1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

1

Dialogus de anima et resurrectione

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ Ο ΛΟΓΟΣ Ο ΛΕΓΟΜΕΝΟΣ ΤΑ ΜΑΚΡΙΝΙΑ.

Ἐπειδὴ τοῦ ἀνθρωπίνου βίου πρὸς Θεὸν μετέστη ὁ πολὺς ἐν ἁγίοις

Βασίλειος, καὶ κοινὴ πένθους ἀφορμὴ ταῖς Ἐκκλησίαις ἐγένετο, περιῆν δὲ ἔτι τῷ βίῳ ἡ ἀδελφὴ καὶ διδάσκαλος, ἐγὼ μὲν ᾔειν κατὰ σπου δὴν κοινωνήσων ἐκείνῃ τῆς ἐπὶ τῷ ἀδελφῷ συμφορᾶς. Καί μοι περιώδυνος ἦν ἡ ψυχὴ, πρὸς τοιαύτην ζημίαν ὑπεραλγοῦσα, καί τινα τῶν δακρύων κοινω νὸν ἐπεζήτουν τὸν ἶσον ἔχοντά μοι τῆς λύπης ἄχθος. Ὡς δὲ ἐν ὀφθαλμοῖς ἦμεν ἀλλήλων, ἐμοὶ μὲν ἀνεκίνει τὸ πάθος προφανεῖσα τοῖς ὀφθαλμοῖς ἡ δι δάσκαλος· καὶ γὰρ ἤδη καὶ αὐτὴ τῇ πρὸς θάνατον ἀῤῥωστίᾳ συνείχετο. Ἡ δὲ κατὰ τοὺς τῆς ἱππικῆς ἐπιστήμονας ἐνδοῦσά μοι πρὸς ὀλίγον παρενεχθῆναι τῇ ῥύμῃ τοῦ πάθους, ἀναστομοῦν ἐπεχείρει μετὰ ταῦτα τῷ λόγῳ, καθάπερ χαλινῷ τινι τῷ ἰδίῳ λογισμῷ τὸ ἀτακτοῦν τῆς ψυχῆς ἀπευθύνουσα, καὶ ἦν 46.13 αὐτῇ τὸ ἀποστολικὸν λόγιον προφερόμενον, τὸ μὴ δεῖν ἐπὶ τῶν κεκοιμημένων λυπεῖσθαι· μόνων γὰρ τοῦτο τῶν οὐκ ἐχόντων ἐλπίδα τὸ πάθος εἶναι.

