1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

22

κίνησις· εἰ δὲ διαψευσθείη τοῦ κρείττονος, εἰδώλῳ τινὶ καλοῦ, παρασοφισαμένης τὴν ψυχὴν τῆς ἐλπίδος, ἡ ἐπακολουθοῦσα τοῖς γινομένοις μνήμη αἰσχύνη γίνεται. Καὶ ἐμφύλως οὗτος ὁ πόλε μος ἐν τῇ ψυχῇ συνίσταται, μαχομένης τῇ ἐλπίδι τῆς μνήμης, ὡς κακῶς καθηγησαμένης τῆς προαι ρέσεως. Τοιοῦτον γάρ τινα νοῦν ἑρμηνεύει σαφῶς τὸ κατ' αἰσχύνην πάθος, ὅταν δάκνηται πρὸς τὸ ἀποβὰν ἡ ψυχὴ, οἷόν τινι μάστιγι τῇ μεταμελείᾳ κααπτομένη τῆς ἀβουλήτου ὁρμῆς, καὶ εἰς συμμαχίαν κατὰ τοῦ λυποῦντος ἐφελκομένη τὴν λήθην. Ἀλλ' ἡμῖν μὲν, διὰ τὸ πτωχὴν εἶναι τοῦ κα λοῦ, ἡ φύσις ἀεὶ πρὸς τὸ ἐνδέον ἴεται, καὶ ἡ τοῦ λείποντος ἔφεσις αὕτη ἐστὶν ἡ ἐπιθυμητικὴ τῆς φύσεως ἡμῶν διάθεσις, ἤτοι σφαλλομένη δι' ἀκρισίαν τοῦ ὄντος καλοῦ, ἢ καὶ τυγχάνουσα οὗ τυχεῖν ἀγαθόν. Ἡ δὲ ὑπερέχουσα πᾶσαν ἀγαθὴν ἔννοιαν φύσις, καὶ πάσης ὑπερκειμένη δυνάμεως, ἅτε μηδε νὸς ἐνδεῶς ἔχουσα τῶν πρὸς τὸ ἀγαθὸν νοουμένων, αὕτη τῶν ἀγαθῶν οὖσα τὸ πλήρωμα, οὐδὲ κατὰ 46.93 μετοχὴν καλοῦ τινος ἐν τῷ καλῷ κινουμένη, ἀλλ' αὐτὴ οὖσα ἡ τοῦ καλοῦ φύσις, ὅ τί ποτε καὶ εἶναι τὸ καλὸν ὁ νοῦς ὑποτίθεται, οὔτε τὴν ἐλπιστικὴν κίνησιν ἐν ἑαυτῇ δέχεται. Πρὸς γὰρ τὸ μὴ παρὸν ἡ ἐλπὶς ἐνήργηται μόνον. Ὃ δὲ ἔχει τις, τί καὶ ἐλπίζει; φησὶν ὁ Ἀπόστολος. Οὔτε τῆς μνημονευτικῆς ἐνεργείας πρὸς τὴν τῶν ὄντων ἐπιστήμην ἐπιδεής ἐστι· τὸ γὰρ βλεπόμενον τοῦ μνημονευθῆναι οὐκ ἐπιδέεται. Ἐπεὶ δὲ οὖν παντὸς ἀγαθοῦ ἐπέκεινα ἡ θεία φύσις, τὸ δὲ ἀγαθὸν ἀγαθοῦ φίλον πάντως, διὰ τοῦτο ἐν ἑαυτῇ βλέπουσα, καὶ ὃ ἔχει θέλει, καὶ ὃ θέλει ἔχει, οὐδὲν τῶν ἔξωθεν εἰς ἑαυτὴν δεχομένη, ἔξω δὲ αὐτῆς οὐδὲν, ὅτι μὴ ἡ κακία μόνη, ἥτις, εἰ κἂν παράδοξον εἰπεῖν, ἐν τῷ μὴ εἶναι τὸ εἶναι ἔχει· οὐ γὰρ ἄλλη τίς ἐστι καὶ κακίας γένεσις, εἰ μὴ τοῦ ὄντος στέρησις. Τὸ δὲ κυρίως ὂν ἡ τοῦ ἀγαθοῦ φύσις ἐστίν. Ὃ οὖν ἐν τῷ ὄντι οὐκ ἔστιν, ἐν τῷ μὴ εἶναι πάντως ἐστίν. Ἐπειδὰν οὖν καὶ ἡ ψυχὴ πάντα τὰ ποικίλα τῆς φύσεως ἀποσκευασαμένη κινήματα θεοειδὴς γίνεται, καὶ ὑπερβᾶσα τὴν ἐπιθυμίαν ἐν ἐκείνῳ ᾖ, πρὸς ὃ ὑπὸ τῆς ἐπιθυμίας τέως ὑπῄρετο, οὐκέτι τινὰ σχολὴν δίδωσιν ἐν ἑαυτῇ, οὔτε τῇ ἐλπίδι, οὔτε τῇ μνήμῃ, τὸ γὰρ ἐλπιζόμενον ἔχει· ἡ δὲ περὶ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν ἀσχολία τὴν μνήμην ἐκκρούει τῆς διανοίας· καὶ οὕτω τὴν ὑπερέχουσαν μιμεῖται ζωὴν τοῖς ἰδιώ μασι τῆς θείας φύσεως ἐμμορφωθεῖσα, ὡς μηδὲν ὑπολειφθῆναι τῶν ἄλλων αὐτῇ, πλὴν τῆς ἀγαπητικῆς διαθέσεως, φυσικῶς τῷ καλῷ προσφυομένης. Τοῦτο γάρ ἐστιν ἡ ἀγάπη, ἡ πρὸς τὸ καταθύμιον ἐνδιάθε τος σχέσις. Ὅταν οὖν ἡ ἁπλῆ καὶ μονοειδὴς καὶ ἀκριβῶς θεοείκελος ἡ ψυχὴ γινομένη εὕροιτο ἀληθῶς ἁπλοῦν τε καὶ ἄϋλον ἀγαθὸν, ἐκεῖνο τὸ μόνον τοιόν τι ἀγαπητὸν καὶ ἐράσμιον προσφύεταί τε αὐτῷ καὶ συνανακιρνᾶται διὰ τῆς ἀγαπητῆς κινήσεώς τε καὶ ἐνεργείας, πρὸς τὸ ἀεὶ καταλαμβα νόμενόν τε καὶ εὑρισκόμενον ἑαυτὴν μορφοῦσα· καὶ 46.96 τοῦτο γινομένη διὰ τῆς τοῦ ἀγαθοῦ ὁμοιότητος, ὅπερ ἡ τοῦ μετεχομένου φύσις ἐστὶν, ἐπιθυμίας ἐν ἐκείνῳ μὴ οὔσης διὰ τὸ μηδέ τινος τῶν ἀγαθῶν ἔν δειαν ἐν αὐτῷ εἶναι, ἀκόλουθον ἂν εἴη καὶ τὴν ψυχὴν ἐν τῷ ἀνενδεεῖ γινομένην ἐκβάλλειν ἀφ' ἑαυτῆς καὶ τὴν ἐπιθυμητικὴν κίνησίν τε καὶ διάθεσιν, ἣ τότε γίνεται μόνον, ὅταν μὴ παρῇ τὸ ποθού μενον. Τοῦ δὲ τοῦ τοιούτου δόγματος καὶ ὁ θεῖος Ἀπόστο λος ἡμῖν καθηγήσατο, πάντων τῶν νῦν ἐν ἡμῖν καὶ ἐπὶ τῷ κρείττονι σπουδαζομένων παῦλάν τινα καὶ καταστολὴν προαγγείλας, μόνης δὲ τῆς ἀγάπης οὐχ εὑρὼν τὸν ὅρον. Προφητεῖαι γὰρ, φησὶ, κατ αργηθήσονται, καὶ γνώσεις παύσονται· ἡ δὲ ἀγάπη οὐδέ ποτε πίπτει· ὅπερ ἴσον ἐστὶ τῷ ἀεὶ ὡσαύτως ἔχειν· ἀλλὰ καὶ πίστιν καὶ ἐλπίδα συμπα ραμεμενηκέναι τῇ ἀγάπῃ λέγων, πάλιν καὶ τού των αὐτὴν ὑπερτίθησιν εἰκότως. Ἡ γὰρ ἐλπὶς μέχρι ἐκείνου κινεῖται, ἕως ἂν μὴ παρείη τῶν ἐλπιζο μένων ἀπόλαυσις, καὶ ἡ πίστις ὡσαύτως ἔρεισμα τῆς τῶν ἐλπιζομένων ἀδηλίας γίνεται. Οὕτω γὰρ αὐτὴν καὶ ὡρίσατο λέγων· Ἔστι δὲ πίστις ἐλπιζο μένων ὑπόστασις. Ἐπειδὰν δὲ ἔλθῃ τὸ ἐλπιζόμενον, τῶν ἄλλων εὐτηρεμόντων πάντων, ἡ κατὰ τὴν ἀγάπην ἐνέργεια