1
Constitutiones asceticae
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑ∆ΟΚΙΑΣ ΑΣΚΗΤΙΚΑΙ ∆ΙΑΤΑΞΕΙΣ, ΠΡΟΣ ΤΟΥΣ ΕΝ
ΚΟΙΝΟΒΙΩ ΚΑΙ ΚΑΤΑΜΟΝΑΣ ΑΣΚΟΥΝΤΑΣ.
ΠΡΟΟΙΜΙΟΝ. Τὴν κατὰ Χριστὸν φιλοσοφίαν ἐπανελόμενος, καὶ τῶν βιωτικῶν ἐπιθυμιῶν τε καὶ ἡδονῶν καὶ φρον τίδων ἀνώτερον ἄρας τὸ φρόνημα, καὶ τῶν σαρκι κῶν παθημάτων τὸν λογισμὸν ἐκ παντὸς τρόπου χωρίζειν καὶ ἀποκρίνειν ἐσπουδακὼς, πολλάκις μὲν πρὸς ἡμᾶς πολλοὺς πεποίησαι λόγους, πυνθα νόμενος τίνα τρόπον δέοι τὴν τοῦ ἀγῶνος ἔνστασιν τελειῶσαι, μηδαμοῦ ταῖς σαρκικαῖς ἐπιθυμίαις ταῖς διὰ τοῦ σώματος παριούσαις ἐπὶ τὴν ψυχὴν ἁλισκό μενον· καὶ τί μὲν πρῶτον, ὡς μάλιστα παραφυ λακτέον, τί δὲ μετὰ τὸ πρῶτον· τίνα δὲ τῶν κα λῶν ζηλωτέον, ὥστε τῇ μὲν παραφυλακῇ φυγεῖν τὴν τῶν ἀτόπων ἐνέργειαν· τῷ δὲ ζήλῳ κατορ θῶσαι τὴν τῶν καλῶν πρᾶξιν. Ἔπειτα μέντοι ἠξίους καὶ ἔγγραφόν σοι τῆς ἡμετέρας περὶ τούτου συμβου λῆς γενέσθαι τὴν ἔκθεσιν. Τούτου χάριν καὶ αὐτοὶ προήχθημεν τὸν ἀγαθόν σου ζῆλον μὴ παριδεῖν, ἀλλὰ καὶ τὸν ἐνόντα τρόπον ταῖς παρ' ἑαυτῶν ὑπο 31.1324 θήκαις ἐπιστηρίξαι καὶ βεβαιώσασθαι· οὐχ ὡς ἀρκοῦντα πρὸς τὴν ὑπόθεσιν παρεχόμενον λόγον, ἀλλ' ὡς τὸν ὄντα μὴ κατακρύπτοντες, ὥσπερ τινὶ χώματι, τῇ σιγῇ, καὶ ταύτῃ φεύγοντες τὴν ἐπὶ τῷ κατακρύψαντι τὸ τάλαντον εἰς τὴν γῆν ἠπειλη μένην δίκην. Πρόφασις μὲν οὖν, ὡς τὰ πολλὰ, τοῖς ἀνθρώποις τῆς περὶ τὰς κοσμικὰς ἐπιθυμίας τε καὶ ἡδονὰς καὶ φροντίδας ὁ γάμος. Οὔτε γὰρ τῆς τοῦ θήλεος ἐπιθυμίας ἀνδράσιν, ἢ γυναιξὶ τῆς τοῦ ἄῤῥενος σφοδροτέραν καὶ βιαιοτέραν εὕροι τις ἂν ἐγκειμένην τῇ φύσει τοῦ σώματος· καὶ μάλα γε εἰκότως, οἷα δὴ περὶ τὴν τῶν ἐκγόνων βλάστησιν συνίστασθαι πεφυκυῖαν· ὃς, καιριωτάτην ἔχων ἐνέρ γειαν, ἤμελλε καὶ τὴν ῥύμην σφοδροτέραν ἐπάγε σθαι· οὐδὲ φροντίδας βαρυτέρας ἀνθρώποις παρ εισπιπτούσας τῶν διὰ τὴν συζυγίαν ἀθρόως ἐφιπτα μένων, καθὼς ὁ Παῦλός φησιν· Ὁ γαμήσας με ριμνᾷ τὰ τοῦ κόσμου, τὰς φροντίδας ἐπηχθισμένος. Ὁ μὲν γὰρ μόνος ἑαυτοῦ καὶ τῶν οἰκείων τοῦ σώ ματος ἀναγκῶν ἀνάσχοιτο ἂν, ἢ ἴσως καὶ περιφρο νήσειε ταύτας, ἑαυτὸν εἰς τοῦτο πείθειν εὐκόλως δυνάμενος· ὁ δὲ γαμετῆς καὶ παίδων ἐπιμελούμε νος οὐκέτι τῆς οἰκείας γνώμης κύριος γίνεται, ἀλλὰ ἀνάγκην ἔχει ταύτῃ τὰ καθ' ἡδονὰς πράττειν, καὶ περὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀσχολούμενος, πολ λὴν ἄβυσσον ἐπαντλεῖσθαι φροντίδων, ἃς καταλέγειν μακρότερον ἢ κατὰ τὸν παρόντα καιρὸν ἂν εἴη. Ὁ τοίνυν τῶν τοῦ κόσμου δεσμῶν ἐλεύθερος εἶναι γλιχόμενος τὸν γάμον ὥσπερ τινὰς πέδας ἀπ έφυγε· τοῦτον δὲ ἀποφυγὼν, τὸν ἑαυτοῦ βίον ἀνέθηκε Θεῷ, καὶ τὴν ἁγνείαν καθωμολόγησεν· ὡς μήτε ἄδειαν ὑπάρχειν αὐτῷ τῆς ἐπὶ τὸν γάμον ἐπι στροφῆς, ἀλλ' ἔχεσθαι αὐτὸν ἐκ παντὸς τρόπου τῶν ὑπὲρ τῆς ἁγνείας ἀγωνισμάτων φύσει προσπαλαίον τα, καὶ ταύτης ταῖς βιαιοτέραις ὁρμαῖς. Ἐραστὴς γὰρ ὁ τοιοῦτος τοῦ Θεοῦ καταστὰς, καὶ τῆς ἐκείνου ἀπαθείας, κατὰ γοῦν τὸ σμικρότατον, κατασχεῖν ἐφιέμενος, καὶ τῆς πνευματικῆς ἁγιότητος, γαλήνης τε καὶ ἀταραξίας, καὶ ἡμερότητος, καὶ τῆς ἐκ τού των τικτομένης εὐφροσύνης τε καὶ χαρᾶς ἐπιθυμῶν ἀπογεύσασθαι, παντὸς μὲν ὑλικοῦ καὶ σωματικοῦ πάθους τοῦ τὴν ψυχὴν ἐπιθολοῦντος, πόῤῥω τοὺς λογισμοὺς ἀπάγειν ἐσπούδακε· καθαρῷ δὲ καὶ ἀν επισκιάστῳ ὄμματι τῆς ψυχῆς τὰ θεῖα περιαθρεῖ, ἀπλήστως τοῦ ἐκεῖθεν φωτὸς ἐμφορούμενος. Εἰς τοιαύτην τε ἕξιν καὶ κατάστασιν