1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

15

πρὸς ἐκεῖνα κατ' ἀνάγκην μετατεθήσεται, πρὸς ἅπερ ἂν ἡ ἐπικράτησις τῶν καθηγουμένων βιάζεται. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρό πον, οὔτε ἀρετὴν, οὔτε κακίαν ἐφ' ἑαυτῶν ταῦτα ἀπο φανούμεθα, ὅσα κινήματα τῆς ψυχῆς ὄντα ἐπὶ τῇ ἐξουσίᾳ τῶν χρωμένων κεῖται, ἢ καλῶς ἢ ἑτέρως ἔχειν. Ἀλλ' ὅταν μὲν αὐτοῖς πρὸς τὸ κρεῖττον ἡ 46.68 κίνησις ᾖ, ἐπαίνων γίνεσθαι ὕλην, ὡς τῷ ∆ανιὴλ τὴν ἐπιθυμίαν, καὶ τῷ Φινεὲς τὸν θυμὸν, καὶ τῷ καλῶς πενθοῦντι τὴν λύπην. Εἰ δὲ πρὸς τὸ χεῖρον γένοιτο ἡ ῥοπὴ, τότε πάθη γίνεσθαι ταῦτα καὶ ὀνο μάζεσθαι. {Γ.} Ἐγὼ, ταῦτα διεξελθούσης, ἐπειδὴ παυσαμένη βραχύ τι ἔδωκε τῷ λόγῳ διαλιπεῖν, καὶ συνελεξάμην τῇ διανοίᾳ τὰ εἰρημένα, πάλιν ἐπὶ τὴν προτέραν διέδραμον ἀκολουθίαν τοῦ λόγου, ἐν ᾧ κατεσκευάζετο, μὴ ἀδύνατον εἶναι τὴν ψυχὴν διαλυθέντος τοῦ σώματος ἐν τοῖς στοιχείοις εἶναι. Καὶ τοῦτο εἶπον πρὸς τὴν διδάσκαλον· Ποῦ ἐκεῖνο τὸ πολυθρύλλητον τοῦ ᾅδου ὄνομα· πολὺ μὲν ἐν τῇ συνηθείᾳ τοῦ βίου, πολὺ δὲ ἐν ταῖς συγγραφαῖς ταῖς τε ἔξωθεν καὶ ταῖς ἡμετέραις περιφερόμενον, εἰς ὃ πάντες οἴονται καθάπερ δοχεῖον ἐνθένδε τὰς ψυ χὰς μετανίστασθαι; Οὐ γὰρ ἂν τὰ στοιχεῖα τὸν ᾅδην λέγοις.

{Μ.} Καὶ ἡ διδάσκαλος, ∆ῆλος ᾖ, φησὶ, μὴ λίαν προσεσχηκὼς τῷ λόγῳ. Τὴν γὰρ ἐκ τοῦ ὁρωμένου πρὸς τὸ ἀειδὲς μετάστασιν τῆς ψυχῆς εἰ ποῦσα, οὐδὲν ᾤμην ἀπολελοιπέναι εἰς τὸ περὶ τοῦ ᾅδου ζητούμενον. Οὐδὲν ἄλλο τί μοι δοκεῖ παρά τε τῶν ἔξωθεν καὶ παρὰ τῆς θείας Γραφῆς τὸ ὄνομα τοῦτο διασημαίνειν, ἐν ᾧ τὰς ψυχὰς γίνεσθαι λέγουσι, πλὴν εἰς τὸ ἀειδὲς καὶ ἀφανὲς μετέχουσιν. {Γ.} Καὶ πῶς, εἶπον, τὸν ὑποχθό νιον χῶρον οἴονταί τινες οὕτω λέγεσθαι, καὶ ἐν αὐτῷ κἀκείνων τὰς ψυχὰς πανδοχεύειν, καθάπερ τι χώρημα τῆς τοιαύτης φύσεως δεκτικὸν τὰς ἀποπτά σας ἤδη τῆς ἀνθρωπίνης ζωῆς πρὸς ἑαυτὸν ἐφελκό μενον;