{Λ.} Κἀγὼ περιζεούσης ἔτι μοι τῆς καρδίας τῇ λύπῃ Πῶς ἔστιν, εἶπον, ἐν ἀνθρώποις τοῦτο κατορθωθῆ ναι, οὕτως ἐν ἑκάστῳ φυσικοῦ τινος πρὸς τὸν θάνατον τῆς διαβολῆς ὑπαρχούσης, καὶ οὔτε τῶν ὁρώντων τοὺς ἀποθνήσκοντας εὐκόλως καταδεχομένων τὴν θέαν, οἷς τε ἂν προσίῃ ὁ θάνατος ἀποφευγόντων ἐφ' ὅσον οἷόν τε; Ἀλλὰ καὶ τῶν ἐπικρατούντων νόμον ἔσχατον ἐν ἀδικίαις καὶ ἔσχατον ἐν τιμωρίαις τοῦτο κρινόντων, τίς μηχανὴ τὸ μηδὲν ἡγεῖσθαι τὴν τοῦ ζῇν ἀναχώρησιν, καὶ ἐπὶ τῶν ἔξω τινὸς μὴ ὅτι γε τῶν ἐπιτηδείων, ὅταν τοῦ βίου λήγωσιν; Ὁρῶμεν δὲ, εἶπον, καὶ πᾶσαν τὴν ἀνθρωπίνην σπουδὴν πρὸς τοῦτο βλέπουσαν, ὅπως ἂν ἐν τῷ ζῇν διαμένοιμεν. ∆ιὰ τοῦτο γὰρ καὶ οἶκοι πρὸς διαγωγὴν ἡμῖν ἐπινενόην, ὡς ἂν μὴ τῷ περιέχοντι διὰ ψύξεως ἢ θερμότητος καταπονοῖτο τὰ σώματα. Γεωπονία δὲ τί ἄλλο καὶ οὐχὶ τοῦ ζῇν ἐστι παρασκευή; Ἡ δὲ τῆς ζωῆς φροντὶς πάντως διὰ τὸν τοῦ θανάτου φόβον γίνεται. Ἡ δὲ ἰατρικὴ πόθεν τιμία τοῖς ἀνθρώποις ἐστίν; Οὐκ ἐπειδὴ μάχεσθαί πως διὰ τῆς τέχνης δοκεῖ πρὸς τὸν θάνατον; Θώρακες δὲ, καὶ θυρεοὶ, καὶ κνημῖδες, καὶ κράνη, καὶ τὰ ἀμυντήρια τῶν ὅπλων, καὶ αἱ τῶν τειχῶν περιβολαὶ καὶ σιδηρόδετοι πύλαι, καὶ ἡ τῶν τάφρων ἀσφάλεια καὶ τὰ τοιαῦτα, τί ἄλλο πλὴν διὰ τὸν τοῦ θανάτου γίνεται φόβον; Οὕτως οὖν ὄντος φοβεροῦ φυσικῶς τοῦ θανάτου, πῶς ἔστι ῥᾳδίως πεισθῆναι τῷ κελεύοντι ἄλυπον διαμέ 46.16 νειν ἐπὶ τοῦ κατοιχομένου τὸν περιόντα;

{Μ.} Τί δὲ, φησὶν ἡ διδάσκαλος, τί σοι μάλιστα λυπηρὸν αὐτὸ ἐφ' ἑαυτοῦ, τὸ τοῦ θανάτου δοκεῖ; οὐ γὰρ ἱκα νὸν εἰς διαβολὴν ἡ τῶν ἀλογωτέρων συνήθεια. {Γ.} Τί μὲν οὖν οὐκ ἔστι λύπης ἄξιον, πρὸς αὐτὴν εἶπον ἐγὼ, ὅταν βλέπωμεν τὸν τέως ζῶντά τε καὶ φθεγγόμενον, ἄπνουν καὶ ἄναυδον καὶ ἀκίνητον ἀθρόως γενόμενον, καὶ πάντα αὐτῶν σβεσθέντα τὰ φυσικὰ αἰσθητήρια, οὐκ ὄψεως, οὐκ ἀκοῆς ἐνεργού σης, οὐκ ἄλλου τινὸς ὧν ἡ αἴσθησις τὴν ἀντίληψιν ἔχει; Ὧ κἂν πῦρ προσενέγκῃς, κἂν σίδηρον, κἂν ἀνατέμῃς διὰ ξίφους τὸ σῶμα, κἂν τοῖς σαρκοβόροις προθῇς, κἂν ἐγκρύψῃς χώματι, πρὸς ἅπαντα ὁμοίως ὁ κείμενος ἔχει. Ὅταν οὖν ἐν τούτοις βλέπηται ἡ μεταβολὴ, τὸ δὲ ζωτικὸν ἐκεῖνο αἴτιον, ὅ τί ποτε ἦν, ἀφανές τε καὶ ἄδολον ἀθρόως γένηται, καθάπερ ἐπὶ λύχνου σβεσθέντος τῆς τέως ἐξαπτομένης ἐφ' ἑαυτοῦ φλογὸς οὔτε ἐπὶ τῆς θρυαλλίδος μενούσης, οὔτε ἑτέ ρωθί που μεθισταμένης, ἀλλ' εἰς ἀφανισμὸν παντελῆ μεταχωρούσης, πῶς ἂν γένοιτο τὴν τοσαύτην μετα βολὴν ἐνεγκεῖν ἀλύπως μηδενὶ, προδήλως ἐπερειδό μενον; Ἔξοδον γὰρ ψυχῆς