1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

16

ἐστίν. Ἐγὼ γὰρ οὐκ εἶπον, ὅτι ἤδη μὲν ἡ ἁμαρτία δουλείαν οὐκ εἰσάγει, ἀλλ' ὅτι πᾶσα ἁμαρτία δουλείᾳ συγκεκλήρωται, καὶ φύσιν ἁμαρτίας, οὐ διαφορὰν ἁμαρτίας ᾐτιασάμην μόνον. Ὥσπερ οὖν ἅπαντα μὲν τὰ ἀνίατα νοσήματα εἰς θάνατον ἄγει, οὐχ ἅπαντα δὲ τῆς αὐτῆς ἐστι φύσεως· οὕτω καὶ τὰ ἁμαρτήματα ἅπαντα μὲν δουλείαν τίκτει, οὐχ ἅπαντα δὲ τῆς αὐτῆς ἐστι φύσεως. Ἥμαρτεν ἡ Εὔα ἁψαμένη τοῦ ξύλου, καὶ κατεκρίθη δι' αὐτό. ∆ιὰ τοῦτο μὴ ἁμαρτήσῃς σὺ πάλιν ἑτέραν ἴσως ἐκείνης ἁμαρτίαν χαλεπωτέραν. Τοῦτο καὶ ἐπὶ τῶν δούλων ἄξιον εἰπεῖν, τοῦτο καὶ ἐπὶ τῶν ἀρχομένων, ὅτι εἰσήγαγον μὲν οἱ πρῶτοι τὴν ἁμαρτίαν, οἱ δὲ μετ' ἐκείνους διαδεξάμενοι κατέσχον τῆς δεσποτείας τὴν δύναμιν δι' ὧν ἐπλημμέλησαν. Ἔχω καὶ ἑτέρως ἀπολογήσασθαι· ὅτι πολλοὶ πρὸς ἀρετὴν ἐπανελθόντες, ἀπηλλάγησαν τῆς δεσποτείας. Καὶ πρότερον, εἰ δοκεῖ, ἐπὶ τῶν γυναικῶν τὸν λόγον γυμνάσωμεν, ἵν' ἴδῃς πῶς ὁ μακάριος Παῦλος, ὁ περιθεὶς αὐταῖς τὰ δεσμὰ, αὐτὸς αὐτὰ πάλιν ἀνῆκε. Εἴ τις γυνὴ, φησὶν, ἄνδρα ἔχει ἄπι 54.600 στον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. ∆ιὰ τί; Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ πῶς, φησὶ, δύναται σῶσαι γυνή; ∆ιδάσκουσα, κατηχοῦσα, ἐνάγουσα πρὸς τὸν τῆς εὐσεβείας λόγον. Καίτοι χθὲς, ὦ μακάριε Παῦλε, ἔλεγες, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω. Πῶς οὖν πάλιν διδάσκαλον αὐτὴν ποιεῖς τοῦ ἀνδρός; Οὐχὶ μαχόμενος ἐμαυτῷ τοῦτο ποιῶ, ἀλλὰ καὶ σφόδρα συμφωνῶν. Ἄκουε γοῦν καὶ τίνος ἕνεκεν αὐτὴν ἐξέβαλε, καὶ τίνος ἕνεκεν αὐτὴν πάλιν ἐπανάγει πρὸς τὸν τῆς διδασκαλίας θρόνον, ἵνα μάθῃς τὴν Παύλου σοφίαν. ∆ιδασκέτω, φησὶν, ὁ ἀνήρ. ∆ιὰ τί; Οὐκ ἠπατήθη γάρ. Ἀδὰμ γὰρ, φησὶν, οὐκ ἠπατήθη. Μανθανέτω, φησὶν, ἡ γυνή. ∆ιὰ τί; Ἠπατήθη γάρ. Ἡ γυνὴ γὰρ, φησὶν, ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν. Ἐνταῦθα δὲ τὸ ἐναντίον. Ὅταν μὲν γὰρ ἄπιστος ᾖ ὁ ἀνὴρ, πιστὴ δὲ ἡ γυνὴ, διδασκέτω, φησὶν, ἡ γυνή. ∆ιὰ τί; Ὅτι οὐκ ἠπάτηται· πιστὴ γάρ ἐστι. Μανθανέτω τοίνυν ὁ ἀνήρ· ἠπατήθη γάρ· ἄπιστος γάρ ἐστιν. Ἀντεστράφη, φησὶ, τὰ τῆς διδασκαλίας· ἀντεστράφθω λοιπὸν καὶ τὰ τῆς δεσποτείας. Εἶδες πῶς πανταχοῦ οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀπάτῃ καὶ τῇ ἁμαρτίᾳ δείκνυσι τὴν δουλείαν ἀκολουθοῦσαν; Ἦλθε τοίνυν πρὸς τὴν γυναῖκα ἡ ἀπάτη παρὰ τὴν ἀρχὴν, ἠκολούθησε τῇ ἀπάτῃ ἡ ὑποταγή· μετέστη μετὰ ταῦτα πρὸς τὸν ἄνδρα ἡ ἀπάτη, μετέστη καὶ ἡ ὑποταγή. Καὶ καθάπερ ἐν ἀρχῇ τῷ ἀνδρὶ τὴν σωτηρίαν τῆς γυναικὸς ἐνεπίστευσεν, ἐπειδὴ οὐκ ἠπάτητο, οὑτωσὶ λέγων, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· οὕτω καὶ ἐνταῦθα ἐπὶ τῆς πιστῆς τῆς τὸν ἄπιστον ἄνδρα ἐχούσης, τὴν σωτηρίαν τοῦ ἀνδρὸς ἐμπιστεύει τῇ γυναικὶ, λέγων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Τί ταύτης τῆς ἀποδείξεως σαφέστερον γένοιτ' ἂν, τοῦ μὴ τῇ φύσει τὴν δουλείαν, ἀλλὰ τῇ ἁμαρτίᾳ ἕπεσθαι; Τοῦτο καὶ ἐπὶ τῶν δούλων ἔστιν εἰπεῖν. ∆οῦλος ἐκλήθης; Μή σοι μελέτω. Ὁρᾷς πῶς πάλιν δείκνυσι ψιλὸν ὄνομα τὴν δουλείαν οὖσαν, ὅταν ἀρετὴ παρῇ; Ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι, τουτέστι, μᾶλλον μένε ἐν τῇ δουλείᾳ. ∆ιὰ τί; Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν. Εἶδες μέχρι προσηγορίας τὴν δουλείαν, ἐν τῷ πράγματι δὲ τὴν ἐλευθερίαν; Τίνος δὲ ἕνεκεν ἀφῆκε μένειν δοῦλον; Ἵνα τῆς ἐλευθερίας μάθῃς τὴν περιουσίαν. Ὥσπερ γὰρ τοῦ σβέσαι τὴν κάμινον τὴν ἐπὶ τῶν τριῶν παίδων πολὺ θαυμαστότερον ἦν τὸ μενούσης αὐτῆς ἀσινῆ διατηρῆσαι τὰ σώματα· οὕτω τοῦ λῦσαι τὴν δουλείαν τὸ μενούσης αὐτῆς δεῖξαι τὴν ἐλευθερίαν πολλῷ μεῖζόν ἐστι καὶ θαυμαστότερον. ∆ιὰ τοῦτό φησιν· Εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, μένε δοῦλος· τὴν γὰρ ἀληθεστάτην ἔχεις ἐλευθερίαν. βʹ. Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Βασιλεὺς ἦν ὁ Ναβουχοδονόσορ, καὶ τὴν κάμινον ἀνῆψε μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ τοὺς τρεῖς παῖδας εἰς μέσον