1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

27

ὁμοφύλων, ἡ χεὶρ φέρεται, καὶ διὰ τοῦ σώματος αὐτῶν ἢ τὸ πῦρ ἀνάπτεται, ἢ ὁ κρατὴρ κιρνᾶται, ἢ ἡ τροφὴ παρασκευάζεται; Τὸ γὰρ οἴεσθαι δι' ἑκάστου τούτων τὴν ψυχὴν τοῦ ἀνθρώπου γίνεσθαι φυτὸν ἢ ζῶον, ση μεῖα δὲ μὴ ἐπικεῖσθαι, ποῖον μὲν τὸ ἐξ ἀνθρώπου φυτὸν ἢ ζῶον, ποῖον δὲ τὸ ἑτέρως γινόμενον, πρὸς πάντα κατὰ τὸ ἶσον ὁ τῇ τοιαύτῃ προει λημμένος ὑπολήψει διατεθήσεται, ὡς κατ' ἀνάγ κην, ἢ καὶ κατ' αὐτῶν τῶν ἐν τῇ φύσει ζώντων ἀνθρώπων ἀπηνῶς ἔχειν, ἢ εἴπερ ἐπὶ τῶν ὁμοφύλων πρὸς φιλανθρωπίαν ἐκ φύσεως ῥέποι, ὁμοίως αὐτὸν διακεῖσθαι πρὸς πᾶν ἔμψυχον, κἂν ἐν ἑρπετοῖς, κἂν ἐν θηρίοις τύχοι· ἀλλὰ κἂν ἐν ὕλῃ δένδρον γίνε, ὁ τὸ δόγμα τοῦτο παραδεξάμενος, δῆμον ἀν θρώπων τὰ δένδρα οἰήσεται. Τίς οὖν ὁ τοιοῦτος βίος ἢ πρὸς πάντα εὐλαβῶς διὰ τὸ ὁμόφυλον, ἢ καὶ πρὸς τοὺς ἀνθρώπους ἀπηνῶς διὰ τὴν ἐπὶ τῶν ἄλλων ἀδιαφορίαν ἔχοντος; Οὐκοῦν ἀπόβλητος ἐκ τῶν εἰρη μένων ὁ τοιοῦτος ἂν εἴη λόγος, πολλῶν καὶ ἄλλων τῆς τοιαύτης ἡμᾶς ὑπολήψεως κατὰ τὸ εὔλογον ἀπαγόν των. Ἤκουσα γὰρ τῶν τοιαῦτα δογματιζόντων, ὅτι ἔθνη τινὰ τῶν ψυχῶν ἀποτίθεται ἐν ἰδιαζούσῃ τινὶ πολιτείᾳ πρὸς τὴν ἐν σώματι ζωὴν βιοτεύοντα, ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ τῆς φύσεως ἑαυτῶν τῇ τοῦ παντὸς συμπεριπολοῦν τος δινήσει, ῥοπῇ δέ τινι τῇ πρὸς κακίαν πτε ροῤῥοούσας τὰς ψυχὰς ἐν σώματι γίνεσθαι· πρῶτον μὲν ἀνθρώποις, εἶθ' οὕτως διὰ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν ὁμιλίας, μετὰ τοῦ ἀνθρω πίνου βίου ἐγχώρησιν ἀποκτηνοῦσθαι, κἀκεῖθεν μέχρι τῆς φυσικῆς ταύτης καὶ ἀναισθήτου καταπί 46.113 πτειν ζωῆς, ὡς τὸ τῇ φύσει λεπτὸν καὶ εὐκίνητον, ὅπερ ἐστὶν ἡ ψυχὴ, πρῶτον μὲν ἐμβριθές τε καὶ κατωφερὲς γίνεσθαι τοῖς ἀνθρωπίνοις σώμασι διὰ κακίας εἰσοικιζόμενον· εἶτα τῆς λογικῆς δυνάμεως ἀποσβεσθείσης τοῖς ἀλόγοις ἐμβιοτεύειν· ἐκεῖθεν δὲ καὶ τῆς τοιαύτης τῶν αἰσθήσεων χάριτος ἀφαι ρεθείσης, τὴν ἀναίσθητον ταύτην ζωὴν τὴν ἐν φυτοῖς μεταλαμβάνειν· ἀπὸ τούτου δὲ πάλιν διὰ τῶν αὐτῶν ἀνιέναι βαθμῶν, καὶ πρὸς οὐράνιον χῶρον ἀποκαθίστασθαι. Τὸ δὲ τοιοῦτον δόγμα τοῖς καὶ μετρίως κρίνειν ἐπεσκεμμένοις αὐτόθεν ἐλέγχεται, μηδεμίαν ἔχειν ἐν ἑαυτοῖς στάσιν. Εἰ γὰρ ἀπὸ τῆς οὐρανίας ζωῆς διὰ κακίας ἐπὶ τὸν ξυλώδη βίον ἡ ψυχὴ κατασύ ρεται, ἀπὸ τούτου δὲ πάλιν δι' ἀρετῆς ἐπὶ τὸν οὐράνιον ἀνατρέχει, εὑρίσκεται ὁ λόγος αὐτῶν ἀπορῶν, ὅ τι προτιμότερον οἴεται, εἴτε τὴν ξυλίνην, εἴτε τὴν οὐρανίαν ζωήν. Κύκλος γάρ τίς ἐστι διὰ τῶν ὁμοίων περιχωρῶν, ἀεὶ τῆς ψυχῆς, ἐν ᾧπερ ἂν ᾖ, ἀστατού σης. Εἰ γὰρ ἐκ τῆς ἀσωμάτου ζωῆς πρὸς τὴν σωμα τικὴν ἀναπίπτει, καὶ ἐκ ταύτης πρὸς τὴν ἀναί σθητον· ἐκεῖθεν δὲ πάλιν πρὸς τὴν ἀσώματον ἀνατρέχει, οὐδὲν ἕτερον ἢ ἀδιάκριτος κακῶν τε καὶ ἀγαθῶν σύγχυσις παρὰ τοῖς ταῦτα δογματίζουσιν ὑπονοεῖται. Οὔτε γὰρ ἡ οὐρανία διαγωγὴ ἐν τῷ μακα ρισμῷ διαμένει, εἴπερ κακία τῶν ἐκεῖ ζώντων καθάπτεται· οὔτε τὰ ξύλα τῆς ἀρετῆς ἀμοιρή σει, εἴπερ ἐντεῦθεν μὲν ἐπὶ τὸ ἀγαθὸν παλιν δρομεῖν οἴονται τὴν ψυχὴν, ἐκεῖθεν δὲ τοῦ κατὰ κα κίαν ἀνάρχεσθαι. Εἰ γὰρ ἐν τῷ οὐρανῷ ἡ ψυχὴ συμπεριπολοῦσα τῇ κακίᾳ συμπλέκεται, καὶ διὰ ταύτης ἐπὶ τὸν ὑλώδη καθελκυσθεῖσα βίον, ἀν ωθεῖται πάλιν ἐντεῦθεν ἐπὶ τὴν ἐν ὕψει διαγωγήν· ἄρα τὸ ἔμπαλιν παρ' ἐκείνων κατασκευάζεται, τὸ τὴν μὲν ὑλικὴν ζωὴν κακίας εἶναι κάθαρσιν, τὴν δὲ ἀπλανῆ περιφορὰν κακῶν ἀρχηγὸν καὶ αἰτίαν ταῖς ψυχαῖς γίνεσθαι, εἴπερ ἐντεῦθεν δι' ἀρετῆς πτε ροφυήσασαι μετεωροποροῦσιν, ἐκεῖθεν δὲ διὰ κακίας τῶν πτερῶν ἐκπιπτόντων χαμαιπετεῖς πρόσγειοι γίνονται, τῇ παχύτητι τῆς ὑλικῆς καταμιγνύμεναι φύσεως. Καὶ οὐ μέχρι τούτων ἵστα τῶν τοιούτων δογμάτων ἡ ἀτοπία, τῷ ἀντεστρά φθαι πρὸς τοὐναντίον τὰς ὑπολήψεις. Ἀλλ' οὐδὲ 46.116 αὐτὴ παγία διαμένει μέχρι πάντων αὐτοῖς ἡ ὑπόνοια. Εἰ γὰρ ἄτρεπτον τὴν οὐράνιον λέγουσι φύσιν, πῶς χώραν ἔχει ἐν τῷ ἀτρέπτῳ τὸ πάθος; Καὶ εἰ ἐμπαθὴς ἡ κάτω φύσις, πῶς ἐν τῷ παθητῷ κατορθοῦται ἡ ἀπάθεια; Ἀλλὰ φυ ροῦσι τὰ ἄμικτα, καὶ ἑνοῦσι τὰ ἀκοινώνητα, ἐν πάθει τὸ ἄτρεπτον, καὶ ἐν τῷ τρεπτῷ πάλιν καθορῶντες τὴν ἀπάθειαν. Καὶ οὐδὲ τούτοις εἰσαεὶ διαμένουσιν· ἀλλ' ὅθεν τὴν