1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

1

Regulae morales

31.692 αʹ Περὶ μετανοίας, καὶ τίς ὁ τῆς μετανοίας καιρὸς, καὶ περὶ τῶν ἰδιωμάτων αὐτῆς, καὶ περὶ τῶν καρπῶν αὐτῆς. βʹ Περὶ τοῦ ἀμιγῆ παντὸς ἐναντίου, καὶ καθαρὰν εἶναι τὴν σπουδὴν τῶν εὐαρεστῆσαι τῷ Θεῷ βου λομένων. γʹ Περὶ τῆς εἰς Θεὸν ἀγάπης, καὶ τίς ἡ ταύτης ἀπόδειξις. δʹ Τίς ἡ εἰς Θεὸν τιμὴ, καὶ τίς ἡ ἀτιμία. εʹ Περὶ τῆς εἰς ἀλλήλους ἀγάπης, καὶ τῶν ταύτης ἰδιωμάτων. 31.693 ʹ Περὶ τοῦ δεῖν παῤῥησιάζεσθαι ἐν τῇ ὁμολογίᾳ τοῦ Θεοῦ, καὶ τοῦ Χριστοῦ αὐτοῦ. ζʹ Ὅτι μὴ ἀρκεῖ πρὸς σωτηρίαν ἡ ὁμολογία τοῦ Κυρίου τοῖς τὰς ἐντολὰς αὐτοῦ παραβαίνουσιν. ηʹ Περὶ πίστεως καὶ πληροφορίας τῶν τοῦ Κυρίου ῥημάτων. θʹ Περὶ γνώσεως ἢ ἀγνοίας τῶν ἐπιβαλλόντων ἡμῖν. ιʹ Τί τὸ τέλος τῆς ἁμαρτίας, καὶ τί τῆς ἐντολῆς τοῦ Θεοῦ. ιαʹ Περὶ κριμάτων Θεοῦ, καὶ τοῦ ἀπ' αὐτῶν φό βου. ιβʹ Περὶ ἀθετήσεως καὶ ἀντιλογίας, ἢ ὑπακοῆς καὶ φυλακῆς τῶν τοῦ Θεοῦ θελημάτων. ιγʹ Περὶ τῆς ἐν παντὶ καιρῷ ἑτοιμότητος καὶ ἀν υπερθέτου σπουδῆς τῶν πρὸς εὐαρέστησιν Θεοῦ σπουδαζομένων. ιδʹ Περὶ τῆς ἑκάστου τῶν κατὰ μέρος κατορθου μένων εὐκαιρίας. ιεʹ Ὅτι μὴ δεῖ τοῖς ἄλλων κατορθώμασιν ἐπελπί ζοντα, τῶν καθ' ἑαυτὸν ἀμελεῖν. ιʹ Περὶ τῶν οἰομένων ὠφελεῖσθαί τι ἐκ τοῦ συζῇν τοῖς καλοῖς καὶ εὐαρέστοις, καὶ ἑαυτοὺς μὴ κατορ θούντων. ιζʹ Πῶς δεῖ πρὸς τὸν παρόντα καιρὸν διατίθεσθαι. ιηʹ Περὶ τρόπου καὶ διαθέσεως τῶν περὶ τὴν ἐντο λὴν τοῦ Θεοῦ ἐσπουδακότων. ιθʹ Περὶ ἐμποδίζοντος καὶ ἐμποδιζομένου εἰς τὴν ἐντολὴν τοῦ Θεοῦ. κʹ Περὶ βαπτίσματος, καὶ τίς ὁ λόγος καὶ ἡ δύναμις τοῦ βαπτίσματος. καʹ Περὶ κοινωνίας τοῦ σώματος, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, καὶ τίς ὁ ταύτης λόγος. κβʹ Πῶς ἀπαλλοτριοῦταί τις Θεοῦ, καὶ διὰ τίνων οἰ κειοῦται Θεῷ. κγʹ Περὶ τῶν ἡττωμένων καὶ εἰς ἃ μισοῦσιν ἁμαρ τήματα. κδʹ Περὶ ψεύδους καὶ ἀληθείας. κεʹ Περὶ ἀργολογίας, καὶ περὶ τῆς τῶν σπουδαίων λόγων