1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

44

σώματος. Ἐπειδὴ γὰρ τὸ σκληρόν τε καὶ ἀντίτυπον τὰς αἰσθητικὰς ἐνεργείας οὐ κατα δέχεται, ὡς ἔστιν ἰδεῖν ἐπί τε τῶν ἐν ἡμῖν ὀστέων, καὶ τῶν ἐν τῇ γῇ φυτῶν, ἐν οἷς ζωῆς μέν τι κατανοοῦμεν εἶδος ἐν τῷ αὔξειν καὶ τρέφεσθαι, οὐ μὴν παρεδέξατο ἐναντίως ἡ ἀντιτυπία τοῦ ὑποκειμένου τὴν αἴσθησιν· τούτου χάριν ἔδει καθάπερ κηροειδῆ τινα κατασκευὴν ὑποτεθῆναι ταῖς κατ' αἴσθησιν ἐνεργείαις, δυναμένην τοῖς ἀντιληπτικοῖς τύποις ἐνσφραγισθῆναι, μήτε συγχεομένην δι' ὑπερβαλλούσης ὑγρότητος· οὐ γὰρ 244 ἂν διαμείνοι ἐν τῷ ὑγρῷ τὸ τυπούμενον· μήτε ἀντι τυποῦσαν ἐν τῇ ἀμετρίᾳ τῆς πήξεως· ἀσήμαντον γὰρ πρὸς τοὺς τύπους ἐστὶ τὸ ἀνύπεικτον· ἀλλὰ μέσως ἔχουσαν μαλακότητός τε καὶ στεῤῥότητος, ὡς ἂν μὴ τοῦ καλλίστου τῶν κατὰ τὴν φύσιν ἐνεργημάτων, τῆς αἰσθητικῆς λέγω κινήσεως, ἀμοιροίη τὸ ζῶον. Ἐπειδὴ τοίνυν τὸ μαλακόν τε καὶ εὔεικτον μηδεμίαν τὴν ἐκ τῶν στεῤῥῶν ἔχον ἐνέργειαν, ἀκίνητον ἂν ἦν πάντως, καὶ ἀδιάρθρωτον, κατὰ τοὺς θαλασσίους πνεύμονας· διὰ τοῦτο καταμίγνυσιν ἡ φύσις τῷ σώματι τὴν τῶν ὀστέων στεῤῥότητα, καὶ ταῦτα πρὸς ἄλληλα διὰ τῆς προσφυοῦς ἁρμονίας ἑνώσασα, τοῖς τε διὰ τῶν νεύρων συνδέσμοις τὰς συμβολὰς αὐτῶν ἐπισφίγξασα, οὕτως αὐτοῖς τὴν δεκτικὴν τῶν αἰσθήσεων περιέφυσε σάρκα, δυσπαθεστέραν τε καὶ εὐτονωτέραν τῇ ἐπιφανείᾳ διειλημμένην.

