῦ τὴν οὐσίαν ὁρίζεσθαι, ἀλλὰ καὶ ἐνταῦθα ἰδίαν ἔμφασιν ἑκάτερα τῶν ὀνομάτων ἔχει: ἥ τε γὰρ τοῦ γεννητοῦ προσηγορία τὸ ἔκ τινός σοι παρίστησι καὶ τὸ ἁπλοῦν τὸ ἀπηλλάχθαι συνθέσεως. ἀλλ' οὐ ταῦτα κἀκείνοις δοκεῖ: βούλονται γάρ, ἐπειδὴ ἁπλῆ ἐστιν τοῦ πατρὸς ἡ οὐσία, μὴ ἄλλο τι ἢ ἀγεννησίαν αὐτὴν εἶναι νομίζεσθαι, διότι καὶ ἀγέννητος λέγεται. πρὸς οὓς καὶ τοῦτο ἔστιν εἰπεῖν ὅτι, ἐπειδὴ καὶ κτίστην τὸν πατέρα καὶ δημιουργὸν ὀνομάζουσιν, ἁπλοῦς δὲ κατ' οὐσίαν ἐστὶν ὁ ταῦτα ὀνομαζόμενος, ὥρα τοῖς σοφοῖς τούτοις „κτίσιν” καὶ ”δημιουργίαν„ τὴν οὐσίαν τοῦ πατρὸς ἀποφαίνεσθαι, ἐπείπερ πᾶσαν σημασίαν τοῦ περὶ αὐτὸν λεγομένου ὀνόματος ὁ τῆς ἁπλότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγει. ἢ τοίνυν χωρισάτωσαν τοῦ ὁρισμοῦ τῆς θείας οὐσίας τὴν ἀγεννησίαν ἐπὶ μόνης τῆς ἰδίας ἐμφάσεως μένουσαν ἤ, εἴπερ διὰ τὴν ἁπλότητα τοῦ ὑποκειμένου τῇ ἀγεννησίᾳ τὴν οὐσίαν ὁρίζοιντο, διὰ τὴν αὐτὴν αἰτίαν καὶ τὴν κτίσιν καὶ τὴν δημιουργίαν τῇ τοῦ πατρὸς οὐσίᾳ ἐνθεωρείτωσαν, ὡς οὐχὶ κτιζούσης καὶ δημιουργούσης τῆς ἐν τῇ οὐσίᾳ δυνάμεως, ἀλλ' αὐτῆς τῆς δυνάμεως κτίσμα καὶ δημιούργημα νοουμένης. εἰ δὲ τοῦτο ἀποβάλλουσιν ὡς πονηρόν τε καὶ ἄτοπον, πεισθήτωσαν ἐκ τῆς ἀκολουθίας κἀκεῖνον τούτῳ συναποβάλλειν τὸν λόγον: ὡς γὰρ οὐκ ἔστι δημιούργημα ἡ τοῦ δημιουργοῦ οὐσία, οὕτως οὐδὲ ἀγεννησία ἡ τοῦ ἀγεννήτου οὐσία. συντομίας δὲ χάριν καὶ σαφηνείας πάλιν τὸν αὐτὸν ἐπαναλήψομαι λόγον: εἰ μὴ διὰ τὸ γεγεννῆσθαι, ἀλλὰ διὰ τὸ ἁπλῆ καὶ ἀσύνθετος οὐσία ὁ πατὴρ εἶναι ἀγέννητος λέγεται, διὰ τὴν αὐτὴν ταύτην αἰτίαν ἀγέννητος καὶ ὁ υἱὸς ὀνομασθήσεται: οὐσία γὰρ καὶ οὗτός ἐστι μονοειδὴς καὶ ἀσύνθετος. εἰ δὲ τὸν υἱόν, ἐπειδὴ ἐγεννήθη, γεννητὸν ἐξ ἀνάγκης ὁμολογήσομεν, δῆλον ὅτι καὶ τὸν πατέρα, ἐπειδὴ οὐκ ἐγεννήθη, προσεροῦμεν ἀγέννητον. εἰ δὲ τοῦτο ἥ τε ἀλήθεια καὶ ἡ τῶν κειμένων ἀκολουθία καταναγκάζει, πρόδηλον ὅτι οὐχὶ οὐσίας ἐστὶ τὸ ἀγέννητον ὄνομα, ἀλλὰ διαφορᾶς τινος νοημάτων σημαντικὸν τῆς τὸ γεννηθὲν τοῦ μὴ γεννηθέντος διαστελλούσης. Εἶτα καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. εἰ τὸ ἀγέννητον ὄνομά φασι τὴν οὐσίαν σημαίνειν καὶ μὴ τὸ ἄνευ αἰτίας τὴν ὑπόστασιν ἔχειν, ποίῳ ὀνόματι τὸ ἄνευ αἰτίας εἶναι τὸν πατέρα συστήσουσι, τῆς ἀγεννησίας εἰς τὴν τῆς οὐσίας ἔνδειξιν παρ' αὐτῶν ἀποτεταγμένης; εἰ γὰρ μὴ τὴν διασταλτικὴν τῶν ὑποστάσεων διαφορὰν διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς διδασκόμεθα, ἀλλ' αὐτῆς τῆς φύσεως ἐνδεικτικὴν εἶναι τὴν φωνὴν ταύτην ὑποληψόμεθα οἷον ἀπορρέουσάν πως τοῦ ὑποκειμένου πράγματος καὶ διὰ τῆς τῶν συλλαβῶν ἐκφωνήσεως ἐκκαλύπτουσαν τὸ ζητούμενον, ἀνάγκη πᾶσα ἢ μὴ εἶναι τὸν θεὸν ἀγέννητον ἢ μὴ λέγεσθαι, μηδεμιᾶς φωνῆς τὴν τοιαύτην ἔμφασιν ἰδιαζόντως ἐπ' αὐτοῦ παρεχομένης. τῆς γὰρ ἀγεννησίας, καθὼς οὗτοί φασιν, οὐ τὸ ἄνευ αἰτίας εἶναι διασημαινούσης, ἀλλὰ τὴν φύσιν ἐνδεικνυμένης, περιτραπήσεται πάντως αὐτοῖς πρὸς τοὐναντίον τὸ σόφισμα καὶ εὑρεθήσεται διαφεῦγον « ἐκ » τοῦ δόγματος αὐτῶν ἐπὶ τοῦ θεοῦ τὸ ἀγέννητον. μηδενὸς γὰρ ἑτέρου ῥήματος ἢ ὀνόματος τὸ μὴ γεννηθῆναι τὸν πατέρα παριστῶντος, τοῦ δὲ ἀγεννήτου κατὰ τὴν σοφίαν αὐτῶν ἄλλο τι καὶ οὐχὶ τὸ μὴ γεγεννῆσθαι διερμηνεύοντος, οἴχεται καὶ συνερρύη πρὸς τὸν Σαβέλλιον αὐτοῖς κατολισθήσας ὁ λόγος. ἀνάγκη γὰρ πᾶσα διὰ τῆς ἀκολουθίας ταύτης τὸν αὐτὸν εἶναι νομίζεσθαι τῷ υἱῷ τὸν πατέρα, τῆς κατὰ τὸ γεννητὸν καὶ ἀγέννητον διαφορᾶς ἐκ τοῦ δόγματος αὐτῶν ἐκκλαπείσης, ὥστε δυοῖν θάτερον ἢ ἀναθήσονται τὴν περὶ τοῦ ὀνόματος δόξαν ὡς διαφορὰν τῆς ἑκατέρου ἰδιότητος καὶ οὐχὶ φύσιν σημαίνοντος, ἢ παραμένοντες τοῖς ἐγνωσμένοις περὶ ταύτης τῆς φωνῆς Σαβελλίῳ συνθήσονται: οὐ γὰρ ἔστιν ὅπως ἡ τῶν ὑποστάσεων διαφορὰ τὸ ἀσύγχυτον ἕξει, μὴ τῷ γεννητῷ διαστελλομένη πρὸς τὸ ἀγέννητον. ὥστε εἰ μὲν διαφορὰν σημαίνει τὸ ὄνομα, ἡ οὐσία ἔσται διὰ τῆς προσηγορίας ταύτης ἀσήμαντος: ἄλλος γὰρ τῆς διαφορᾶς καὶ ἕτερος τῆς οὐσίας ὁ λόγος: εἰ δὲ πρὸς τὴν φύσιν τὴν σημασίαν τῆς φωνῆς καθέλκουσιν, εἰς τὴν τῶν Υἱοπατόρων λεγομένων ἀπάτην ἀκολούθως ὑποσυρήσονται, τῆς κατὰ τὰς ὑποστάσεις τρανώσεως ὑφαιρεθείσης τοῦ λόγου. εἰ δὲ λέγουσι κωλύειν μηδὲν καὶ τὴν πρὸς τὸ γεννητὸν ἀντιδιαστολὴν ἐκ τῆς ἀγεννησίας σημαίνεσθαι καὶ αὐτὴν παριστᾶν τὴν οὐσίαν, διαστειλάτωσαν ἡμῖν τὰς προσφυεῖς τοῦ ὀνόματος σημασίας, ὡς δύνασθαι κυρίως ἁρμόζειν πρὸς ἑκατέραν διασχισθεῖσαν τοῦ ἀγεννήτου τὴν ἔννοιαν. ἡ μὲν γὰρ τῆς διαφορᾶς ἐκ τοῦ ὀνόματος τούτου δήλωσις ἀμφιβολίαν οὐκ ἔχει, τῷ τῆς ἀντιδιαστολῆς λόγῳ συνισταμένη: ἀντὶ γὰρ τοῦ „γεγέννηται ὁ υἱὸς” καὶ ”οὐ γεγέννηται ὁ πατὴρ„ τὸν μὲν ἀγέννητον τὸν δὲ γεννητὸν λέγεσθαι κατά τινα ῥημάτων παρωνυμίαν καὶ ἡμεῖς συντιθέμεθα: ἡ δὲ τῆς οὐσίας δεῖξις ἐκ ποίας διανοίας διὰ τοῦ προσρήματος τούτου σαφηνισθήσεται, εἰπεῖν οὐκ ἂν ἔχοιεν.
Ἀλλὰ τοῦτο σιωπήσας ὁ καινὸς θεολόγος ἑτέρους ἡμῖν φληνάφους ἐπὶ τῆς προλαβούσης λογογραφίας εἴρων διέξεισιν. « ὅτι ἁπλοῦς », φησίν, « ὢν ὁ θεὸς ἀγέννητος λέγεται, διὰ τοῦτο ἀγεννησία ἐστὶν ὁ θεός ». τί κοινὸν ὁ τῆς ἁπλότητος ἔχει λόγος πρὸς τὴν τοῦ ἀγεννήτου διάνοιαν; καὶ γὰρ καὶ ὁ μονογενὴς καὶ γεννητός ἐστι καὶ ἁπλοῦς εἶναι οὐκ ἀμφιβάλλεται.