οἰκονομίας. κʹ Περὶ τοῦ δεῖν κεχρῆσθαι πρῶτον μὲν ταῖς ἀπὸ τῶν Γραφῶν μαρτυρίαις εἰς σύστασιν τῶν παρ' ἡμῶν γινομένων ἢ λεγομένων, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ συνηθείᾳ γνωριζομένοις. κζʹ Περὶ τῆς πρὸς Θεὸν καὶ πρὸς τοὺς ἁγίους κατὰ δύναμιν ἐξομοιώσεως. κηʹ Περὶ τοῦ διακριτικὸν εἶναι περὶ τῶν ἀγαθῶν ἀν δρῶν, καὶ τῶν ἐναντίων. κθʹ Περὶ τοῦ, ποίῳ τρόπῳ τὸ ἐπάγγελμα ἑαυτῶν πιστούμεθα. 31.696 λʹ Περὶ τιμῆς ἀναθημάτων Θεοῦ. λαʹ Περὶ χρήσεως τῶν τοῖς ἁγίοις ἀφωρισμένων. λβʹ Περὶ χρεῶν καὶ ἀποδόσεων. λγʹ Περὶ σκανδαλιζόντων καὶ σκανδαλιζομένων. λδʹ Περὶ τοῦ δεῖν ἕκαστον ἐν τῷ ἰδίῳ μέτρῳ τύπον τῶν καλῶν προκεῖσθαι τοῖς ἄλλοις. λεʹ Περὶ τῶν τὰ καλὰ φαυλιζόντων. λʹ Περὶ τῆς εἰς τοὺς ἁγίους τιμῆς καὶ διαθέσεως. λζʹ Περὶ τῶν ὀλίγα κατὰ δύναμιν προθυμουμένων. ληʹ Ὅπως χρὴ δεξιοῦσθαι. λθʹ Περὶ τῆς ἐν τοῖς σκανδάλοις στεῤῥότητος. μʹ Περὶ ἑτεροδιδασκαλούντων. μαʹ Περὶ ἐκκοπῆς τῶν σκανδαλιζόντων, καὶ φειδοῦς τῶν ἀσθενεστέρων. μβʹ Περὶ τοῦ τὸν Κύριον ἐπὶ τῷ πληρῶσαι τὸν νόμον ἐληλυθέναι. μγʹ Περὶ διαφορᾶς ἐντολῶν τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου. μδʹ Ὅτι ἐλαφρὸν τὸ τοῦ Κυρίου φορτίον, βαρεῖα δὲ ἡ ἁμαρτία. μεʹ Περὶ ἰσοτιμίας καὶ ταπεινοφροσύνης. μʹ Περὶ σπουδῆς κατορθωμάτων μειζόνων ἢ ἐλατ τόνων. μζʹ Περὶ πλούτου καὶ πτωχείας, καὶ τῶν τούτοις παρεπομένων. μηʹ Περὶ τῆς εἰς τοὺς ἀδελφοὺς εὐποιίας, καὶ τῆς διὰ ταύτην ἐργασίας. μθʹ Περὶ δικαζομένου καὶ ἐκδικοῦντος ἑαυτὸν, ἢ καὶ ἕτερον. νʹ Περὶ εἰρήνης καὶ εἰρηνοποιίας. ναʹ Ποταπὸς ὀφείλει εἶναι ὁ τὸν πλησίον διορθοῦσθαι πειρώμενος. νβʹ Περὶ τῆς ἐπὶ τοῖς ἁμαρτάνουσι λύπης, καὶ ὅπως αὐτοῖς συντυγχάνειν χρή· καὶ πότε αὐτοὺς ἀποστρέφεσθαι, ἢ πότε προσδέχεσθαι. νγʹ Τί τὸ κρῖμα τῶν ἐφ' οἷς ἔδοξαν ἀδικεῖσθαι μνησικακούντων. νδʹ Περὶ τοῦ κρίνειν, καὶ περὶ τοῦ διακρίνεσθαι. νεʹ Περὶ διαθέσεως καὶ ὁμολογίας τῶν τοῦ Θεοῦ χαρι σμάτων, καὶ τῆς ἐπ' αὐτοῖς