Ταύτῃ τοίνυν τῇ στεῤῥᾷ τῶν ὀστέων φύσει, οἷον στύλοις τισὶν ἀχθοφόροις, ὅλον τοῦ σώματος ἐπιθεῖσα τὸ βάρος, οὐκ ἀδιαίρετον ἐνέφυσε τῷ παντὶ τὸ ὀστέον. Ἦ γὰρ ἂν ἀκίνητός τε καὶ ἀνενέργητος ἔμεινεν, εἰ οὕτω κατασκευῆς εἶχεν ὁ ἄνθρωπος, καθάπερ τι δένδρον ἐφ' ἑνὸς τόπου μένον, μήτε τῆς τῶν σκελῶν διαδοχῆς ἐπὶ τὸ πρόσω προαγούσης τὴν κίνησιν, μήτε τῆς τῶν χειρῶν ὑπουργίας χρησιμευούσης τῷ βίῳ. Νυνὶ δὲ μεταβατικὸν εἶναι καὶ πρακτικὸν τὸ ὄργανον διὰ τῆς ἐπινοίας ταύτης ἐμηχανήσατο, τῷ προαιρετικῷ πνεύματι τῷ διὰ τῶν νεύρων διήκοντι, τὴν πρὸς τὰς κινήσεις ὁρμήν τε καὶ δύναμιν ἐνθεῖσα τῷ σώματι. Ἐντεῦθεν ἡ τῶν χειρῶν ὑπουργία, ἡ ποικίλη τε καὶ πολύστροφος, καὶ πρὸς πᾶσαν ἐπίνοιαν ἐπιτηδεία. Ἐντεῦθεν αἱ τοῦ αὐχένος περιστροφαὶ, καὶ τῆς κε φαλῆς ἐπικλίσεις τε καὶ ἀνανεύσεις, καὶ ἡ κατὰ τὴν γένην ἐνέργεια, καὶ ἡ τῶν βλεφάρων διαστολὴ ἅμα νεύματι γινομένη, καὶ τῶν λοιπῶν ἄρθρων αἱ κινή σεις ἐν νεύροις μέν τισιν ἀνασπωμένοις ἢ χαλωμέ νοις, καθάπερ ἐκ μηχανῆς τινος, ἐνεργοῦνται. Ἡ δὲ διὰ τούτων διεξιοῦσα δύναμις αὐτοκέλευστον ἔχει τινὰ τὴν ὁρμὴν, προαιρετικῷ πνεύματι κατά τινα φύσεως οἰκονομίαν ἐν τοῖς καθέκαστον ἐνεργουμένη. Ῥίζα δὲ πάντων ἀπεδείχθη καὶ ἀρχὴ τῶν κατὰ τὰ νεῦρα κινήσεων, ὁ τὸν ἐγκέφαλον περιέχων νευρώδης ὑμήν. Οὐκέτι οὖν ἡγούμεθα δεῖν πολυπραγμονεῖν περί τε τῶν ζωτικῶν μορίων, τὸ τοιοῦτόν ἐστιν, ἐν τούτῳ δειχθείσης τῆς κινητικῆς ἐνεργείας. Ὅτι δὲ μέγιστόν τι συντελεῖ πρὸς τὴν ζωὴν ὁ ἐγ κέφαλος, ἐναργῶς τὸ ἐξ ἐναντίου συμβαῖνον δηλοῖ. Εἰ γάρ τινα τρῶσιν ἢ ῥῆξιν ὁ περὶ αὐτὸν ὑμὴν πάθοι, εὐθὺς ἐπηκολούθησε τῷ πάθει ὁ θάνατος, οὐδὲ πρὸς τὸ ἀκαρὲς τῆς φύσεως ἀντισχούσης τῇ τρώσει, ὥσπερ θεμελίου τινὸς ὑποσπασθέντος ὅλον τὸ οἰκοδόμημα συγκατεσείσθη τῷ μέρει· οὗ τοίνυν παθόντος πρό δηλός ἐστιν ἡ τοῦ παντὸς ζώου διαφθορὰ, τοῦτο κυρίως ἂν τῆς ζωῆς τὴν αἰτίαν ἔχειν ὁμολογοῖτο. Ἐπειδὴ δὲ καὶ τῶν παυσαμένων τοῦ ζῇν κατασβεσθείσης τῆς ἐγκειμένης τῇ φύσει θερμότητος, τὸ νεκρωθὲν κατα 245 ψύχεται, διὰ τοῦτο καὶ ἐν τῷ θερμῷ τὴν ζωτικὴν αἰτίαν κατενοήσαμεν. Οὖ γὰρ ἐπιλελοιπότος ἡ νεκρό της ἐπηκολούθησεν, ἀνάγκη πᾶσα τῇ παρουσίᾳ τού του συνεστάναι τὸ ζῶον ὁμολογεῖσθαι. Τῆς δὲ τοιαύτης δυνάμεως οἶον πηγήν τινα καὶ ἀρχὴν τὴν καρδίαν κατενοήσαμεν, ἀφ' ἧς αὐλοειδεῖς πόροι πολυσχιδῶς ἄλλος ἐξ ἄλλου διαφυόμενοι, παντὶ τῷ σώματι τὸ πυρῶδες καὶ θερμὸν διαχέουσι πνεῦμα. Ἐπεὶ δὲ πάντως καὶ τροφὴν ἔδει τινὰ τῷ θερμῷ συμπαρεῖναι παρὰ τῆς φύσεως· οὐ γὰρ ἐνδέχεται τὸ πῦρ ἐφ' ἑαυ τοῦ μένειν, μὴ διὰ τοῦ καταλλήλου τρεφόμενον· διὰ