1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

1

De opificio hominis

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΑΝΘΡΩΠΟΥ. Τῷ ἀδελφῷ δούλῳ Θεοῦ Πέτρῳ Γρηγόριος ἐπίσκοπος Νύσσης.

Εἰ ταῖς διὰ τῶν χρημάτων τιμαῖς ἔδει γεραίρειν τοὺς κατ' ἀρετὴν διαφέροντας, μικρὸς ἂν, καθώς φησιν ὁ Σολομὼν, ὅλος ὁ κόσμος τῶν χρημάτων ἐφάνη πρὸς τὸ γενέσθαι τῆς σῆς ἀρετῆς ἰσοστάσιος· ἐπειδὴ κρεῖττον ἢ κατὰ πλούτου τιμὴν ἡ χρεωστουμένη τῇ σεμνότητί σου χάρις ἐστίν. Ἀπαιτεῖ δὲ τὸ ἅγιον Πάσχα τὴν συνήθη τῆς ἀγάπης δωροφορίαν, ἢν προσ άγομέν σου τῇ μεγαλοφροσύνῃ, δῶρον, ὧν ἄνθρωπε Θεοῦ, μικρότερον μὲν ἢ ὡς ἄξιον εἶναί σοι προσκομί ζεσθαι, τῆς γε μὴν δυνάμεως ἡμῶν οὐκ ἐνδεέστερον. Τὸ δὲ δῶρον λόγος ἐστὶν, οἷον ἱμάτιόν τι πενιχρὸν ἐκ τῆς πτωχῆς ἡμῶν διανοίας οὐκ ἀπόνως ἐξυφα σμένον. Ἡ δὲ τοῦ λόγου ὑπόθεσις τολμηρὰ μὲν ἴσως τοῖς πολλοῖς εἶναι δόξει, πλὴν οὐκ ἔξω τοῦ πρέποντος ἐνομίσθη. Μόνος γὰρ ἀξίως τὴν κτίσιν τοῦ Θεοῦ κατε νόησεν, ὁ κατὰ Θεὸν κτισθεὶς ὄντως, καὶ ἐν εἰκόνι τοῦ κτίσαντος τὴν ψυχὴν μεμορφωμένος Βασίλειος, ὁ κοι νὸς ἡμῶν πατὴρ καὶ διδάσκαλος, ὃς τὴν ὑψηλὴν τοῦ παντὸς διακόσμησιν εὔληπτον τοῖς πολλοῖς διὰ τῆς ἰδίας θεωρίας ἐποίησε, καὶ τὸν ἐν τῇ ἀληθινῇ σοφίᾳ παρὰ τοῦ Θεοῦ συστάντα κόσμον γνώριμον τοῖς διὰ τῆς συνέσεως αὐτοῦ τῇ θεωρίᾳ προσαγομένοις ποιήσας. Ἡμεῖς δὲ καὶ τοῦ θαυμάζειν αὐτὸν κατ' ἀξίαν ἐνδεῶς ἔχοντες, ὁμοῦ τὸ λεῖπον τοῖς τεθεωρημένοις τῷ μεγάλῳ προσθεῖναι διενοήθημεν, οὐχ ὡς νο θεύοντες δι' ὑποβολῆς τὸν ἐκείνου πόνον (οὐδὲ γὰρ θέμις τὸ ὑψηλὸν ἐκεῖνο καθυβρισθῆναι στό μα τοῖς ἡμετέροις ἐπιφημιζόμενον λόγοις), ἀλλ' ὡς μὴ δοκεῖν ἐλλιπῆ τοῦ διδασκάλου τὴν δόξαν ἐν τοῖς μαθηταῖς αὐτοῦ εἶναι. Εἰ γὰρ λειπούσης τῆς Ἑξαημέρου τῆς εἰς τὸν ἄνθρωπον θεωρίας, μηδεὶς τῶν μαθητευσάντων αὐτῷ σπουδήν τινα πρὸς τὴν τοῦ λείποντος ἀναπλήρωσιν εἰσενέγκαιτο, ἔσχεν ἂν εἰ κότως κατὰ τῆς μεγάλης αὐτοῦ δόξης ὁ μῶμος λα βὴν, ὡς μὴ βουληθέντος ἕξιν τινὰ κατανοητικὴν τοῖς ἀκροαταῖς ἐνεργάσασθαι. Νυνὶ δὲ κατὰ δύναμιν ἡμῶν ἐπιτολμησάντων τῇ ἐξηγήσει τοῦ λείποντος, εἰ μέν τι τοιοῦτον ἐν τοῖς ἡμετέροις εὑρεθείη, οἷον τῆς ἐκείνου διδασκαλίας μὴ ἀνάξιον εἶναι, εἰς τὸν διδά σκαλον πάντως τὴν ἀναφορὰν ἕξει· εἰ δὲ μὴ καθ ίκοιτο τῆς μεγαλοφυοῦς θεωρίας ὁ ἡμέτερος λόγος, ὁ μὲν ἔξω τῆς τοιαύτης ἔσται κατηγορίας, τοῦ μὴ βούλεσθαι δοκεῖν τοῖς μαθηταῖς ἐγγενέσθαι τι δεξιὸν, ἐκφυγὼν τὴν μέμψιν, ἡμεῖς δ' ἂν εἰκότως ὑπεύθυνοι δόξωμεν τοῖς μωμοσκοποῦσιν, ὡς οὐ χωρήσαντες ἐν τῷ μικροφυεῖ τῆς καρδίας ἡμῶν τοῦ καθηγητοῦ τὴν σοφίαν. Ἔστι δ' οὐ μικρὸς ὁ προκείμενος ἡμῖν εἰς 128 θεωρίαν σκοπὸς, οὐδέ τινος τῶν ἐν κόσμῳ θαυμάτων τὰ δεύτερα φερόμενος, τάχα δὲ καὶ μείζων ἑκάστου τῶν γιγνωσκομένων, διότι οὐδὲν ἕτερον Θεῷ ἐκ τῶν ὄντων ὡμοίωται, πλὴν τῆς κατὰ τὸν ἄνθρωπον κτί σεως, ὥστε παρὰ τοῖς εὐγνώμοσι τῶν ἀκροατῶν πρό χειρον ἡμῖν τὴν ἐπὶ τοῖς λεγομένοις συγγνώμην εἶναι, κἂν πολὺ κατόπιν τῆς ἀξίας ὁ λόγος ἔλθοι. ∆εῖ γὰρ, οἶμαι, τῶν περὶ τὸν ἄνθρωπον ἁπάντων, τῶν τε προ γεγενῆσθαι πεπιστευμένων, καὶ τῶν εἰσύστερον ἐκ βήσεσθαι προσδοκωμένων, καὶ τῶν νῦν θεωρουμένων μηδὲν παραλιπεῖν ἀνεξέταστον.

Ἦ γὰρ ἂν ἐλλιπεστέρα τοῦ ἐπαγγέλματος ἡ σπουδὴ διελέγχοιτο, εἰ τοῦ ἀνθρώπου προκειμένου τῇ θεωρίᾳ, παρεθείη τι τῶν συντεινόντων πρὸς τὴν ὑπόθεσιν. Ἀλλὰ καὶ τὰ δοκοῦντα περὶ αὐτὸν ἐναντίως ἔχειν, διὰ τὸ μὴ τὰ αὐτὰ τοῖς ἐξ ἀρχῆς γεγενημένοις, καὶ νῦν περὶ τὴν φύσιν ὁρᾶσθαι διά τινος ἀναγκαίας ἀκολουθίας· ἔκ τε τῆς γραφικῆς ὑφηγήσεως καὶ ἐκ τῆς παρὰ τῶν λογισμῶν εὑρισκομένης ἐπινοίας συναρτῆσαι προσ ήκει, ὡς ἂν συμβαίνοι πᾶσα ἡ ὑπόθεσις