1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

1

In Genesim (sermones 1-9)

ΛΟΓΟΣ Αʹ. Λεχθεὶς ἐν ἀρχῇ τῆς τεσσαρακοστῆς εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ περὶ νηστείας καὶ ἐλεημοσύνης. αʹ. Ἡδὺ μὲν ναύταις τὸ ἔαρ, ἡδὺ δὲ καὶ γηπόνοις· ἀλλ' οὔτε ναύταις, οὔτε γηπόνοις οὕτως ἡδὺ τὸ ἔαρ, ὡς τοῖς βουλομένοις φιλοσοφεῖν ἡδὺς ὁ τῆς νηστείας καιρὸς, τὸ πνευματικὸν τῶν ψυχῶν ἔαρ, ἡ ἀληθὴς τῶν λογισμῶν γαλήνη. Γηπόνοις μὲν γὰρ ἡδὺ τὸ ἔαρ, ὅτι τοῖς ἄνθεσι τότε στεφανουμένην ὁρῶσι τὴν γῆν, καὶ καθάπερ ἱμάτιον ποικίλον ἐφαπλούμενον αὐτῇ πάντοθεν, τὴν βλάστησιν τὴν ἀπὸ τῶν βοτανῶν· ναύταις δὲ ἡδὺ τὸ ἔαρ, ὅτι τὰ θαλάττια νῶτα μετὰ ἀσφαλείας ἔχουσι πλεῖν, κυμάτων ἐστορεσμένων, δελφίνων ἐν πολλῇ παιζόντων γαλήνῃ καὶ παρ' αὐτοὺς τῆς νηὸς τοὺς τοίχους κυβιστώντων πολλάκις. Ἡμῖν δὲ ἡδὺ τὸ τῆς νηστείας ἔαρ, ὅτι κύματα ἡμῖν, οὐχ ὑδάτων, ἀλλ' ἐπιθυμιῶν ἀλόγων καταστέλλειν εἴωθε, καὶ στέφανον ἡμῖν οὐ τὸν ἀπὸ τῶν ἀνθέων, ἀλλὰ τὸν ἀπὸ τῶν χαρίτων περιτίθησι τῶν πνευματικῶν· Στέφανον γὰρ χαρίτων, φησὶ, δέξῃ σῇ κορυφῇ. Οὐχ οὕτω χελιδὼν φανεῖσα τὸν χειμῶνα ἀπελαύνειν εἴωθεν, ὡς νηστεία φανεῖσα τὸν χειμῶνα τῶν παθῶν τῆς διανοίας ἐκβάλλει τῆς ἡμετέρας. Οὐκέτι μάχη τῇ ψυχῇ πρὸς τὴν σάρκα, οὐδὲ κατεξανίσταται τῆς κυρίας ἡ δούλη, ἀλλὰ πᾶς οὗτος τοῦ σώματος ὁ πόλεμος λέλυται. Ἐπεὶ οὖν πολλὴ μὲν παρ' ἡμῖν εἰρήνη, πολλὴ δὲ καὶ ἡ γαλήνη, φέρε καὶ ἡμεῖς τὸ σκάφος τῆς διδασκαλίας ἑλκύσωμεν, ἀπὸ λιμένος εἰς λιμένα παραπέμποντες τῶν ὑμετέρων ἀκοῶν τὴν ἡμερότητα. Φέρε, λεπτοτέρων κατατολμήσωμεν νοημάτων, περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ τοῦ λοιποῦ τῆς κτίσεως φιλοσοφοῦντες σώματος· ταῦτα γὰρ ἡμῖν ἀνεγνώσθη σήμερον. Καὶ τί πρὸς ἡμᾶς, φησὶν, ὁ περὶ κτίσεως λόγος; Πρὸς ἡμᾶς μὲν οὖν, ἀγαπητοί. Εἰ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, ὅσῳπερ ἂν τῷ μεγέθει τῆς καλλονῆς τῶν κτισμάτων ἐνδιατρίψωμεν, τοσοῦτον πρὸς τὸν γενεσιουργὸν χειραγωγούμεθα. Μέγα ἀγαθὸν εἰδέναι, τί μέν ἐστι κτίσμα, τί δὲ κτιστής· τί μὲν ἔργον, τί δὲ ποιητής. Καὶ γὰρ εἰ ταῦτα ᾔδεισαν ἀκριβῶς διαιρεῖν οἱ τῆς ἀληθείας ἐχθροὶ, οὐκ ἂν πάντα συνέχεον, τὰ ἄνω κάτω ποιοῦντες· οὐχ ὅτι τὰ ἄστρα καὶ τὸν οὐρανὸν κατήνεγκαν, τὴν δὲ γῆν ἀνήνεγκαν· ἀλλ' ὅτι τὸν τῶν οὐρανῶν βασιλέα ἀπὸ τῶν θρόνων καταβιβάσαντες τῶν βασιλικῶν, μετὰ τῆς κτίσεως ἔστησαν, τὴν δὲ κτίσιν τοῖς τῆς θεότητος προεδρίοις ἐτίμησαν. Εἰ περὶ κτίσεως ᾔδεισαν φιλοσοφεῖν Μανιχαῖοι καλῶς, οὐκ ἂν τὴν ἐξ οὐκ ὄντων, τὴν φθειρομένην, τὴν ῥέουσαν, τὴν ἀλλοιουμένην τοῖς τῆς ἀγεννησίας πρεσβείοις ἐτίμησαν. Εἰ περὶ κτίσεως ᾔδεισαν Ἕλληνες φιλοσοφεῖν καλῶς, οὐκ ἂν ἀπεπλανήθησαν τῆς ἀληθείας, οὐκ ἂν ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.

Καλὸς ὁ οὐρανὸς, ἀλλὰ διὰ τοῦτο ἐδημιουργήθη, ἵνα προσκυνήσῃς τὸν ποιήσαντα· φαιδρὸς ὁ ἥλιος, ἀλλ' ἵνα θεραπεύσῃς τὸν ἐργασάμενον· εἰ δὲ μέλλεις ἐναπομένειν τῷ τῆς κτίσεως θαύματι, καὶ τῷ κάλλει τῶν ἔργων παρακαθῆσθαι, τὸ φῶς σοι γέγονε σκότος, μᾶλλον δὲ τῷ φωτὶ 54.582 πρὸς σκότος ἐχρήσω. Εἶδες ὅσον ἀγαθόν ἐστι τὸ εἰδέναι τοὺς περὶ κτίσεως λόγους; Μὴ τοίνυν παραδράμῃς τὸ κέρδος, ἀλλὰ μετὰ ἀκριβείας πρόσεχε τοῖς λεγομένοις· οὐ γὰρ δὴ περὶ οὐρανοῦ μόνον ἐροῦμεν, καὶ γῆς, καὶ θαλάττης, ἀλλὰ καὶ περὶ τῆς γεννήσεως τῆς ἡμετέρας, καὶ πόθεν ὁ θάνατος, καὶ πόθεν ἡ ἐπίμοχθος ζωὴ, καὶ πόθεν αἱ ἀθυμίαι καὶ φροντίδες. Καὶ γὰρ ὑπὲρ τούτων καὶ ὑπὲρ