1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

8

ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. ∆ιὰ τοῦτο ὁ μὲν ἀνὴρ εἰκὼν τοῦ Θεοῦ, ἐπειδὴ οὐδένα ἔχει ἀνώτερον, καθάπερ οὐδὲ τοῦ Θεοῦ ἀνώτερός τίς ἐστιν, ἀλλὰ πάντων ἄρχει· ἡ γυνὴ δὲ δόξα τοῦ ἀνδρὸς, ἐπειδὴ τῷ ἀνδρὶ ὑποτέτακται. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Οὐκ ὀφείλομεν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρώπου νομίζειν τὸ Θεῖον εἶναι ὅμοιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον τοὺς ὁρωμένους τύπους ἐκβέβηκε, φησὶ, τὸ Θεῖον, ἀλλ' οὐδὲ διάνοια διατυπῶσαι τὸ τοιοῦτον δύναιτ' ἂν, ὁποῖός ἐστιν ὁ Θεός. Πῶς οὖν ἀνθρώπου Θεὸς μορφὴν ἔχειν δύναιτ' ἂν, ὁπότε ὁ Παῦλος μηδὲ διάνοιαν εἶναι μηδεμίαν τὴν δυναμένην τυπῶσαι παρ' ἑαυτῇ λέγει τοῦ Θεοῦ τὴν οὐσίαν; Τὴν γὰρ ἡμετέραν μορφὴν καὶ τὸν τύπον ἅπαντες ῥᾳδίως παρ' ἑαυτοῖς ἀνατυπώσαιμεν ἂν κατὰ τοὺς λογισμούς. Πάλιν τοὺς περὶ ἐλεημοσύνης ἐπαγαγεῖν λόγους καὶ νῦν ἐβουλόμην, ἀλλ' ὁ καιρὸς ἡμᾶς οὐκ ἀφίησι· διὸ πρὸς σιγὴν τρέψωμεν λοιπὸν ἑαυτοὺς, ἐκεῖνο παρεγγυήσαντες ὑμῖν, μετὰ ἀκριβείας ἅπαντα κατέχειν τὰ εἰρημένα, καὶ πολλὴν τῆς ὀρθῆς πολιτείας ποιεῖσθαι τὴν πρόνοιαν, ἵνα μὴ 54.590 μάτην καὶ εἰκῆ ἐνταῦθα συλλεγώμεθα. Κἂν γὰρ δογμάτων ὀρθότητα διατηρῶμεν, τῆς τῶν ἔργων ἀρετῆς μὴ προσούσης, πάντως ἐκπεσούμεθα τῆς αἰωνίου ζωῆς. Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ποιῶμεν οὖν τὸ θέλημα τοῦ Θεοῦ μετὰ σπουδῆς ἁπάσης καὶ προθυμίας, ἵνα δυνηθῶμεν εἰς τοὺς οὐρανοὺς εἰσελθεῖν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Γʹ. Τί ἐστι τὸ, Καθ' ὁμοίωσιν, καὶ τίνος ἕνεκεν, τοῦ Θεοῦ εἰπόντος τῶν θηρίων

ἡμᾶς ἄρχειν, οὐκ ἄρχομεν, καὶ ὅτι κηδεμονίας τοῦτο πολλῆς.

αʹ. Ὥσπερ τῶν σπειρόντων ὄφελος οὐδὲν, ὅταν παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτηται· οὕτως οὐδὲ τοῦ λέγοντος ἔσται τι πλέον, ὅταν μὴ πρὸς τὴν τῶν ἀκουόντων διάνοιαν ὁ λόγος φέρηται, ἀλλ' ἁπλῶς εἰς τὸν ἀέρα διαχυθεῖσα τῆς φωνῆς ἡ ἀπήχησις ἀνόνητον καταλιμπάνῃ τὸν ἀκροατήν. Ταῦτα δὲ ὑμῖν οὐχ ἁπλῶς εἴρηκα, ἀλλ' ἵνα μὴ πρὸς τὰ ἁπλούστερα τῶν νοημάτων ἧτε κεχηνότες μόνον, ἀλλὰ καὶ τῶν βαθυτέρων κατατολμήσητε. Εἰ γὰρ μὴ νῦν καταβαίημεν πρὸς τὸ βάθος τῶν Γραφῶν, ὅταν κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα οὐκέτι τῷ πονηρῷ τῆς τρυφῆς ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα, ὥστε μὴ ἀποπνίγεσθαι, πότε καταβησόμεθα; Ὅταν τρυφὴ καὶ ἑστίασις ᾖ καὶ μέθη καὶ τράπεζα ἀδδηφαγίας γέμουσα; Ἀλλὰ τότε οὐδὲ κινηθῆναι ῥᾴδιον, οὕτω τὸ βαρὺ τῆς τρυφῆς φορτίον πιέζει τὴν ψυχήν. Οὐχ ὁρᾶτε ὅτι καὶ οἱ λίθους πολυτελεῖς εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι καὶ τὰ κύματα ἀριθμοῦντες οὕτως εὑρίσκουσι τὸ ζητούμενον, ἀλλ' εἰς αὐτὸ καταδύονται τὸ βάθος· καίτοι πολὺς μὲν ὁ πόνος ἐν τῇ ζητήσει, πολὺς δὲ ὁ κίνδυνος ἐν τῇ εὑρέσει, καὶ μετὰ τὴν εὕρεσιν κέρδος οὐδέν; Τί γὰρ ἂν μέγα εἰσενέγκοι εἰς τὸν βίον τὸν ἡμέτερον λίθων εὕρεσις πολυτελῶν; Εἴθε μὲν οὖν μὴ μεγάλα εἰσήγαγε κακά. Τὸ γὰρ ἀνατρέπον ἡμῶν τὴν ζωὴν καὶ πάντα ἄνω καὶ κάτω ποιοῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἡ τῶν χρημάτων μανία. Ἀλλ' ὅμως καὶ ψυχὴν καὶ σῶμα ἐκεῖνοι προΐενται τῆς ἐφημέρου τροφῆς ἕνεκεν, καὶ τῶν κυμάτων κατατολμῶσιν· ἐνταῦθα δὲ οὐ κίνδυνος, οὐ