1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

9

πόνος οὕτως ἐπιτεταμένος, ἀλλ' ὀλίγος καὶ κοῦφος, καὶ οὗτος διὰ τὴν τῶν εὑρισκομένων φυλακήν. Τὰ γὰρ μετ' εὐκολίας εὑρισκόμενα καὶ εὐκαταφρόνητα πολλοῖς εἶναι δοκεῖ. Οὐκ ἔστι κυμάτων ταραχὴ ἐν τῷ πελάγει τῶν Γραφῶν, ἀλλὰ παντὸς λιμένος εὐδιώτερον τοῦτο τὸ πέλαγος· 54.591 οὐκ ἔστιν ἀνάγκη πρὸς τοὺς ζοφεροὺς τῆς ἀβύσσου κόλπους κατενεχθῆναι, οὐδὲ ὑδάτων ἀλόγων ῥύμῃ τὴν τοῦ σώματος ἐπιτρέψαι σωτηρίαν· ἀλλὰ πολὺ μὲν ἐνταῦθα τὸ φῶς, καὶ αὐτῶν τῶν ἀκτίνων φαιδρότερον, πολλὴ δὲ ἡ γαλήνη, πᾶσα δὲ ἐκποδὼν ταραχὴ, καὶ τῶν εὑρισκομένων τοσοῦτον τὸ κέρδος, ὅσον οὐδὲ λόγῳ παραστῆσαι δυνατόν. Μὴ τοίνυν ἀποκάμωμεν, ἀλλ' ἐπιχειρήσωμεν τῇ ζητήσει Ἠκούσατε ὅτι κατ' εἰκόνα Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· καὶ τί ποτέ ἐστι τὸ Κατ' εἰκόνα τοῦτο καὶ καθ' ὁμοίωσιν εἰρήκαμεν· ὅτι οὐκ οὐσίας ἀπαραλλαξία, ἀλλ' ἀρχῆς ὁμοιότης· τὸ δὲ, Καθ' ὁμοίωσιν, τὸ ἥμερον εἶναι καὶ πρᾶον, καὶ εἰς δύναμιν ἐξομοιοῦσθαι τῷ Θεῷ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥς φησιν ὁ Χριστός· Γίνεσθε ὅμοιοι τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καθάπερ γὰρ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ταύτῃ τῶν ζώων τὰ μέν εἰσιν ἀλογώτερα, τὰ δὲ θηριωδέστερα· οὕτω καὶ ἐν τῷ πλάτει τῆς ἡμετέρας ψυχῆς, τῶν λογισμῶν οἱ μὲν εἰσὶν ἀλογώτεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι. ∆εῖ τοίνυν αὐτῶν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν τούτων ἀρχὴν παραδιδόναι. Καὶ πῶς ἄν τις περιγένοιτο λογισμοῦ θηριώδους, φησί; Τί λέγεις, ἄνθρωπε; Τῶν λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα δυνήσῃ μεταβαλεῖν; Καίτοι τῷ λέοντι μὲν κατὰ φύσιν τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ προσηνὲς, παρὰ φύσιν δὲ ἡ θηριωδία. Ὁ τοίνυν τὸ κατὰ φύσιν ἐκβάλλων, καὶ τὸ παρὰ φύσιν ἐντιθεὶς τῇ τοῦ θηρίου ψυχῇ, ἐν τῇ ἑαυτοῦ ψυχῇ τὸ κατὰ φύσιν οὐ δυνήσῃ διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο ῥᾳθυμίας; Καὶ ἐπὶ μὲν τῆς τῶν λεόντων ψυχῆς καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί· λογισμῶν γάρ ἐστιν ἔρημος ἡ τοῦ θηρίου ψυχή. Ἀλλ' ὅμως ἑωράκατε πολλάκις λέοντας προβάτων ἡμερωτέρους διὰ τῆς ἀγορᾶς ἀγομένους, καὶ πολλοὶ τῶν ἐν τοῖς ἐργαστηρίοις ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι, μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι' ἧς τὸ θηρίον ἡμέρωσεν· ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια. Μὴ τοίνυν σκήψεις μοι λέγε καὶ προφάσεις. ∆υνατὸν γὰρ, ἐὰν θέλῃς, ἥμερόν σε εἶναι καὶ πρᾶον. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων. βʹ. Ἐνταῦθα Ἕλληνες ἡμῖν ἐπιφύονται, καί φασι τὸ λόγιον ψεύδεσθαι· οὐ γὰρ ἡμεῖς ἄρχομεν τῶν θηρίων· αὐτὰ ἡμῶν ἄρχει, καὶ πολλὴν ἡμῖν ἐμβάλλει τὴν ἀγωνίαν. Μάλιστα μὲν οὖν τοῦτο οὐκ ἀληθές· ἀρκεῖ γὰρ καὶ ὄψις ἀνθρωπίνη φανεῖσα ἐκποδὼν ποιῆσαι θηρίον· τοσοῦτος αὐτοῖς ἐστι παρ' ἡμῖν ὁ φόβος. Εἰ δέ που πρὸς ἄμυναν ὁρμήσειεν, ἢ λιμοῦ καταναγκάζοντος, ἢ ἡμῶν αὐτῶν στενοχωρούντων πολλάκις, καὶ πρὸς ἀνάγκην ἐκβαλλομένων αὐτὰ, τοῦτο οὖν οὐκ ἂν εἴη ἀρχῆς ἀπηρτισμένης. Οὐδὲ γὰρ, εἴ τις ἡμῶν λῃστὰς ἐπιόντας ὁρῶν ὁπλίζοιτο, καὶ πρὸς τὴν ἄμυναν χωροίη, ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰ 54.592 κείας σωτηρίας πολλὴ πρόνοια· πλὴν οὐκ ἐντεῦθεν ποιοῦμαι τὴν ἀπολογίαν, ἀλλ' ἑτέρωθεν, ὅθεν καὶ ὑμῖν χρήσιμον ἀκοῦσαι. Φοβούμεθα τὰ θηρία καὶ δεδοίκαμεν, καὶ τῆς ἀρχῆς ἐκπεπτώκαμεν· οὐκ ἀντιλέγω· φημὶ καὶ αὐτός· ἀλλ' οὐ τοῦτο ψευδῆ τὸν τοῦ Θεοῦ νόμον δείκνυσι. Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ' ἐδεδοίκει καὶ ἔτρεμε, καὶ ὑπέκυπτεν, ὡς δεσπότῃ, τῷ ἀνθρώπῳ, ἐπειδὴ δὲ τῆς παῤῥησίας ἐξεπέσομεν καὶ τῆς τιμῆς, διὰ τοῦτο δεδοίκαμεν αὐτά. Πόθεν τοῦτο δῆλον; Ἤγαγεν ὁ Θεὸς τὰ θηρία πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ οὐκ