{Μ.} Ἀλλ' οὐδὲν μᾶλλον, φησὶν ἡ διδάσκαλος, τὸ δόγμα διὰ τῆς ὑπονοίας ταύτης παραβλαβήσεται, κἂν ἀληθὴς ὁ λόγος ὁ κατὰ σέ. Εἰ γὰρ συνεχῆ τε πρὸς ἑαυτὸν καὶ ἀδιάσπαστον εἶναι τὸν οὐράνιον πόλον τῷ ἰδίῳ κύκλῳ πάντα ἐμπεριέχοντα, καὶ ἐν τῷ μέσῳ τὴν γῆν καὶ τὰ περὶ αὐτὴν αἰωρεῖσθαι, καὶ πάν τως κυκλοφορουμένων τὴν κίνησιν περὶ τὸ ἑστὼς καὶ πάγιον γίνεσθαι, ἀνάγκη πᾶσα, φησὶν, ὅτι περ ἂν ἑκάστῳ ἐκ τῶν στοιχείων ᾖ κατὰ τὸ ἄνω τῆς γῆς μέρος, τοῦτο κατὰ τὸ ἀντικείμενον εἶ ναι, μιᾶς τῆς οὐσίας ὅλον αὐτῆς τὸν ὄγκον ἐν κύ κλῳ περιθεούσης. Καὶ ὥσπερ ὑπὲρ τοῦ ἡλίου φανέντος ἐπὶ τὸ ὑποκείμενον αὐτῆς στρέφεται ἡ 46.69 σκιὰ τοῦ σφαιροειδοῦς σχήματος, οὐ δυναμένου κατ' αὐτὸν ἐν κύκλῳ διαληφθῆναι τῇ τῆς ἀκτῖνος πε ριβολῇ, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην, καθ' ὅπερ ἂν τῆς γῆς μέρος προσβάλλῃ ταῖς ἀκτῖσιν ὁ ἥλιος, κατά τινος κέντρου πάντως ἐπὶ τῆς σφαίρας γινόμενος, πρὸς τὴν εὐθεῖαν διάμετρον κατὰ τὸ ἕτερον πέ ρας σκότος ἔσται· καὶ οὕτω κατὰ τὸ διηνεκὲς, τῷ ἡλιακῷ δρόμῳ ἐπὶ τὸ ἀντικείμενον τῇ τῆς ἀκτῖνος εὐθείᾳ συμπεριοδεύει τὸ σκότος, ὥστε κατὰ τὸ ἶσον, τόν τε ὑπέργειον, καὶ τὸν ὑπόγειον τόπον ἀνὰ μέρος γίνεσθαι ἐν φωτί τε καὶ σκότει· οὕτως εἰκὸς καὶ τἄλλα πάντα ὅτιπερ ἂν στοιχειωδῶς ἐν τῷ καθ' ἡμᾶς ἡμισφαιρίῳ τῆς γῆς θεωρεῖται, τὸ αὐτὸ καὶ περὶ τὸ ἕτερον εἶναι μὴ ἀμφιβάλλειν. Μιᾶς δὲ καὶ τῆς αὐτῆς οὔσης κατὰ πᾶν τῆς γῆς μέρος τῆς τῶν στοιχείων περιβολῆς, οὔτε ἀντιλέγειν, οὔτε συναγορεύειν οἶμαι δεῖν τοῖς περὶ τούτων ἐνισταμέ νοις, ὡς δέον ἢ τοῦτον, ἢ τὸν καταχθόνιον τόπον ἀπο τετάχθαι οἴεσθαι ταῖς τῶν σωμάτων ἐκλυθείσαις ψυ χαῖς. Ἕως γὰρ ἂν μὴ παρακινοίη τὸ προηγούμενον δόγμα ἡ ἔνστασις περὶ τοῦ εἶναι μετὰ τὴν ἐν σαρκὶ ζωὴν τὰς ψυχὰς, οὐδὲν περὶ τόπου ὁ ἡμέτερος λόγος διενεχθήσεται, μόνον σωμάτων ἴδιον εἶναι τὴν ἐπὶ τόπου θέσιν καταλαμβάνων· ψυχὴν δὲ ἀσώματον οὖσαν, μηδεμίαν ἀνάγκην ἔχειν ἐκ φύσεως τόποις τισὶν ἐγκατέχεσθαι. {Γ.} Τί οὖν, εἶπον, εἰ τὸν Ἀπόστολον ὁ ἀντιλέγων προβάλλοιτο, πᾶσαν λέγοντα τὴν λογικὴν κτίσιν ἐν τῇ τοῦ παντὸς ἀποκαταστάσει πρὸς τὸν τοῦ παντὸς ἐξηγούμενον