Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖ

 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκήρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλ

 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ'

 λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. Φασὶν « ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁπλοῦν δὲ εἶναι τῇ φύσει

 εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατ

 « ἀλλὰ καὶ ἀμερής », φησί, « καὶ ἀσύνθετος ». τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀγένν

 ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ « μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς », φησί, « συνδιαλύεσθαι π

 ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. Δόγμα κοιν

 εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννη

 Διὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶ

 συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περ

 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ καταν

 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος

 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς

 τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μ

 δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν

 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένο

 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων

 Διὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλο

 Ἀλλ' ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύνουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀν

 Οὐκοῦν εἴρηται παρ' ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψ

 οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲ

 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεννησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων πρ

 φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν

 εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀν

 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώπους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρμόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτ

 οὐ γὰρ ῥῆμα ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐ

 τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνομάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λ

 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ « τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον » (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς

 εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ

 Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τ

 ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σή

 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι: τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν « ἀγεννησίαν » οὐσίαν εἶναι: πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό

 ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, π

 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι ἔξεστι γὰρ τῷ μὴ φιλονείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τ

 ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδ

 τὸ γὰρ προθέμενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανήσασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκε

 οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρκτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν πορισ

 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑποδείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυ

 εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν

 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦτον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τρα

 εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγμασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνομάζ

 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντιλαμβάνεται τῶν γεγραμμένων καί φησι « τ

 ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησ

 ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς

 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολλάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλου

 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι το

 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖ

 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θε

 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαί

 εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχε

 φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θα

 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι

 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς « ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος »_ὑπαλλάξας γὰρ τὴν ὕβριν

 Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς

 ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυ

 οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη: εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴ

 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχ

 μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. „παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρ

 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι

 ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι « ταῦτα δι' ἐπινοίας ἀνθρωπίνης ἐστ

 « Ἀλλ' ὁ θεός », φησί, « καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καὶ τοῖ

 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ « τῆς πεφωρημένης συνηθείας » κατήγορος, ὁ τοὺς « παρῃρημένους ἐν δίκῃ τὸν λογισμὸν » διασύρων, ταῦτα γινώσκειν περὶ

 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλισ

 οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδ

 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναί

 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες: ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λό

 « εἶπε », φησίν, « ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέτασιν ἐπίνοια

 ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περιλαμφθεὶς τῷ φωτὶ καὶ με

 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον: ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα,

 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσ

 ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τούτων ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τ

 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθία

 ἀλλὰ « κατ' αὐτὴν τὴν οὐσίαν », φησίν, « ἄφθαρτός ἐστιν ὁ θεός ». τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον,

 ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. « Κατ' αὐτήν »,

 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ πρ

 εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλο

 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφηθέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν « μανίαν » ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλω

 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέκολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρακατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι

 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν « τὴν » ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ

 « Ἀλλ' ἐπειδή », φησίν, « οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγμα

 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτατος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρ

 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πο

 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι

 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τού

 ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ: ὥστε

 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, « σπέρματός τινος ὑπαλλαγὴν » καὶ « σπορᾶς καθηγητὴν » καὶ «

 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν

 ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, « τί ποτε τοὺς αἰῶνας οἰόμεθα »: καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων: τίς γά

 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν

 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολεμοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμ

 « Δεῖ », φησί, « τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος: τ

 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λόγων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα

 εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐναντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, « διὰ τὸ ἐξ ἐν

 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. « εἰ δὲ δεῖ », φησίν, « ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσ

 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος « εἰ κατὰ τὸ ἀτελεύτητον », φησί, « τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄ

 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι: « ἔσται ἄρ

 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀ

 ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ

 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀ

 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες: ἐξ ἐκείνης γ

 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοιδορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχ

 καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμολο

 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγχειν: ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸ

 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολουθίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπ

 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται « δείξειν τῶν » ἡμετέρων « δογμάτων ἀτοπίαν », ὡς αὐτός φησιν, « ἀνήκεστ

 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων

 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέγοιτο: ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος ο

 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν: ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροι

 τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ

 εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος

 Ἀλλ' « οὐχ ὁρῶ », φησί, « πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός ». καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι « μετὰ ἀσεβείας ἠλίθιον

 « ὁμοίως » φησὶν « αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον ». ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τ

 οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. « οὐκ ἀπουσίᾳ θανάτου », φησίν, « ὁ θεὸς ἀθάνατος λέγεται ». πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θά

 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰ

 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς « ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λ

 „Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀ

 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀποβλέπετε πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδ

 « Τοιοῦτον », ὡς ἔοικεν, « ἐστίν », ὦ Εὐνόμιε, « κακόν » (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ « τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι » (μικρὸ

But since the nature of most things that are seen in Creation is not simple, so as to allow of all that they connote being comprehended in one word, as, for instance, in the case of fire, the element itself is one thing in its nature, while the word which denotes it is another (for fire itself possesses the qualities of shining, of burning, of drying and heating, and consuming whatever fuel it lays hold of, but the name is but a brief word of one syllable), on this account speech, which distinguishes the powers and qualities seen in fire, gives each of them a name of its own, as I have said before. And one cannot say that only a name has been given to fire when it is spoken of as bright, or consuming, or anything else that we observe it to be. For such words denote qualities physically inherent in it. So likewise, in the case of heaven and the firmament, though one nature is signified by each of these words, their difference represents one or other of its peculiar characteristics, in looking at which we learn one thing by the appellation “heaven,” and another by “firmament.” For when speech would define the limit of sensible creation, beyond which it is succeeded by the transmundane void apprehended by the mind alone, in contrast with the intangible and incorporeal and invisible, the beginning and the end of all material subsistences is called the firmament. And when we survey the environment of terrestrial things, we call that which encompasses all material nature, and which forms the boundary of all things visible, by the name of heaven. In the same manner with regard to earth and dry land, since all heavy and downward-tending nature was divided into these two elements, earth and water, the appellation “dry” defines to a certain extent its opposite, for earth is called dry in opposition to moist, since having thrown off, by Divine command, the water that overspread it, it appeared in its own character. But the name “earth” does not continue to express the signification of some one only of its qualities, but, by virtue of its meaning, it embraces all that the word connotes, e.g. hardness, density, weight, resistance, capability of supporting animal and vegetable life. Accordingly, the word “dry” was not changed by speech to the last name put upon it (for its new name did not make it cease to be called so), but while both the appellations remained, a peculiar signification attached itself to each, the one distinguishing it in nature and property from its opposite, the other embracing all its attributes collectively. And so in light and day, and again in night and darkness, we do not find a pronunciation of syllables created to suit them by the Maker of all things, but rather through these appellations we note the substance of the things which they signify. At the entrance of light, by the will of God the darkness that prevailed over the earliest creation is scattered. But the earth lying in the midst, and being upheld on all sides by its surrounding of different elements, as Job saith, “He hangeth the earth upon nothing66    Job xxvi. 7.,” it was necessary when light travelled over one side and the earth obstructed it on the opposite by its own bulk, that a side of darkness should be left by the obscuration, and so, as the perpetual motion of the heavens cannot but carry along with it the darkness resulting from the obscuration, God ordained this revolution for a measure of duration of time. And that measure is day and night. For this reason Moses, according to his wisdom, in his historical elucidation of these matters, named the shadow resulting from the earth’s obstruction, a dividing of the light from the darkness, and the constant and measured alternation of light and darkness over the surface of the earth he called day and night. So that what was called light was not named day, but as “there was light,” and not the bare name of light, so the measure of time also was created and the name followed, not created by God in a sound of words, but because the very nature of the thing assumed this vocal notation. And as, if it had been plainly said by the Lawgiver that nothing that is seen or named is of spontaneous generation or unfashioned, but that it has its subsistence from God, we might have concluded of ourselves that God made the world and all its parts, and the order which is seen in them, and the faculty of distinguishing them, so also by what he says he leads us on to understand and believe that nothing which exists is without beginning. And with this view he describes the successive events of Creation in orderly method, enumerating them one after another. But it was impossible to represent them in language, except by expressing their signification by words that should indicate it. Since, then, it is written that God called the light day, it must be understood that God made the day from light, being something different, by the force of the term. For you cannot apply the same definition to “light” and “day,” but light is what we understand by the opposite of darkness, and day is the extent of the measure of the interval of light. In the same way you may regard night and darkness by the same difference of description, defining darkness as the negation of light, and calling night the extent of the encompassing darkness. Thus in every way our argument is confirmed, though not, perhaps, drawn out in strict logical form—showing that God is the Maker of things, not of empty words. For things have their names not for His sake but for ours. For as we cannot always have all things before our eyes, we take knowledge of some of the things that are present with us from time to time, and others we register in our memories. But it would be impossible to keep memory unconfused unless we had the notation of words to distinguish the things that are stored up in our minds from one another. But to God all things are present, nor does He need memory, all things being within the range of His penetrating vision. What need, then, in His case, of parts of speech, when His own wisdom and power embraces and holds the nature of all things distinct and unconfused? Wherefore all things that exist substantially are from God; but, for our guidance, all things that exist are provided with names to indicate them. And if any one say that such names were imposed by the arbitrary usage of mankind, he will be guilty of no offence against the scheme of Divine Providence. For we do not say that the nature of things was of human invention, but only their names. The Hebrew calls Heaven by one name, the Canaanite by another, but both of them understand it alike, being in no way led into error by the difference of the sounds that convey the idea of the object. But the over-cautious and timid will-worship of these clever folk, on whose authority he asserts that, if it were granted that words were given to things by men, men would be of higher authority than God, is proved to be unsubstantial even by the example which we find recorded of Moses. For who gave Moses his name? Was it not Pharaoh’s daughter who named him from what had happened67    Exod. ii. 10.? For water is called Moses in the language of the Egyptians. Since, then, in consequence of the tyrant’s order, his parents had placed the babe in an ark and consigned it to the stream (for so some related concerning him), but by the will of God the ark was floated by the current and carried to the bank, and found by the princess, who happened just then to be taking the refreshment of the bath, as the child had been gained “from the water,” she is said to have given him his name as a memorial of the occurrence,—a name by which God Himself did not disdain to address His servant, nor did He deem it beneath Him to allow the name given by the foreign woman to remain the Prophet’s proper appellation.

ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυρὸς ἄλλο μέν ἐστι τῇ φύσει τὸ ὑποκείμενον πρᾶγμα, ἕτερον δὲ τὸ σημαντικὸν τοῦ πράγματος ὄνομα (τὸ μὲν γάρ ἐστιν ἐκλαμπτικὸν καὶ καυστικὸν ξηρόν τε καὶ θερμαντικὸν καὶ ἀναλωτικὸν τῆς ὕλης ἧς ἂν περιδράξηται, τὸ δὲ ὄνομα φωνή τις βραχεῖα διὰ μιᾶς συλλαβῆς ἐκφωνουμένη), τούτου ἕνεκεν ὁ διαιρῶν λόγος τὰς ἐν τῷ πυρὶ θεωρουμένας δυνάμεις τε καὶ ποιότητας ἑκάστην ἰδίως κατονομάζει, καθὼς φθάσαντες εἴπομεν: καὶ οὐκ ἄν τις εἴποι ὄνομα μόνον ἐπιβεβλῆσθαι τῷ πυρί, ὅταν τις ἢ φανὸν ἢ ἀναλωτικὸν ἢ ἄλλο τι τῶν περὶ αὐτὸ θεωρουμένων κατονομάσῃ: τῶν γὰρ ἐν αὐτῷ φυσικῶς ἐγκειμένων δυνάμεων σημαντικαί εἰσιν αἱ τοιαῦται φωναί. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος μιᾶς φύσεως ἐν ἑκατέρῳ τῶν ὀνομάτων σημαινομένης ἴδιόν τι τῶν ἐν τῇ κτίσει ταύτῃ γινωσκομένων ἡ διαφορὰ τῶν ὀνομάτων παρίστησιν, ὥστε πρὸς τοῦτο βλέποντας ἡμᾶς ἄλλο τι μαθεῖν διὰ τῆς τοῦ οὐρανοῦ προσηγορίας, ἕτερον δὲ διὰ τοῦ στερεώματος. ὅταν μὲν γὰρ τὸ πέρας τῆς αἰσθητῆς κτίσεως ὑπογράφῃ ὁ λόγος, μεθ' ἣν ἡ νοητή τε καὶ ὑπερκόσμιος διαδέχεται λῆξις, συγκρίσει τῇ πρὸς τὸ ἀναφὲς καὶ ἀσώματον καὶ ἀνείδεον στερέωμα λέγεται ἡ ἀρχή τε καὶ τὸ πέρας πάσης τῆς ὑλικῆς ὑποστάσεως: ὅταν δὲ τὴν τῶν ὑποκειμένων περιοχὴν ἐξετάζωμεν, ᾧ πᾶσα ἡ ὑλικὴ περικρατεῖται φύσις, οὐρανὸν τοῦτον προσαγορεύομεν τὸν τῶν ὁρατῶν πάντων ὅρον γινόμενον. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς καὶ τῆς ξηρᾶς, ἐπειδὴ πρὸς δύο ταῦτα « τὰ » στοιχεῖα ἡ κατωφερής τε καὶ βαρεῖα φύσις διεμερίσθη, πρός τε τὴν γῆν φημι καὶ τὰ ὕδατα, ἡ μὲν τῆς ξηρᾶς προσηγορία διασταλτική πως τῆς ἀντιστοιχούσης ποιότητος: τῇ γὰρ πρὸς τὸ ὑγρὸν ἀντιπαραθέσει ξηρὰ κατωνόμασται, ὅτε ἀποδυσαμένη θείῳ προστάγματι τὸ περικεχυμένον ὕδωρ ἐπὶ τῆς ἰδίας ἐφάνη ποιότητος: τὸ δὲ τῆς γῆς ὄνομα οὐκέτι μιᾶς τινος τῶν περὶ αὐτὴν ποιοτήτων τὴν σημασίαν ἐνδείκνυται, ἀλλὰ πᾶν ἐμπεριλαμβάνει διὰ τῆς ἐγκειμένης ἐμφάσεως τὸ ἐν τῷ στοιχείῳ νοούμενον, οἷον τὸ ναστόν, τὸ πυκνόν, τὸ ἐμβριθές, τὸ ἀντίτυπον, τὸ πρὸς πᾶσαν καρπῶν τε καὶ ζῴων ἀνατροφὴν ἐπιτήδειον. οὔκουν οὐ μετωνομάσθη παρὰ τοῦ λόγου ἡ ξηρὰ πρὸς τὸ τελευταῖον αὐτῇ ἐπιβληθὲν ὄνομα (οὐ γὰρ ἀπέθετο διὰ τοῦ δευτέρου ὀνόματος τὸ ξηρὰ καὶ εἶναι καὶ λέγεσθαι), ἀλλὰ μενούσης τῆς κλήσεως καὶ ταύτης κἀκείνης ἑκατέρῳ τῶν ὀνομάτων ἰδία τις ὕπεστι σημασία, ἡ μὲν ἀντιδιαιρετικὴ τῆς ἑτερογενοῦς φύσεως τε καὶ ἰδιότητος, ἡ δὲ περιεκτικὴ πάσης τῆς ἐν αὐτῇ θεωρουμένης δυνάμεως. Οὕτως καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῆς ἡμέρας καὶ πάλιν ἐπὶ τῆς νυκτὸς καὶ ἐπὶ τοῦ σκότους εὑρίσκομεν οὐ συλλαβῶν ἦχον παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐπὶ τούτων δημιουργούμενον, ἀλλὰ πραγμάτων ὑπόστασιν διὰ τῶν προσηγοριῶν τούτων ἐπιγινώσκομεν. λύεται κατὰ τὸ θέλημα τοῦ θεοῦ τῇ εἰσόδῳ τοῦ φωτὸς τὸ ἐπικρατοῦν σκότος παρὰ τὴν πρώτην κτίσιν: τῆς δὲ γῆς ἐν τῷ μέσῳ περισχεθείσης καὶ τῇ πανταχόθεν τῶν ἑτεροφυῶν στοιχείων περιβολῇ ἑαυτὴν ἀνεχούσης, καθώς φησιν ὁ Ἰὼβ ὅτι Κρεμάζων γῆν ἐπὶ μηδενός, ἐπάναγκες ἦν καθ' ἓν μέρος τοῦ φωτὸς διοδεύοντος ἀντιφραττούσης κατὰ τὸ ἀντικείμενον ἐν τῷ ἰδίῳ ὄγκῳ τῆς γῆς ὑπολειφθῆναί τινα διὰ τοῦ ἀποσκιάσματος μοῖραν τοῦ σκότους, τῆς δὲ ἀεικινήτου περιφορᾶς τοῦ πόλου συμπεριαγούσης ἑαυτῇ κατ' ἀνάγκην καὶ τὸν ἐκ τοῦ ἀποσκιάσματος ἐπισυμβαίνοντα ζόφον τὴν ἐγκύκλιον ταύτην περίοδον τάξαι τὸν θεὸν εἰς τὸ γενέσθαι μέτρον τῆς χρονικῆς παρατάσεως: τὸ δὲ μέτρον τοῦτο ἡμέρα ἐστὶ καὶ νύξ. διὰ τοῦτο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἱστορικώτερον τὰ τοιαῦτα τῶν δογμάτων ὁ Μωϋσῆς ἡμῖν σαφηνίζων τὸν ἐξ ἀντιφράξεως τῆς γῆς ἐπεισιόντα ζόφον χωρισμὸν φωτὸς καὶ σκότους ὠνόμασε καὶ τὴν ἀεὶ γινομένην περὶ τὸν περίγειον χῶρον τοῦ φωτὸς πρὸς τὸ σκότος ἔμμετρον διαδοχὴν ἡμέραν καὶ νύκτα προσεῖπεν. ὥστε οὐχὶ ἐπίκλητον τὸ φῶς ἡμέρα προσηγορεύθη, ἀλλ' ὥσπερ ἐγένετο φῶς καὶ οὐχὶ ψιλὴ προσηγορία φωτός, οὕτως καὶ τοῦ χρόνου τὸ μέτρον ἐγένετο, ἐπηκολούθησε δὲ τῷ μέτρῳ τὸ ὄνομα, οὐκ ἐν ῥημάτων ψόφῳ παρὰ τοῦ πεποιηκότος γενόμενον, ἀλλ' αὐτῆς τῆς τοῦ πράγματος φύσεως ἐπισπασαμένης τὴν διὰ τῆς φωνῆς σημασίαν. καὶ ὥσπερ εἰ τοῦτο σαφῶς εἴρητο παρὰ τοῦ νομοθέτου, ὅτι πᾶν τὸ φαινόμενον καὶ ὀνομαζόμενον οὐκ αὐτοφυές ἐστιν οὐδὲ ἀποίητον, ἀλλ' ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχει, ἀφ' ἑαυτῶν ἂν συνεθήκαμεν τὸ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ μέρη καὶ τὴν ἐνθεωρουμένην τάξιν καὶ τὴν γνωριστικὴν τῶν ὄντων δύναμιν τὸν θεὸν πεποιηκέναι, οὕτως καὶ δι' ὧν εἶπε πρὸς ταύτην ἐνάγει ἡμᾶς τὴν διάνοιαν, εἰς τὸ πιστεύειν τὸ μηδὲν τῶν ὄντων ἄναρχον εἶναι. καὶ πρὸς τοῦτο βλέπων ὁδῷ καὶ τάξει τὰ καθεξῆς διεξέρχεται, τὴν τῶν γεγονότων ἀκολουθίαν ἀπαριθμούμενος. ταῦτα δὲ οὐκ ἦν ἄλλως παραστήσασθαι τῷ λόγῳ, μὴ διὰ τῶν γνωριστικῶν ὀνομάτων τὴν σημασίαν ποιούμενον. ἐπεὶ οὖν γέγραπται ὅτι Ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, νοητέον ὅτι ἐποίησεν ὁ θεὸς ἐκ τοῦ φωτὸς ἡμέραν ἕτερόν τι οὖσαν κατὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης φωτὸς καὶ ἡμέρας λόγον, ἀλλὰ φῶς μὲν τὸ ἐκ τοῦ ἐναντίου πρὸς τὸ σκότος νοούμενον, ἡμέρα δὲ τὸ τοσόνδε τοῦ ἐν τῷ φωτὶ διαστήματος μέτρον. ὡσαύτως καὶ νύκτα καὶ σκότος κατὰ τὴν αὐτὴν τοῦ λόγου διαίρεσιν κατανοήσεις, σκότος μὲν τὸ ἐξ ἐναντίου πρὸς τὸ φῶς νοούμενον ὁριζόμενος, νύκτα δὲ τὴν τοσήνδε τοῦ σκότους περιγραφὴν ὀνομάζων. οὐκοῦν ἔρρωται διὰ πάντων ὁ λόγος ἡμῖν, εἰ καὶ μὴ τεχνικῶς κατὰ τὰ σχήματα τῆς διαλεκτικῆς συνηρώτηται, δεικνὺς ὅτι θεὸς πραγμάτων ἐστὶ δημιουργός, οὐ ῥημάτων ψιλῶν. οὐδὲ γὰρ ἐκείνου χάριν, ἀλλ' ἡμῶν ἕνεκεν ἐπίκειται τοῖς πράγμασι τὰ ὀνόματα.
Διὰ γὰρ τὸ μὴ πάντοτε δυνατὸν ἡμῖν εἶναι πάντα ἐν ὀφθαλμοῖς ἔχειν τὰ ὄντα τὸ μέν τι τῶν ἀεὶ παρόντων γινώσκομεν, τὸ δὲ τῇ μνήμῃ ἐναπογράφομεν. ἄλλως δὲ οὐκ ἔστιν ἀσύγχυτον φυλαχθῆναι ἡμῖν τὴν μνήμην, μὴ τῆς τῶν ὀνομάτων σημασίας διαστελλούσης ἀπ' ἀλλήλων τὰ ἐναποκείμενα τῇ διανοίᾳ πράγματα. θεῷ δὲ πάντα πάρεστι καὶ οὐδὲν δεῖ μνήμης αὐτῷ, πάντων τῇ διορατικῇ δυνάμει περικρατουμένων τε καὶ θεωρουμένων. τίς οὖν ἐπ' αὐτοῦ χρεία ῥήματος ἢ ὀνόματος, αὐτῆς τῆς ἐν αὐτῷ σοφίας τε καὶ δυνάμεως ἀσύγχυτόν τε καὶ διακεκριμένην τὴν τῶν ὄντων φύσιν περιεχούσης; οὐκοῦν παρὰ θεοῦ μὲν τὰ ὄντα καὶ ὑφεστῶτα πάντα, τῆς δὲ ἡμετέρας ἕνεκεν ὁδηγίας ἔπεστι τοῖς οὖσι τὰ σημειωτικὰ τῶν πραγμάτων ὀνόματα. ταῦτα δὲ κατὰ τὸ ἀρέσκον ταῖς τῶν ἀνθρώπων συνηθείαις γίνεσθαί τις εἰπὼν οὐδὲν εἰς τὸν τῆς προνοίας πλημμελήσει λόγον. οὐ γὰρ τὴν φύσιν τῶν ὄντων γίνεσθαι παρ' ἡμῶν, ἀλλὰ τὰ ὀνόματα λέγομεν. ἄλλως ὀνομάζει τὸν οὐρανὸν ὁ Ἑβραῖος καὶ ἑτέρως ὁ Χαναναῖος, νοεῖ δὲ ὡσαύτως ἑκάτερος, οὐδὲν τῇ διαφορᾷ τῶν φθόγγων περὶ τὴν κατανόησιν τοῦ ὑποκειμένου διαμφιβάλλοντες. ἡ δὲ λίαν εὐλαβὴς τῶν σοφῶν τούτων ἐθελοθρησκεία, δι' ὧν, εἰ δοθείη παρὰ ἀνθρώπων εἶναι τοῖς πράγμασι τὰς φωνάς, τὸ « ἀρχηγικωτέρους » εἶναι τοῦ θεοῦ τοὺς ἀνθρώπους κατασκευάζει, ἐλέγχεται ματαία τις οὖσα καὶ ἀνυπόστατος καὶ δι' αὐτοῦ τοῦ κατὰ τὸν Μωϋσέα μνημονευθέντος ἡμῖν ὑποδείγματος. αὐτῷ γὰρ τῷ Μωϋσῇ τίς ἔθετο τὴν προσηγορίαν; οὐχ ἡ θυγάτηρ τοῦ Φαραὼ ἐκ τοῦ συμβάντος ἐπονομάσασα; Μωϋσῆς γὰρ τὸ ὕδωρ λέγεται τῇ τῶν Αἰγυπτίων φωνῇ. ἐπεὶ οὖν κατὰ τὸ πρόσταγμα τοῦ τυράννου κιβωτῷ τὸ βρέφος ἐνθέντες οἱ γεννησάμενοι τοῖς ῥείθροις ἔδωκαν (οὕτω γάρ τινες τῶν ἱστορικῶν τὰ κατ' αὐτὸν διηγήσαντο), ἡ δὲ κατὰ θεῖον βούλημα ὑπὸ τῆς δίνης τῶν ὑδάτων ἐκκυμανθεῖσα προσηνέχθη τῇ ὄχθῃ καὶ εὕρημα τῆς βασιλίδος κατ' ἐκεῖνο τῷ λουτρῷ τὸ σῶμα φαιδρυνομένης ἐγένετο, ὡς ἐξ ὕδατος αὐτῇ τοῦ παιδὸς κτηθέντος μνημόσυνον τῆς συντυχίας λέγεται τῷ παιδὶ θέσθαι τὸ ὄνομα, ᾧ καὶ αὐτὸς ὁ θεὸς ἐπὶ τοῦ θεράποντος κεχρῆσθαι οὐ παρῃτήσατο, οὐδὲ ἀνάξιον ἔκρινε τὴν τῆς βαρβάρου κλῆσιν ἐπὶ τοῦ προφήτου κυρίαν ἐᾶσαι.